Oratio de epiphania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἦν μὲν οὖν καὶ ἡ τῶν γενεθλίων ἡμέρα θεοπρεποῦς ἐπιφανείας μεστή, ἀλλὰ τοῖς Ἰουδαίων ἀπόρρητος πλήθεσι καὶ δήμων οὐκ ἐμφανὴς ὀφθαλμοῖς. Φήμῃ γὰρ ὁ τεχθεὶς ἐγνωρίζετο μόνῃ ἣν ἡ τῶν μάγων ἐγέννησεν ἄφιξις, καὶ αὐτῶν ὡς ἐπ' ἀγνώστῳ τῷ τόκῳ πυνθανομένων· Ποῦ ἐστὶν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Διὰ τοῦτο καὶ ἀστὴρ τὸ τοῦ βρέφους αὖθις αὐτοῖς ἐδακτυλοδείκτει χωρίον, ὡς οὐκ ὄντος ἐμφανοῦς τοῦ τεχθέντος. Συνέφερε γὰρ τῷ τόκῳ τὸ ἄγνωστον καὶ πρῶτόν γε διὰ τὸν Ἡρῴδου θυμόν· εἴπερ τὸ βρέφος γνωριζόμενον ηὗρε, τοῦ τῆς οἰκονομίας ἂν προανέσφαξε τέλους.