Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod regulares feminae viris cohabitare non debeant
John ChrysostomDebe 11 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ὅταν δὲ ἡμέρα γένηται, καὶ τῆς εὐνῆς ἀμφοτέρους ἐξανίστασθαι δέῃ, φυλακαὶ καὶ παρατηρήσεις. Οὔτε γὰρ προελθεῖν εἰς τὸ ἐξώτερον δωμάτιον ἀδεῶς αὐτὴ δύναιτ' ἂν πολλάκις, προελθοῦσα δὲ, ἴσως καὶ γυμνῷ τῷ σώματι προσπεσοῦσα τἀνδρός. Κἀκεῖνος αὐτὸ τοῦτο ὑφορώμενος νῦν μὲν προαγγείλας εἰσῆλθεν, νῦν δὲ ἀφυλάκτως, καὶ πολὺν ὤφλησε γέλωτα· πλέον γὰρ οὐδὲν εἰπεῖν βούλομαι· ταῦτα δὲ, εἰ καὶ μικρὰ, ἀλλὰ μεγάλης ἄνθρακας ἀσελγείας τίκτειν εἴωθεν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς οἰκίας, καὶ μείζονα τούτων· ὅταν δὲ εἰς ἀγορὰν ἐμβαλὼν ἐπανιέναι μέλλῃ, μείζων ἡ ἀσχημοσύνη πάλιν. Ἅτε γὰρ εἰς ἰδίαν εἰσιὼν οἰκίαν, καὶ οὐκ ἀναγκαζόμενος προαγγεῖλαι, παρακαθημένας εὑρὼν γυναῖκας κατῄσχυνεν ἐκείνην· καὶ αὐτὴ δὲ τὸ αὐτὸ πέπονθε πολλάκις. Καὶ γυναῖκας μὲν γυνὴ δέξασθαι αἰσχρὸν εἶναι νενόμικε, καὶ ἄνδρας ὁ ἀνήρ· ἀλλήλοις δὲ συνοικεῖν οὐ παραιτοῦνται, παραιτούμενοι δι' ἀλλήλους τοὺς ὁμοφύλους ξενίσαι. Τί τούτου χεῖρον γένοιτ' ἄν; Ἔστι δὲ ὅτε αὐτὸν καὶ γυναικὶ ηὗρον παρακα θήμενον μηρυομένῃ ἢ καὶ ἠλακάτην ἐχούσῃ. Τί ἄν τις εἴποι τὰς ὕβρεις, τὰς μάχας τὰς καθημερινάς; κἂν γὰρ πολλὴ ἡ φιλία ᾖ, ἀλλὰ καὶ ταῦτα συμβαίνειν εἰκός. Ἤκουον δὲ ἔγωγέ τινων, ὅτι καὶ ζηλοτυπίας ὑπομένουσιν· ἔνθα γὰρ ἂν μὴ ᾖ ἀγάπη πνευματικὴ, καὶ τοῦτο ἀνάγκη γίνεσθαι. Ἐντεῦθεν τὰ πτώματα συνεχῆ, ἐντεῦθεν αἱ διαφθοραὶ, ἐντεῦθεν ἀνελεύθεροι καὶ ἀναίσχυντοι γίνονται αἱ παρθένοι, κἂν μὴ διαφθαρῶσι τὸ σῶμα, τὸ ἦθος διαφθειρόμεναι. Ὅταν γὰρ μετὰ παρρησίας μάθῃ διαλέγεσθαι ἀνδρὶ, καὶ συγκαθέζεσθαι, καὶ ἀντιβλέπειν, καὶ γελᾶν παρόντος, καὶ πολλὰ ἕτερα ἀσχημονεῖν, καὶ μηδὲν ἡγῆται τοῦτο εἶναι δεινὸν, ἀναιρεῖται τὸ καταπέτασμα τῆς παρθενίας, καὶ πατεῖται τὸ ἄνθος. Ἐντεῦθεν οὐδὲν ὀκνοῦσιν οὐδὲ παραιτοῦνται, ἀλλὰ καὶ πρόβολοι γίνονται γάμων καὶ κάπηλοι πραγμάτων ἑτέρων, καὶ βουλομένας χηρεύειν πολλὰς κωλύουσιν, νομίζουσαι τῶν οἰκείων κακῶν ἀπολογίαν ηὑρηκέναι ταύτην· ἐντεῦθεν εὐκαταφρόνητοι πᾶσίν εἰσιν, ἐντεῦθεν καὶ αὐταὶ αἱ γεγαμημέναι αὐτὰς οὐκ ἐπαισχύνονται, ἅτε ἄμεινον αὐτῶν πράττουσαι πανταχοῦ. Πολλῷ γὰρ βέλτιον καὶ ἑνὶ καὶ δευτέρῳ συνάπτεσθαι γάμῳ, ἢ τοιαῦτα ἀσχημονεῖν, καὶ προαγωγῶν καὶ μαστροπῶν ὑπόνοιαν λαμβάνειν παρὰ πᾶσιν. Τί τῶν ἡδέων ἀποστᾶσα τοῦ γάμου τοῖς φορτικοῖς ἑαυτὴν ὑποβάλλεις τοῦ γάμου; Τί γὰρ φορτικώτερον ἢ ἄνδρα ἔχειν καὶ τὰ ἐκείνου μεριμνᾶν; Ἀπήλλαξέν σε τῆς ἐπαχθείας ταύτης ὁ Θεός· τὸ Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει λέλυταί σοι διὰ τῆς παρθενίας· τί πάλιν ἐπισπᾶσαι τὴν δουλείαν; Ἐλευθέραν σε ἐποίησεν ὁ Χριστὸς, σὺ δὲ σαυτῇ ῥάπτεις πράγματα· ἀμέριμνόν σε ἐποίησε, σὺ δὲ ἐπινοεῖς φροντίδας. Ἀλλὰ γὰρ ἐπειδὴ μερίμνης ἐμνημόνευσα, εὐκαίρως με ταῦτα λέγοντα εἰσῆλθε τὸ ἀποστολικὸν ἐκεῖνο. Εἰ γὰρ τὸ συνοικεῖν ἀνδράσιν γυναῖκας, καὶ γυναιξὶν ἄνδρας, τοῦτο ὑπετέμνετο φροντίδας, οὐκ ἂν ἐπὶ ἐγκράτειαν παρακαλῶν ὁ Παῦλος εἶπεν, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι, ὡς καὶ ταύτῃ προτρέπων ἡμᾶς. Τί γὰρ βούλεσθε; φησίν· ἀνάπαυσιν, καὶ ἐλευθερίαν; Εἶτα οὐχ ὁρᾶτε τοὐναντίον ἐκβαῖνον, δουλείαν καὶ μόχθους καὶ ταλαιπωρίας πολλὰς ἀπὸ τοῦ συνοικεῖν ἀνδράσιν; Πολλαὶ γοῦν πολλάκις ἀποβαλοῦσαι τοὺς ἄνδρας διὰ τοῦτο οὐκ ἐγήμαντο πάλιν, ἵνα μὴ ὑπὸ ζυγὸν δουλείας ὦσιν. Ὅλως δὲ εἰ πενίᾳ συζῇς, καὶ πανταχόθεν ἀπροστάτευτος εἶ, ἀρετὴν ἐπίδειξαι βίου, καὶ πρὸς ἄνδρα μὲν μηδὲν ἔχε κοινὸν, ἀνάμιξον δὲ σαυτὴν γυναιξὶν εὐσχημόνως βεβηκυίαις, καὶ οὔτε ἀπολεῖς σου τὸν στέφανον, καὶ ἀδείας ἀπολαύσει πάσης. Εἰ δὲ δυσπόριστον τοῦτο εἶναι νομίζεις, ζήτησον σπουδαίως, καὶ πάντως εὑρήσεις· μᾶλλον δὲ οὐδὲ ζητεῖν ἀνάγκη. Ὥσπερ γὰρ τῷ φωτὶ προστρέχομεν ἅπαντες, οὕτως ἂν ἀναλάμψωσί σου τῆς πολιτείας αἱ ἀκτῖνες, πᾶσαι ἐπιδραμοῦνται ἀγα πῶσαι ἑκάστη διακόνου σοι τάξιν ἐπέχειν, καὶ τῆς ἰδίας οἰκίας ἀσφάλειάν σε ἡγήσονται εἶναι καὶ κόσμον τοῦ βίου καὶ στέφανον τῆς ζωῆς, κατὰ τὸν τοῦ Χριστοῦ λόγον· Ζητεῖτε γὰρ, φησί, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν. Νυνὶ δὲ καὶ τοῦ τῶν βιωτικῶν ἐκπίπτειν ἡμεῖς αἴτιοι, τῶν οὐρανίων ἀμελοῦντες πραγμάτων. Ἡμεῖς δὲ ὅταν εἴπω, οὐκ ἄνδρας λέγω μόνον, ἀλλὰ καὶ ὑμᾶς, καὶ ὑμᾶς μᾶλλον ἢ ἄνδρας, ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν διὰ τοῦτο χαλεπωτέραν ἐδέξατο τιμωρίαν ἡ γυνὴ, ἐπειδὴ καὶ τὸ πλέον τῆς ἀπάτης εἰσήνεγκεν· διὸ καὶ τὴν ἀπατήσασαν τοῦ ἀπατηθέντος μᾶλλον ἐκόλασεν ὁ Θεός. ὃ καὶ νῦν ἔσται, ἂν μὴ βουληθῆτε διορθώσασθαι καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν εὐγένειαν. Διὰ γάρ τοι τοῦτο καὶ ἡ γυνὴ τότε ἐγκαλουμένη, ὅτι τῷ ἀνδρὶ ἔδωκεν ἐκ τοῦ καρποῦ, οὐκ ἐτόλμησεν εἰπεῖν ὅτι· Ἐχρῆν μὲν αὐτὸν ἄνδρα ὄντα μὴ πεισθῆναι, μηδὲ ἀπατηθῆναι, ἀλλὰ ταύτην μὲν ὡς οὐδὲ οὖσαν ἀπολογίαν ἐσίγησεν, ἐφ' ἑτέραν δὲ ἦλθεν, ἀσθενῆ μὲν καὶ αὐτὴν πλὴν ἀλλ' ὅμως παρὰ ταύτην μᾶλλον ἔχουσαν λόγον. Ὅθεν δῆλον ὅτι μᾶλλον τοῖς ἠπατημένοις ἔξεστι προβαλέσθαι τοὺς ἀπατεῶνας, ἢ ἐκείνοις τοὺς ἠπατημένους. Ἡ πόρνη καλεῖ τὸν ὑβρίζοντα αὐτῆς τὸ σῶμα, καὶ συγκατακλίνασα πάλιν ἀφίησιν, σὺ δὲ τὸν ὑβρίζοντά σου τὴν ψυχὴν καὶ φθείροντα καλέσασα, κατακλείεις ἔνδον διὰ παντὸς, καὶ οὐ συγχωρεῖς ἐξιέναι, δεσμὰ περιβάλλουσα χαλεπὰ τῇ κολακείᾳ, τῇ θεραπείᾳ, ταῖς ἄλλαις ἴυγξιν, καὶ ἡγῇ καὶ δοξάζεσθαι, καταισχύνουσα σαυτήν; Εἶτα οὐκ ἐννοεῖς, εἰπέ μοι, τὸν παρόντα βίον, πῶς βραχὺς, πῶς ὀνείρασι προσέοικε, καὶ ἄνθεσι μαραινομένοις, καὶ σκιᾷ παρατρεχούσῃ; Τί βούλει τρυφήσασα νῦν ἐν ὀνείρατι, κολάζεσθαι ἐν ἀληθείᾳ τότε;

Intertext edge

Open linked passage

Note