Oratio de epiphania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἐπελάθεσθε τοῦ κόπου καὶ πρὸς τὸν δεσποτικὸν μετεχαλκεύθητε πόθον καὶ τὰ τοῦ Παύλου μικρὸν ἐνηλλαγμένως βοᾶτε· Κάμνω, οὐκέτι ἐγώ, ἰσχύει δὲ ἐν ἐμοὶ Χριστός. Ἀλλ' ἐπὶ τὴν δεσποτικὴν φωνὴν ἀναδράμωμεν· Τίς ἐστιν οὗτος μετ' ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα. Βοᾷ τὴν εἰς τὸν υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν ἵνα μάθωμεν τὴν τοῦ κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τὸν τοιοῦτον υἱὸν ὑπὲρ τοιούτων ἐπιδέδωκε δούλων, ὑπὲρ μισουμένων τὸν ποθεινόν, ὑπὲρ προσκρουσάντων τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον.