Oratio de epiphania
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Καὶ πρῶτόν γε τῶν Ἰωάννου φωνῶν πεπληρωμένων ἐκπλήξεως· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. Ἀπόθου, φησί, πρὸς ἐμὲ τοῦ βαπτιζομένου τὸ σχῆμα· ἄφες τὴν τοῦ καθαρθῆναι δεομένου προσποίησιν. Ἃ χαρίζεσθαι πέφυκας, μὴ πλάττου δανείζεσθαι· σὸν πλοῦτος ὡς ἐν τούτοις μὴ σχηματίζου πενόμενος. Οὐκ ἔχω σοῦ παρόντος δεξιὰν πρὸς τὸ βαπτίζειν χρήσει ἀλλὰ τοῦ βαπτισθῆναι κεφαλὴν δεομένην. Οὐκ οἶδα νίπτειν ἀκτῖνας ἡλιακάς· οὐ γὰρ πέφυκεν ἥλιος παρὰ λύχνου φωτίζεσθαι· πηλὸς οὐ σμήχει πηγήν.