Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On Babylas
John ChrysostomBabyl. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Ἐγὼ µὲν ἐβουλόµην ἀποδοῦναι τὸ χρέος τήµερον, ὃ πρώην ἐνταῦθα γενόµενος ὑπεσχόµην ὑµῖν· ἀλλὰ τί πάθω; Μεταξὺ φανεὶς ὁ µακάριος Βαβύλας, πρὸς ἑαυτὸν ἡµᾶς ἐκάλεσεν, οὐ φωνὴν ἀφεὶς, ἀλλὰ τῇ λαµπηδόνι τῆς ὄψεως ἐπιστρέψας ἡµᾶς. Μὴ τοίνυν δυσχεράνητε πρὸς τὴν ὑπέρθεσιν τῆς ἀποδόσεως· πάντως ὅσῳ πλείων γίνεται ὁ χρόνος, τοσούτῳ καὶ ὁ τόκος ὑµῖν αὔξεται. Μετὰ γὰρ τόκου τὸ ἀργύριον τοῦτο καταβαλούµεθα· ἐπειδὴ καὶ ὁ παρακαταθέµενος αὐτὸ∆ εσπότης οὕτως ἐκέλευσε. Θαῤῥοῦντες οὖν ὑπὲρ τῶν δεδανεισµένων, ὡς καὶ τοῦ κεφαλαίου καὶ τῆς ἐργασίας µενόντων ὑµῖν, τὸ παρεµπεσὸν σήµερον κέρδος µὴ παραδράµωµεν, ἀλλὰ κατατρυφήσωµεν τῶν τοῦ µακαρίου Βαβύλα κατορθωµάτων. Ὅπως µὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ' ἡµῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειµῶνι, καὶ κλύδωνι, καὶ κύµασι, καὶ ὅσην πρὸςβασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τῶν προβάτων, καὶ τὴν µακαρίαν ἐκείνην ἐδέξατο σφαγήν· ταῦτα, καὶ τὰ τοιαῦτα, τοῖς πρεσβυτέροις τῶν διδασκάλων καὶ τῷ κοινῷ πατρὶ τῷ ἡµῶν ἀφήσοµεν εἰπεῖν. Τὰ γὰρ ἀρχαιότερα τῶν πραγµάτων οἱ γεγηρακότες ὑµῖν δύνανται διηγεῖσθαι καλῶς· ὅσα δὲ νεωστὶ γέγονε, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἡµετέρας, ταῦτα ὁ νέος ἐγὼ πρὸς ὑµᾶς διηγήσοµαι, τὰ µετὰ τελευτὴν λέγω, τὰ µετὰ τὴν ταφὴν τοῦ µάρτυρος, τὰ ἡνίκα ἐν τῷ προαστείῳ διέτριβε. Καὶ οἶδα µὲν, ὅτι γελάσονται τὴν ὑπόσχεσιν ἡµῶν Ἕλληνες, εἰ µετὰ τελευτὴν καὶ ταφὴν τὰ τοῦ ταφέντος καὶ διαλυθέντος εἰς κόνιν ὑπισχνούµεθαλέγειν ἀνδραγαθήµατα· οὐ µὴν διὰ τοῦτο σιγήσοµεν, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο µάλιστα ἐροῦµεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνωνπεριτρέψωµεν κεφαλήν. Ἀνθρώπου µὲν γὰρ ἁπλῶς οὐκ ἂν γένοιτο κατορθώµατα µετὰ τελευτήν· µάρτυρος δὲ γένοιτ' ἂν πολλὰ καὶ µεγάλα, οὐχ ἵνα ἐκεῖνος λαµπρότερος γένηται οὐδὲν γὰρ αὐτῷ δεῖ τῆς παρὰ τῶν πολλῶν δόξης, ἀλλ' ἵνα σὺ µάθῃςὁ ἄπιστος, ὅτι θάνατος µαρτύρων οὐκ ἔστι θάνατος, ἀλλὰ ζωῆς βελτίονος ἀρχὴ καὶ πολιτείας πνευµατικωτέρας προοίµια, καὶ µετάστασις ἀπὸ τῶν ἐλαττόνων πρὸςτὰ βελτίω. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι γυµνὸν τοῦ µάρτυρος τὸ σῶµα πρόκειται τῆς ψυχικῆς ἐνεργείας ἔρηµον· ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τῆς ψυχῆς αὐτῆς ἑτέρα παρακάθηται µείζων αὐτῷ δύναµις, ἡ τοῦ ἁγίου Πνεύµατος χάρις, πᾶσιν ὑπὲρ τῆς ἀναστάσεωςἀπολογουµένη, δι' ὧν θαυµατοποιεῖ. Εἰ γὰρ νεκροῖς σώµασι καὶ διαλυθεῖσιν εἰς κόνιν µείζονα τῶν ζώντων ἁπάντων δύναµιν ὁ Θεὸς ἐχαρίσατο, πολλῷ µᾶλλον αὐτοῖς ζωὴν χαριεῖται βελτίωτῆς προτέρας, καὶ µακαριωτέραν κατὰ τὸν τῶν στεφάνων καιρόν. Τίνα οὖν ἐστιν αὐτοῦ τὰ κατορθώµατα; Ἀλλὰ µὴ θορυβηθῆτε, ἂν µικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωµεν. Καὶ γὰρ οἱ τὰς εἰκόνας ἐπιδεῖξαι βουλόµενοι καλῶς, µικρὸν τοῦ πινακίσκου τοὺς θεωµένους ἀποστήσαντες, οὕτως αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραντῷ διαστήµατι ποιοῦντες τὴν ὄψιν αὐτοῖς. Ἀνάσχεσθε τοίνυν καὶ ὑµεῖς εἰς τοὐπίσω τὸν λόγον ἀνελκόντων ἡµῶν. Ἐπειδὴ γὰρ ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἀνέβη ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν, καὶ τῶν σκήπτρων ἐπελάβετο τῶν δεσποτικῶν, εὐθέως καὶ κατὰτοῦ πεποιηκότος αὐτὸν τὰς χεῖρας ἀντῆρε Θεοῦ, καὶ τὸν εὐεργέτην ἠγνόησε, καὶ κάτωθεν ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν βλέπων ὑλάκτει κατὰτοὺς µαινοµένους τῶν κυνῶν, οἳ καὶ τῶν µὴ τρεφόντων, καὶ τῶν τρεφόντων ὁµοίως καταβοῶσι· µᾶλλον δὲ καὶ ἐκείνων ἀγριωτέραν ἐµάνη µανίαν. Οἱ µὲν γὰρ καὶ τοὺς οἰκείους καὶ τοὺς ἀλλοτρίους ὁµοίως ἀποστρέφονται καὶ µισοῦσιν· οὗτος δὲ τοὺς µὲν ἀλλοτρίους τῆς αὐτοῦ σωτηρίας δαίµονας ἔσαινε, καὶ παντὶ θεραπείας ἐθεράπευε τρόπῳ· τὸν δὲ εὐεργέτην, καὶ σωτῆρα, καὶ µηδὲ τοῦ Μονογενοῦς φεισάµενον δι' αὐτὸν, ἀπεστράφη, καὶ ἐµίσει, καὶ τὸν σταυρὸν διέσυρε, πρᾶγµα, ὃ τὴν οἰκουµένηνἐπ' ὄψιν κειµένην ἀνέστησε, καὶ τὸ σκότος πάντοθεν ἀπήλασε, καὶ τῶν ἀκτίνων ἡµῖν λαµπρότερον εἰσήγαγε φῶς. Καὶ οὐδὲ ἐνταῦθα τῆς µανίας ἵστατο, ἀλλ' ἐκ µέσης ἀναρπάσεσθαι τῆς οἰκουµένης τὸ τῶν Γαλιλαίων ἔθνος ἐπηγγέλλετο· καὶ γὰρ οὕτως ἡµᾶς εἰώθει καλεῖν. Καίτοι εἰ τὸ ὄνοµα τῶν Χριστιανῶν µύσος εἶναι ἐνόµιζε, καὶ πολλῆς τὸ πρᾶγµα γέµειν αἰσχύνης, τίνος ἕνεκεν οὐκ ἐντεῦθεν ἡµᾶς, ἀλλ' ὀνόµατιξένῳ καταισχύνειν ἐπεθύµει; Ἀλλὰ γὰρ ᾔδει σαφῶς, ὅτι τὸ καλεῖσθαι ἀπὸ τῆς πρὸς τὸν Χριστὸν οἰκειώσεως, οὐκ ἀνθρώποις µόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ ταῖς ἀνωτέρω δυνάµεσιµέγας κόσµος ἐστί.∆ ιὰ τοῦτο πάντα ἐκίνει, ὥστε τοῦτον ἡµᾶς ἀποσυλῆσαι τὸν κόσµον, καὶ καταλῦσαι τὸ κήρυγµα. Ἀλλὰ τοῦτο ἀµήχανον ἦν, ἄθλιε καὶ ταλαίπωρε, ὥσπερ ἀµήχανον ἦν κατασκάψαι τὸν οὐρανὸν, καὶ σβέσαι τὸν ἥλιον, καὶ τὰ θεµέλια τῆς γῆς διασεῖσαικαὶ καταβαλεῖν. Καὶ ταῦτα προανεφώνησεν ὁ Χριστὸς οὕτως εἰπών· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι µου οὐ µὴ παρέλθωσιν. Ἀλλ' οὐκ ἀνέχῃ τοῦ Χριστοῦ λέγοντος· οὐκοῦν δέχου τὴν ἀπὸ τῶν πραγµάτων φωνήν. Ἐγὼ µὲν γὰρ καταξιωθεὶς εἰδέναι, τί ποτέ ἐστιν ἀπόφασις Θεοῦ, πῶς ἰσχυρὸν, καὶ ἄµαχον πρᾶγµα, καὶ τῆς φυσικῆς ἀκολουθίας, καὶ τῆς τῶνπραγµάτων πείρας πάντων ἀξιοπιστοτέραν ταύτην εἶναι πεπίστευκα· σὺ δὲ ὁ χαµαὶ συρόµενος ἔτι, καὶ πρὸς λογισµῶν ἐπτοηµένος ἐξέτασιν ἀνθρωπίνων, δέχου τὴν ἀπὸ τῶν πραγµάτων µαρτυρίαν· οὐδὲν ἀντιλέγω, οὐδὲ φιλονεικῶ.
1.2
Τί οὖν λέγει τὰ πράγµατα; Εἶπεν ὁ Χριστὸς, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθαι εὐκολώτερον, ἢ τῶν αὐτοῦ διαπεσεῖν τινα λόγων· ἀντεφθέγξατο τούτοις ὁ βασιλεὺς, καὶ ἠπείλησεν ἀναιρήσειν τὰ δόγµατα. Ποῦ οὖν ὁ βασιλεὺς ὁ ταῦτα ἀπειλήσας; Ἀπόλωλε, καὶ διέφθαρται, καὶ νῦν ἐστιν εἰς ᾅδου τὴν ἀπαραίτητον ἀναµένων κόλασιν. Ποῦ δὲ ὁ Χριστὸς, ὁ ἐκεῖνα ἀποφηνάµενος; Ἐν οὐρανοῖς, ἐν δεξιᾷ τοῦ Πατρὸς τὸν ὑψηλότατον τῆς δόξης κατέχων θρόνον. Ποῦ τοῦ βασιλέως τὰ βλάσφηµα ῥήµατα, καὶ ἡ ἀκόλαστος γλῶττα; Τέφρα γέγονε, καὶ κόνις, καὶ σκωλήκων τροφή. Ποῦ τοῦ Χριστοῦ ἡ ἀπόφασις; Ἀπ' αὐτῆς τῶν πραγµάτων λάµπει τῆς ἀληθείας, ὥσπερ ἀπὸ στήλης χρυσῆς τῆς τῶν ἔργων ἐκβάσεως ἀπαστράπτουσα. Καίτοι οὐδὲν τότε παρέλιπεν ὁ βασιλεὺς, τὸν πρὸς ἡµᾶς µέλλων αἴρεσθαι πόλεµον· ἀλλὰ καὶ µάντεις ἐκάλει, καὶ γόητας συνεκρότει, καὶ πάντα ἦν δαιµόνων µεστὰ καὶ πνευµάτων πονηρῶν. Τίνες οὖν αἱ τῆς θεραπείας ταύτης ἀµοιβαί; Πόλεων ἀνατροπαὶ, καὶ λιµὸς ἁπάντων λιµῶν ὁ πικρότατος. Ἴστε γὰρ δήπου καὶ µέµνησθε, πῶς κενὴ µὲν ἦν ὠνίων ἡ ἀγορὰ, µεστὰ δὲ θορύβων τὰ ἐργαστήρια, ἑκάστου φιλονεικοῦντος τὸ φανὲν προαρπάσαι, καὶ ἀπελθεῖν. Καὶ τί λέγω λιµὸν, ὅπου γε καὶ αὐταὶ τῶν ὑδάτων ἐπιλειπόµεναι αἱ πηγαὶ, πηγαὶ ποταµοὺς τῇ δαψιλείᾳ τοῦ ῥεύµατος ἀποκρύπτουσαι; Ἀλλ' ἐπειδὴ πηγῶν ἐµνήσθην, δεῦρο λοιπὸν ἐπὶ τὴν∆ άφνην ἀνέλθωµεν, καὶ τὸν λόγον πρὸς τὰ τοῦ µάρτυρος κατορθώµατα συνελάσωµεν. Καίτοι γε ἐπιθυµεῖτε τὰς Ἑλληνικὰς ἐκποµπεύειν ἀσχηµοσύνας ἔτι· ἀλλ' ὅµως, καὶ οὕτως αὐτὸς ὢν, ἀπάγωµεν· πάντως γὰρ, ὅπου µαρτύρων µνήµη, ἐκεῖ καὶ Ἑλλήνων αἰσχύνη. Οὗτος τοίνυν ὁ βασιλεὺς ἀνιὼν εἰς τὴν∆ άφνην, συχνῶς ἠνώχλει τὸν Ἀπόλλωνα δεόµενος, ἱκετεύων, ἀντιβολῶν, ὥστε µαντεύσασθαί τι περὶ τῶνµελλόντων αὐτῷ. Τί οὖν ὁ µάντις, ὁ µέγας τῶν Ἑλλήνων θεός; Νεκροί µε κωλύουσι φθέγγεσθαι, φησίν· ἀλλὰ ἀνάῤῥηξον τὰς θήκας, ἀνόρυξον τὰ ὀστᾶ, µετάστησον τοὺς νεκρούς. Τί τούτων ἀνοσιώτερον γένοιτ' ἂν τῶν ἐπιταγµάτων; Ξένους ὁ δαίµων τυµβωρυχίας εἰσάγει νόµους, καὶ καινοὺς ξενηλασίας ἐπινοεῖ τρόπους. Τίς ἤκουσε νεκροὺς ἐλαυνοµένους ποτέ; τίς εἶδε σώµατα ἄψυχα κελευόµενα µετανίστασθαι, καθάπερ οὗτος ἐπέταττε, τοὺς κοινοὺς τῆς φύσεως ἐκ βάθρων ἀνατρέπων νόµους; Κοινοὶ γάρ εἰσι τῆς φύσεως νόµοι παρὰ πᾶσιν ἀνθρώποις, τὸν ἀπελθόντα τῇ γῇ κρύπτεσθαι, καὶ ταφῇ παραδίδοσθαι, καὶ τοῖς κόλποις τῆς πάντωνµητρὸς περιστέλλεσθαι γῆς. Καὶ τούτους οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ εἴ τις ἐκείνων ἀγριώτερος ἐκίνησε τοὺς νόµους ποτὲ, ἀλλ' αἰδοῦνται, καὶ φυλάττουσιν ἅπαντες, καὶ οὕτως εἰσὶν ἱεροὶ, καὶ πᾶσιν αἰδέσιµοι. Ἀλλ' ὁ δαίµων ἐπάρας τὸ προσωπεῖον, γυµνῇ τῇ κεφαλῇ πρὸς τὰ κοινὰ τῆς φύσεως ἵσταται δόγµατα· Μίασµα γὰρ, φησὶν, εἰσὶν οἱ νεκροί. Οὐχ οἱ νεκροὶ µίασµα, πονηρότατε δαῖµον, ἀλλὰ προαίρεσις πονηρὰ µύσος ἐστίν. Εἰ δὲ χρή τι καὶ θαυµαστὸν εἰπεῖν, τὰ τῶν ζώντων µᾶλλον µεστὰ κακίας, ἢ τὰ τῶν τετελευτηκότων, εἰσὶ σώµατα µιαρά· τὰ µὲν γὰρ διακονεῖται τοῖς τῆς ψυχῆς ἐπιτάγµασι· τὰ δὲ κεῖνται ἀκίνητα· τὸ δὲ ἀκίνητον καὶ πάσης αἰσθήσεως ἔρηµον, καὶ κατηγορίας ἂν εἴη πάσης ἐλεύθερον. Πλὴν ἀλλ' οὐδὲ τὰ τῶν ζώντων εἴποιµι ἂν ἔγωγε σώµατα εἶναι τῇ φύσει µιαρὰ, ἀλλὰ πανταχοῦ τὴν πονηρὰν καὶ διεστραµµένην προαίρεσιν ταῖςπαρὰ πάντων κατηγορίαις εἶναι ὑπεύθυνον. Οὐκ ἔστι σῶµα νεκρὸν µίασµα, Ἄπολλον, ἀλλὰ τὸ κόρην διώκειν σωφρονεῖν βουλοµένην, καὶ σεµνότητα διορύττειν παρθένου, καὶ τῆς ἀναισχύντουπράξεως ἀποτυχόντα θρηνεῖν, τοῦτο καὶ κατηγορίας καὶ κολάσεως ἄξιον. Πολλοὶ γοῦν παρ' ἡµῖν ἐγένοντο προφῆται θαυµαστοὶ καὶ µεγάλοι, καὶ πολλὰ περὶ τῶν µελλόντων προειπόντες, καὶ οὐδαµοῦ τοὺς ἐρωτῶντας ἐκέλευοντὰ τῶν ἀπελθόντων ἀνορύττειν ὀστᾶ· ἀλλ' ὁ µὲν Ἰεζεκιὴλ αὐτῶν τῶν ὀστῶν πλησίον ἑστὼς, οὐ µόνον οὐδὲν ἐνεποδίζετο παρ' ἐκείνων, ἀλλὰ καὶ σάρκας αὐτοῖς καὶ νεῦρα καὶ δέρµατα περιθεὶς, εἰς ζωὴν ἐπανήγαγεν αὐτὰ πάλιν. Ὁ δὲ µέγας Μωϋσῆς οὐπλησίον ὀστῶν εἱστήκει νεκρῶν, ἀλλ' αὐτὸν ὅλον νεκρὸν ἐπιφερόµενος τὸν Ἰωσὴφ, οὕτω τὰ µέλλοντα προὔλεγε· καὶ µάλα εἰκότως. Τὰ µὲν γὰρ ἐκείνων ῥήµατα Πνεύµατος ἁγίου χάρις ἦν· τὰ δὲ τούτων ἀπάτη, καὶ ψεῦδος οὐδαµόθεν συσκιασθῆναι δυνάµενον. Ὅτι γὰρ σκῆψις ταῦτα, καὶ πρόφασις ἦν, καὶ τὸν µακάριον ἐδεδοίκει Βαβύλαν, δῆλον ἐξ ὧν ὁ βασιλεὺς ἔπραξε· τοὺς γὰρ ἄλλους ἅπαντας νεκροὺς ἀφεὶς, ἐκεῖνον τὸν µάρτυρα µόνον ἐκίνει. Καίτοι γε εἰ βδελυττόµενος αὐτὸν, ἀλλὰ µὴ φοβούµενος ταῦτα ἔπραττεν, ἐχρῆν κελεῦσαι συντριβῆναι τὴν λάρνακα, καταποντισθῆναι, εἰςἐρηµίαν ἀπαχθῆναι, ἑτέρῳ τινὶ ἀπωλείας ἀφανισθῆναι τρόπῳ. Τοῦτο γὰρ ἦν βδελυττοµένου. Οὕτως ὁ Θεὸς ἐποίησεν, ὅτε περὶ τῶν βδελυγµάτων τῶν ἐθνῶν τοῖς Ἑβραίοις διελέγετο· συντριβῆναι τὰς στήλας αὐτῶν ἐκέλευσεν, οὐκ ἀπὸ τῶν προαστείων ἐπὶ τὰς πόλεις ἄγειν τὰ µιάσµατα.
1.3
Ὁ µὲν οὖν µάρτυς ἐκινεῖτο, ὁ δὲ δαίµων οὐδὲ οὕτως ἀδείας ἀπέλαυεν· ἀλλ' εὐθέως ἐµάνθανεν, ὅτι ὀστᾶ µὲν µάρτυρος µετακινῆσαι δυνατόν ἐστιν, χεῖρας δὲ µάρτυρος διαφυγεῖν ἀδύνατον. Ὁµοῦ τε γὰρ ἡ λάρναξ ἐπὶ τὴν πόλιν εἵλκετο, καὶ κεραυνὸς ἄνωθεν ἐπὶ τὴν κεφαλὴν ἤρχετο τοῦ ξοάνου, καὶ τὰ πάντα κατέφλεγε. Καίτοι γε, εἰ καὶ µὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ µαρτύριον τοῦ µάρτυρος· ἀλλ' οὐδὲ τότε ἐτόλµησε· τοσοῦτος αὐτὸν κατεῖχε φόβος· ἀλλὰ καίτοι τὸν ἐµπρησµὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰτίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε. Καὶ οὐ τοῦτο µόνον ἐστὶ τὸ θαυµαστὸν, ὅτι τὸ µαρτύριον οὐ κατέσκαψεν, ἀλλ' ὅτι µηδὲ τὴν στέγην ἐπιθεῖναι πάλιν τῷ ναῷ οὐκ ἐτόλµησεν. Ἤδει γὰρ, ᾔδει θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐδεδοίκει µὴ περαιτέρω τι διανοηθεὶς, ἐπὶ τὴν οἰκείαν ἐκεῖνο καλέσῃ τὸ πῦρ κεφαλήν.∆ ιὰ τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρηµίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν. Οὐδὲ γὰρ ἄλλη τις ἦν αἰτία, δι' ἣν οὐ διώρθωσε τὸ γεγενηµένον, ἀλλ' ἢ φόβος µόνον δι' ὃν ἄκων ἡσύχαζε, καὶ ταῦτα εἰδὼς, ὅσον µὲν ὄνειδος καταλείπειτῷ δαίµονι, ὅσον δὲ κόσµον τῷ µάρτυρι. Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαµπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ∆ άφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθενἀφικνουµένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσοµένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως, τὴν πάλην, τὴν συµπλοκὴν, τὴν νίκην τοῦ µάρτυρος. Τὸν γὰρ πόῤῥωθεν ἀφιστάµενον τοῦ προαστείου, καὶ τὸ µὲν µαρτύριον τοῦ ἁγίου τῆς λάρνακος ἔρηµον, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος τὴν στέγηνἀφηρηµένον ὁρῶντα, εἰκὸς τὴν αἰτίαν τούτων ἑκατέρων ζητεῖν· εἶτα πᾶσαν µαθόντα τὴν ἱστορίαν, οὕτως ἀπελθεῖν ἐκεῖθεν. Τοιαῦτα τοῦ µάρτυρος τὰ κατορθώµατα, τὰ µετὰ τὴν τελευτήν.∆ ιὸ καὶ τὴν ὑµετέραν µακαρίζω πόλιν, ὅτι πολλὴν περὶ τὸν ἅγιον τοῦτον ἐπεδείξασθε τὴν σπουδήν. Καὶ γὰρ τότε, ἡνίκα ἀπὸ τῆς∆ άφνης ἐπανῄει, πᾶσα µὲν ἡµῖν ἡ πόλις εἰς τὴν ὁδὸν ἐξεχύθη, καὶ κεναὶ µὲν αἱ ἀγοραὶ ἀνδρῶν, κεναὶ δὲ γυναικῶν ἦσαν αἱοἰκίαι, ἔρηµοι δὲ παρθένων οἱ θάλαµοι. Οὕτω καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα τῆς πόλεως ἐξεπήδησαν, ὥσπερ πατέρα ἀποληψόµενοι χρόνιον, ἐκ µακρᾶς ἐπανιόντα τῆς ἀποδηµίας, Καὶ ὑµεῖς µὲν αὐτὸν τῷ τῶν ὁµοζήλων ἀπεδώκατε χορῷ· ἡ δὲ τοῦ Θεοῦ χάρις οὐκ εἴασεν ἐκεῖ διηνεκῶς µεῖναι, ἀλλὰ πάλιν αὐτὸν τοῦ ποταµοῦ πέραν µετέστησεν, ὥστε πολλὰ τῶν χωρίων τῆς εὐωδίαςἐµπλησθῆναι τοῦ µάρτυρος. Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν µόνος ἔµελλεν ἔσεσθαι, ἀλλὰ ταχέως γείτονα καὶ ὁµόσκηνον τὸν ὁµότροπον ἔλαβε, Καὶ γὰρ τῆς ἀρχῆς ἐκοινώνησεν αὐτῷτῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν.∆ ιὸ καὶ τὴν σκηνὴν ἔλαχεν αὐτῷ τὴν αὐτὴν, οὐ µάτην, ὡς ἔοικεν, ὁ θαυµαστὸς οὗτος τοῦ µάρτυρος ζηλωτής. Τοσοῦτον γὰρ ἐπόνει τὸν χρόνον ἐκεῖ, βασιλεῖ συνεχῶς ἐπιστέλλων, ἄρχοντας ἐνοχλῶν, καὶ τὴν ἀπὸ τοῦ σώµατος λειτουργίαν εἰσφέρων τῷ µάρτυρι. Ἴστε γὰρ δήπου, καὶ µέµνησθε, ὅτι µὲν θέρους τῆς ἀκτῖνος µέσης κατεχούσης τὸν οὐρανὸν, µετὰ τῶν προσεδρευόντων αὐτῷ, καθ' ἑκάστην ἐβάδιζεν ἐκεῖτὴν ἡµέραν, οὐχ ὡς θεατὴς µόνον, ἀλλὰ καὶ ὡς κοινωνὸς τῶν γινοµένων ἐσόµενος. Καὶ γὰρ λίθου συνεφήψατο πολλάκις, καὶ σχοῖνον εἵλκυσε, καὶ οἰκοδοµίας δεοµένῳ τινὸς, πρὸ τῶν ὑπουργούντων ὑπήκουσεν· ᾔδει γὰρ, ᾔδει πόσοι τούτων αὐτῷ κείσονται οἱ µισθοί. Καὶ διὰ τοῦτο διετέλει θεραπεύων τοὺς µάρτυρας, οὐκ οἰκοδοµαῖς µόνον λαµπραῖς, οὐδὲ ἐπαλλήλοις ἑορταῖς, ἀλλὰ τῷ βελτίονι τούτων τρόπῳ. Τίς δέ ἐστιν οὗτος; Μιµεῖται τὸν βίον αὐτῶν, ζηλοῖ τὴν ἀνδρείαν, διὰ πάντων κατὰ δύναµιν τὴν εἰκόνα διασώζει τῶν µαρτύρων ἐν ἑαυτῷ· ὅρα γάρ· Ἐπέδωκαν ἐκεῖνοι τὰ σώµατα τῇ σφαγῇ· ἐνέκρωσεν οὗτος τὰ µέλη τῆς σαρκὸς τὰ ἐπὶ τῆς γῆς· ἔστησαν ἐκεῖνοι πρὸς φλόγα πυρὸς, ἔσβεσεν οὗτος τῆς ἐπιθυµίας τὴν φλόγα· ἐµαχήσαντο πρὸς ὀδόντας θηρίων ἐκεῖνοι, ἀλλὰ καὶ οὗτος τὸ χαλεπώτατον τῶν ἐν ἡµῖν παθῶν, τὴν ὀργὴν ἐκοίµισεν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωµεν τῷ Θεῷ, ὅτι καὶ µάρτυρας οὕτω γενναίους ἡµῖν ἐχαρίσατο, καὶ ποιµένας µαρτύρων ἀξίους, εἰς καταρτισµὸντῶν ἁγίων, εἰς οἰκοδοµὴν τοῦ σώµατος τοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ δόξα, τιµὴ, κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note