Oratio de epiphania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Τῷ μὲν οὖν δεσπότῃ χαριστήριον πάντες κοινὸν προσαγάγωμεν τὴν τοῦ μακαρίου Παύλου φωνήν· Χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Ὑπὲρ δὲ τοῦ φιλοχρίστου βασιλέως αἰτήσωμεν παρὰ τοῦ τῶν ὅλων δεσπότου Χριστοῦ δέλτου μὲν αὐτῷ πολυέτους δοθῆναι ὑπατείας, λαβεῖν δὲ καὶ αὐτὸν τῇ παρ' αὐτῷ βοηθείᾳ ἐφ' υἱῷ βαπτιζομένῳ καὶ τὴν τοῦ κόσμου μετ' αὐτοῦ διοικοῦντι βασιλείαν εἰπεῖν πρὸς ἅπασαν τὴν οἰκουμένην· Οὗτός ἐστιν ὁ υἱός μου ἀγαπητός, αὐτοῦ ἀκούετε. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.