Oratio de epiphania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Μεταξὺ δὲ ὁ δεσπότης ᾔει τῇ κοινῇ τοῦ πλήθους κεχρημένος προσόδῳ καὶ τῷ Ἰωάννῃ μὴ γνωριζόμενος. Ἐγὼ γάρ, φησίν, οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν. Ἡ τοῦ Πνεύματος δὲ χάρις τῆς τοῦ βαπτιστοῦ λαθραίως ἁψαμένη καρδίας τὴν τοῦ παρόντος ἀξίαν ἐμήνυσε. Δεξάμενος δὲ τῆς δεσποτικῆς παρουσίας Ἰωάννης τὴν γνῶσιν, τὴν χεῖρα συστείλας, τὴν κεφαλὴν ὑπετίθει· ἀφεὶς τὸν βαπτίζοντα, τὴν τοῦ βαπτιζομένου μετελάμβανε τάξιν. Διάλεξις ἐντεῦθεν ἐτίκτετο, κρύπτοντος μὲν Ἰωάννου τὴν χεῖρα, ἐγκειμένου δὲ τοῦ Χριστοῦ τῷ βαπτίσματι, τοῦ μὲν λέγοντος Βάπτισον, τοῦ δὲ ἀντιλέγοντος, τοῦ μὲν φρίττοντος τὴν ἁφήν, τοῦ δεσπότου δὲ θαρρεῖν ἐπιτάττοντος. Ὁ τῶν λόγων δὲ χρόνος τὸ πρὸς τὸ βάπτισμα σπεῦδον ἐνεπόδιζε πλῆθος. Ἐμποδιζόμενοι δὲ τὴν αἰτίαν ἐζήτουν, ζητοῦντες δὲ καὶ μακρὰν κεχυμένοι παρὰ τὸν Ἰωάννην συνέτρεχον, συντρέχοντες δὲ ἅπαντες τῶν λαλουμένων ἐγγύθεν κατήκουον.