Oratio de epiphania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ἄφες ἄρτι· ἔσται μου τῆς δοξολογίας καιρός· ἥξει τῆς εἰς ἐμὲ θεολογίας ὁ χρόνος. Νῦν δὲ πρέπον ἐστὶν ἡμῖν πᾶσαν πληρῶσαι δικαιοσύνην. Πρόσωπον νῦν τῆς τῶν ἀνθρώπων ἀνα δέδειγμαι φύσεως. Ὑπὲρ τοῦ καταχρέου πολιτεύομαι γένους· ἀποδοῦναι τὰ παρ' ἐκείνων ἦλθον χρεωστούμενα τέως, οὐκ ἀπολαβεῖν νῦν τὰ τῇ θεότητί μοι παρ' αὐτῶν χρεωστούμενα. Ἀμνὸς τοῖς τῶν ἀνθρώπων ἐπεδήμησα γένεσι, θυσία κατὰ τὸ φαινόμενον μετὰ μικρὸν θυομένη. Ἀνθρωπίνης μοι νῦν ὁ καιρὸς πολιτείας, οὐ τῆς θείας εἰς ἐμαυτὸν λατρείας ἀπαίτησις. Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.