Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod nemo laeditur nisi a se ipso
John Chrysostomipso 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Ἀλλ' ἑτέρως ἀδικοῦμαι, φησί, καὶ μὴ βλασφημήσω; τὰ χρήματα ἀφαιρεθείς, ἄχρηστος γίνομαι πρὸς τὴν ἐλεημοσύνην, φησί. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀλγεῖς, μάθε σαφῶς ὅτι πενία ἐλεημοσύνης οὐ γίνεται κώλυμα. Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης καὶ τῆς δύο μόνον ἐχούσης ὀβολούς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα ἐθαυμάσθη, καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ' οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας. Ὥστε οὐδὲ ἐνταῦθα ἠδίκησαι ἀλλὰ καὶ μειζόνως ἐκέρδανας, δι' ὀλίγης εἰσφορᾶς τῶν τὰ πολλὰ καταθέντων λαμπροτέρους λαβὼν τοὺς στεφάνους. Ἀλλ' ἐπειδή, κἂν μυριάκις ταῦτα εἴπωμεν, αἱ φιλοσώματοι ψυχαὶ καὶ τοῖς βιωτικοῖς ἡδέως ἐγκαλινδούμεναι καὶ τοῖς παροῦσιν ἐνηδυπαθοῦσαι πράγμασι οὐκ ἂν ῥᾳδίως ἀνάσχοιντο τῶν κατασηπομένων ἀνθῶν ἀποστῆναι,– τοιαῦτα γὰρ τοῦ βίου τὰ φαιδρὰ τούτου– οὐδὲ τὰς σκιὰς ἀφεῖναι ἀνέχονται, ἀλλ' οἱ μὲν ἐπιεικέστεροι κἀκείνων καὶ τούτων ἀντέχονται, οἱ δὲ ἐλεεινότεροι ἐκ πλείονος μὲν ἐκείνων μοίρας, τούτων δὲ ἐξ ἐλάττονος σφόδρα, φέρε δὴ τὰ προσωπεῖα ἀφελόντες τὰ φαιδρὰ καὶ περιφανῆ τῆς αἰσχρᾶς καὶ δυσειδοῦς τῶν πραγμάτων ὄψεως τούτων, δείξωμεν τῆς ἑταιριζομένης γυναικὸς τὴν βδελυγμίαν. Τοιοῦτον γὰρ ἡ τοιαύτη ζωή, ἡ τρυφαῖς καὶ πλούτῳ καὶ δυναστείαις προσέχουσα· τὸ αἰσχρὸν καὶ δυσειδὲς καὶ πολλῆς βδελυγμίας γέμον, τὸ ἀηδὲς καὶ φορτικὸν καὶ πικρίας ἐμπεπλησμένον. Καὶ γὰρ δὴ τοῦτο μάλιστά ἐστι τὸ πάσης ἀποστεροῦν τοὺς ἁλόντας συγγνώμης, ὅτι καὶ ἀηδίας καὶ πολλῆς τῆς πικρίας ἐμπεπλησμένος ὁ βίος οὗτος, ποθεινὸς αὐτοῖς καὶ περισπούδαστός ἐστι. Καὶ μυρίων γέμων κινδύνων, αἱμάτων, κρημνῶν, σκοπέλων καὶ φόνων καὶ φόβων καὶ τρόμων καὶ φθόνου καὶ βασκανίας καὶ ἐπιβουλῆς καὶ φροντίδος διηνεκοῦς καὶ μερίμνης καὶ κέρδος ἔχων οὐδέν, οὐδὲ καρπὸν τῶν τοσούτων κακῶν οὐδένα φέρων, ἀλλ' ἢ κόλασιν καὶ τιμωρίαν καὶ τὸ διηνεκῶς βασανίζεσθαι, ζηλωτὸς εἶναι τοῖς πολλοῖς δοκεῖ καὶ περιμάχητος ὃ τῆς ἀνοίας τῶν ἁλισκομένων ἐστίν, οὐ τῆς τοῦ πράγματος μακαριότητος. Ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ πρὸς μὲν τὰ ἀθύρματα κέχηνε καὶ ἐπτόηται, τῶν δὲ τελείοις ἀνδράσι πρεπόντων πραγμάτων οὐδὲ αἴσθησιν λαβεῖν δύναιτ' ἄν. Ἀλλ' ἐκείνοις μὲν συγγνώμη διὰ τὸ τῆς ἡλικίας ἄωρον· οὗτοι δὲ ἀπολογίας ἐκβέβληνται, ἐν ἡλικίᾳ τελείᾳ παιδικὴν ἔχοντες γνώμην, κἀκείνων ἀνοητότερον διακείμενοι. Διὰ τί γὰρ ζηλωτὸς ὁ πλοῦτος; εἰπέ μοι· καὶ γὰρ ἀναγκαῖον ἐντεῦθεν προοιμιάσασθαι, ἐπειδὴ ὑγιείας καὶ ζωῆς καὶ τῆς παρὰ τῶν πολλῶν εὐφημίας καὶ χρηστῆς ὑπολήψεως καὶ πατρίδος καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ ἁπάντων τῶν τὸ χαλεπὸν τοῦτο νόσημα νενοσηκότων τιμιώτερον τοῖς πολλοῖς ἔδοξεν εἶναι. Καὶ πρὸς αὐτὰς ἀνέβη λοιπὸν τὰς νεφέλας ἡ πυρὰ καὶ γῆν καὶ θάλατταν ἡ κάμινος αὕτη κατέλαβε καὶ ὁ μὲν σβεννύων τὴν φλόγα ταύτην οὐδείς· οἱ δὲ ἀνακαίοντες, ἅπαντες αὐτοί τε οἱ ἁλόντες ἤδη, οἵ τε μηδέπω ἁλόντες, ἵνα ἁλῶσι. Καὶ ἕκαστον ἴδοι τις ἂν καὶ ἄνδρα καὶ γυναῖκα καὶ οἰκέτην καὶ ἐλεύθερον καὶ πλούσιον καὶ πένητα κατὰ δύναμιν τὴν ἑαυτοῦ φορτία βαστάζοντα, τὰ τῇ φλογὶ ταύτῃ δι' ἡμέρας τε καὶ νυκτὸς πολλὴν παρέχοντα τὴν τροφήν, φορτία οὐ ξύλων οὐδὲ φρυγάνων, οὐ γὰρ τοιαύτη ἡ φλόξ, ἀλλὰ ψυχῶν καὶ σωμάτων ἀδικίας καὶ παρανομίας. Ἀπὸ γὰρ τούτων ἀνάπτεσθαι πέφυκεν αὕτη τῆς φλογὸς ἡ φύσις. Οἵ τε γὰρ πλουτοῦντες οὐδαμοῦ τῆς ἀτόπου ταύτης ἵστανται ἐπιθυμίας, κἂν ἅπασαν περιβάλωνται τὴν οἰκουμένην· οἵ τε πένητες ἐπείγονται φθάσαι ἐκείνους καὶ λύσσα τις ἀνίατος καὶ μανία ἀκάθεκτος καὶ νόσος ἀδιόρθωτος τὰς πάντων κατέχει ψυχάς. Καὶ πάντα ἔρωτα οὗτος νικήσας ὁ ἔρως καὶ παρωσάμενος ἐξέβαλε τῆς ψυχῆς. Καὶ οὔτε φιλίας λόγος, οὔτε συγγενείας. Τί λέγω φιλίας καὶ συγγενείας; οὐ γυναικὸς καὶ παίδων, οὗ τί γένοιτ' ἂν ἀνδράσι ποθεινότερον; ἀλλὰ πάντα χαμαὶ ἔρριπται καὶ καταπεπάτηται, τῆς ὠμῆς ταύτης καὶ ἀπανθρώπου δεσποίνης τῶν ἁλόντων τὰς ἁπάντων καταλαβούσης ψυχάς. Καὶ γὰρ, ὡς δέσποινα τούτων ἀπάνθρωπος καὶ ὡς τύραννος ἀπηνὴς καὶ ὡς βάρβαρος ὠμὴ καὶ ὡς πόρνη πάνδημος καὶ πολυτελής, καταισχύνει καὶ κατατείνει καὶ μυρίοις κολάζει κινδύνοις τε καὶ τιμωρίαις τοὺς ἑλομένους δουλεύειν αὐτῇ· καὶ φοβερά τις οὖσα καὶ ἀμείλικτος, ἀγρία καὶ ἀπηνὴς καὶ πρόσωπον ἔχουσα βαρβαρικόν, μᾶλλον δὲ θηριῶδες καὶ λύκου καὶ λέοντος ἀγριώτερον, προσηνής τις εἶναι δοκεῖ καὶ ποθεινὴ καὶ μέλιτος γλυκυτέρα τοῖς αἰχμαλωτισθεῖσιν ὑπ' αὐτῆς. Ξίφος καὶ ὅπλα καθ' ἑκάστην κατ' αὐτῶν χαλκεύουσα τὴν ἡμέραν καὶ βάραθρα ἀνορύττουσα καὶ ἐπὶ κρημνοὺς ἄγουσα καὶ σκοπέλους καὶ μυρία αὐτοῖς πλέκουσα κολάσεως δίκτυα, ζηλωτοὺς αὐτοὺς νομίζεται ποιεῖν τοῖς τε ἑαλωκόσιν αὐτοῖς, τοῖς τε ἐπιθυμοῦσιν ἁλῶναι. Καὶ καθάπερ ὗς ἀμάρᾳ καὶ βορβόρῳ ἐγκαλινδουμένη ἥδεται καὶ τρυφᾷ καὶ κάνθαροι κόπρον συνεχῶς ἀνελίττοντες, οὕτω δὴ καὶ οἱ τῇ φιλαργυρίᾳ ἁλόντες τῶν ζῴων τούτων εἰσὶν ἀθλιώτεροι. Καὶ γὰρ μείζων ἡ ἐνταῦθα βδελυγμία, καὶ ὁ βόρβορος δυσωδέστερος. Ἐνδιατρίβοντες γὰρ τῷ πάθει, πολλὴν νομίζουσιν ἡδονὴν ἐντεῦθεν καρποῦσθαι· ὅπερ οὐ τῆς φύσεως τοῦ πράγματός ἐστιν, ἀλλὰ τῆς τὴν τοιαύτην ἀλογίαν νοσούσης διανοίας.

Intertext edge

Open linked passage

Note