Oratio de epiphania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Ὅρα γὰρ τὴν δόξαν καὶ παρ' αὐτὰ τῆς σαρκὸς ταπεινά, τὰ τῆς σαρκὸς οὐ τῆς θείας οὐσίας, κἂν ἀγανακτῶσί τινες. Οὐκέτι γὰρ λέγω· κἂν ἀγανακτῶσι πολλοί· οἱ γὰρ πολλοὶ πρὸς ὀλίγους μετέστησαν. Τὰ τῆς σαρκὸς οὖν, ὥσπερ ἔφην, ταπεινὰ οὐ τῆς θείας οὐσίας. Θεότητος γὰρ ἀταπείνωτος φύσις ἣν εἶχεν ἀχωρίστως συμμένειν τοῦ δεσπότου τὸ σῶμα· καὶ ταῦτα τὰ τῆς σαρκὸς ταπεινὰ δόξης εἶχε τῆς ἄκρας ἀνάμεστα. Ἐτίκτετο νή πιος, ἀλλ' ἦν τῇ τῶν τόκων ὑπὲρ ἄνθρωπον φύσει. Οὐ γὰρ ἦν αὐτῷ γάμος ἀλλὰ τόκος, παρθένος μήτηρ. Ἐπὶ φάτνης γεννηθεὶς ἐρριπτεῖτο, ἀλλ' ἐχόρευον τὴν γέννησιν ἄγγελοι· ἐσπαργανοῦτο ῥάκεσιν, ἀλλ' ἐκ Περσίδος ἐν σπαργάνοις ὑπεδέχετο δῶρα· ἔφυγε τὴν Ἡρῴδου δολοφονίαν, ἀλλ' εἰς αὐτὸν διὰ μάγων προπαίξας· τοῦ παρὰ Ἰωάννου πᾶσι ἐκοινώνει βαπτίσματος, ἀλλὰ τῇ τοῦ βαπτίζοντος προσκυνούμενος γλώσσῃ.