Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod nemo laeditur nisi a se ipso
John Chrysostomipso 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ὅταν οὖν μήτε ζημία χρημάτων μήτε συκοφαντίαι καὶ λοιδορίαι μήτε τὸ πρὸς τὴν ὑπερορίαν μεταστῆναι, μήτε νόσοι καὶ βάσανοι, μήτε αὐτὸ ὁ πάντων δοκεῖ φοβερότερον εἶναι, ὁ θάνατος, βλάπτῃ τοὺς πάσχοντας, ἀλλὰ καὶ ὠφελῇ μειζόνως, πόθεν ἔχεις μοι δεῖξαί τινα ἀδικούμενον, ὅταν ἐντεῦθεν μηδὲν ἀδικῆται; Ἐγὼ γὰρ τοὐναντίον ἀποδεῖξαι πειράσομαι, ὅτι οἱ μάλιστα ἀδικούμενοι καὶ ἐπηρεαζόμενοι καὶ τὰ ἀνήκεστα πάσχοντες, οἱ ταῦτα ποιοῦντές εἰσι. Τί γὰρ ἀθλιώτερον γένοιτ' ἂν τοῦ Κάιν, τοῦ τοιαῦτα τὸν ἀδελφὸν διαθέντος; Τί δὲ τῆς Φιλίππου γυναικὸς ἐλεεινότερον τῆς τὸν Ἰωάννην ἀποτεμούσης; Τί δὲ τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τῶν ἀπεμπολησάντων αὐτὸν καὶ πρὸς τὴν ὑπερορίαν μεταστησάντων; Τί δὲ τοῦ διαβόλου τοῦ τὸν Ἰὼβ τοσούτοις καταξάναντος κακοῖς; Οὐ γὰρ δὴ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ ταύτης οὐ τὴν τυχοῦσαν δώσει δίκην τῆς ἐπιβουλῆς. Εἶδες πῶς κἀνταῦθα πλεῖον τῆς ὑποσχέσεως ὁ λόγος ἀπέδειξεν; Οὐ μόνον οὐδεμίαν λύμην ἀπὸ τῶν ἐπιβούλων τούτων ὑπομένοντας τοὺς ἐπηρεαζομένους, ἀλλὰ καὶ τὸ πᾶν εἰς τὴν τῶν ἐπιβουλευόντων περιτρεπόμενον κεφαλήν· ἐπειδὴ γὰρ οὔτε πλοῦτος, οὔτε τὸ ἐλεύθερον εἶναι οὔτε τὸ πατρίδα οἰκεῖν, οὔτε τὰ ἄλλα ἅπερ εἶπον, ἀνθρώπου εἰσὶν ἀρεταί, ἀλλὰ τῆς ψυχῆς τὰ κατορθώματα, εἰκότως, ὅταν εἰς ταῦτα ἡ βλάβη γίνηται, οὐδὲν ἡ ἀνθρωπινὴ παραβλάπτεται ἀρετή. Τί οὖν ἂν εἰς αὐτήν τις παραβλαβῇ τῆς ψυχῆς τὴν φιλοσοφίαν; οὐδὲ ἐνταῦθα ἂν βλαβῇ, παρ' ἑτέρου βλάπτεται, ἀλλ' οἴκοθεν καὶ παρ' ἑαυτοῦ. Πῶς οἴκοθεν καὶ παρ' ἑαυτοῦ; φησίν. Ὅταν μαστιχθῇ παρ' ὁτουοῦν ἢ τὰ ὄντα ἀφαιρεθῇ ἢ χαλεπήν τινα ἑτέραν ὑπομείνας ἐπήρειαν, βλάσφημόν τι ῥῆμα ἐξενεγκῇ, ἐβλάβη μὲν ἐνταῦθα καὶ βλάβην μεγίστην· οὐ μὴν παρὰ τοῦ ἐπηρεάσαντος, ἀλλὰ παρὰ τῆς οἰκείας μικροψυχίας. Ὅπερ γὰρ ἔμπροσθεν εἶπον, καὶ νῦν ἐρῶ. Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρός, τοῦ ἀλάστορος ἐκείνου δαίμονος καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου πονηρότερον ἄν τινι προσβάλοι, οὐδὲ πικρότερον· ἀλλ' ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ' αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφείς, ὑποσκελίσαι καὶ καταβαλεῖν. Τοσαύτη τῆς ψυχῆς ἐστιν ἡ εὐγένεια. Τί δὲ ὁ Παῦλος; οὐ τοσαῦτα ἔπαθε δεινά, ἃ μηδὲ καταλέξαι ῥᾴδιον; Δεσμωτήρια οἰκῶν, ἁλύσεις περικείμενος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος παρὰ Ἰουδαίων, λιθαζόμενος, οὐχ ἱμᾶσι μόνοις, ἀλλὰ καὶ ῥάβδοις τὰ νῶτα ξαινόμενος, καταποντιζόμενος, λῃσταῖς πολλάκις περιπίπτων, ἐμφύλιον ὑπομένων πόλεμον παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν γνωρίμων βαλλόμενος διηνεκῶς, μυρίαις ἐπιβουλευόμενος ἐπιβουλαῖς, λιμῷ καὶ γυμνότητι παλαίων, ἑτέρας πυκνὰς καὶ συνεχεῖς ὑπομένων περιστάσεις καὶ θλίψεις; Τί δεῖ τὰ πολλὰ λέγειν; καθ' ἑκάστην ἀποθνῄσκων τὴν ἡμέραν, ἀλλ' ὅμως τοσαῦτα πάσχων καὶ τηλικαῦτα, οὐ μόνον οὐδὲν ἐξήνεγκε ῥῆμα βλάσφημον, ἀλλ' ἔχαιρεν ἐπὶ τούτοις καὶ ἐκαυχᾶτο. Καὶ νῦν μέν φησι· Χαίρω ἐν τοῖς παθήμασί μου, νῦν δέ· Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἰ τοίνυν τοσαῦτα πάσχων αὐτὸς ἔχαιρε καὶ ἐκαυχᾶτο, τίνα ἔχεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν οὐ τὸ πολλοστὸν αὐτῶν ὑπομένων μέρος καὶ βλασφημῶν;

Intertext edge

Open linked passage

Note