Quod nemo laeditur nisi a se ipso
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ὁ δὲ τῶν Νινευιτῶν δῆμος βάρβαρος ὢν καὶ ἀλλόφυλος, οὐδενὸς τούτων μετεσχηκώς, οὐ μικροῦ, οὐ μεγάλου, οὐ λόγων, οὐ θαυμάτων, οὐκ ἔργων, οὐ ῥημάτων ἐπειδὴ ἄνθρωπον εἶδον ἐκ ναυαγίου διασωθέντα, οὐδέποτε αὐτοῖς συγγενόμενον ἔμπροσθεν, ἀλλὰ τότε πρῶτον ὀφθέντα, εἰσελθόντα καὶ εἰπόντα· Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται, οὕτως ἀπὸ τῶν ψιλῶν τούτων ῥημάτων μετεβάλοντο καὶ βελτίους ἐγένοντο καὶ τὴν προτέραν ἀποθέμενοι κακίαν, πρὸς ἀρετὴν διὰ μετανοίας ὤδευσαν, ὡς ἀπόφασιν ἀνακαλέσασθαι θεοῦ καὶ σειομένην στῆσαι πόλιν καὶ θεήλατον ὀργὴν ἀποκρούσασθαι καὶ πάσης ἀπαλλαγῆναι κακίας. Εἶδε γὰρ ὁ θεός, φησίν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Πῶς ἀπέστη; εἰπέ μοι· καίτοι μεγάλη ἦν αὐτῶν ἡ κακία, ἄφατος ἡ πονηρία, δυσίατα τὰ ἕλκη. Καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγεν· Ἀνέβη ἡ κακία αὐτῶν ἕως τοῦ οὐρανοῦ τῷ διαστήματι τοῦ τόπου τὸ μέγεθος τῆς κακίας αὐτῶν ἐνδεικνύμενος. Ἀλλ' ὅμως τὴν τοσαύτην πονηρίαν, τὴν οὕτω κορυφωθεῖσαν καὶ ὑψωθεῖσαν ὡς καὶ ἕως τοῦ οὐρανοῦ φθάσαι, ταύτην ἐν τρισὶν ἡμέραις, ἐν βραχείᾳ καιροῦ ῥοπῇ, ἀπὸ ῥημάτων ὀλίγων ἃ παρ' ἑνὸς ἤκουσαν ἀνθρώπου, ἀγνώστου, ξένου, ναυαγοῦ γεγενημένου, οὕτω κατέλυσαν, οὕτως ἠφάνισαν, οὕτως ἐκποδὼν ἐποίησαν εἶναι, ὡς τοιαύτης ἀπολαῦσαι φωνῆς, ὅτι Εἶδεν ὁ θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ μετενόησεν ἀπὸ τῆς κακίας ἧς εἶπεν ὁ θεὸς ποιῆσαι αὐτοῖς. Ὁρᾷς ὅτι ὁ νήφων καὶ ἐγρηγορὼς οὐ μόνον παρὰ ἀνθρώπων οὐδὲν ἀδικεῖται, ἀλλὰ καὶ θεήλατον ὀργὴν ἀνατρέπει; ὁ δὲ οἴκοθεν ἑαυτὸν προδιδοὺς καὶ καταβλάπτων, κἂν μυρίων εὐεργεσιῶν ἀπολάβῃ, οὐδὲν μέγα κερδαίνει; Οὐκοῦν οὐδὲ ἐκείνους ὠφέλησε τὰ τοσαῦτα σημεῖα, οὐδ' αὐτοὺς τούτους τὸ μὴ μετασχεῖν τούτων παρέβλαψεν· ἀλλ' ἐπειδὴ οἴκοθεν ἦσαν εὐγνώμονες μικρᾶς ἐπιλαβόμενοι ῥοπῆς βελτίους ἐγένοντο, καίτοι βάρβαροι ὄντες καὶ ἀλλόφυλοι καὶ πάντων ἀνήκοοι τῶν θείων χρησμῶν καὶ πόρρω που τῆς Παλαιστίνης ἀπῳκισμένοι.