Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod regulares feminae viris cohabitare non debeant
John ChrysostomDebe 12 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Καίτοι γε οὐδὲ τρυφὴ τὸ πρᾶγμά ἐστιν· πῶς γάρ, ὅπου κατάγνωσις καὶ κατηγορίαι καὶ σκώμματα καὶ λοιδορίαι καὶ σκάνδαλα; Πλὴν ἀλλ' εἰ καὶ τρυφὴ ἦν, τί σταγὼν ὕδατος μικρὰ πρὸς ἄπειρον πέλαγος; Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, πρὸς τὴν οἰκουμένην ποτὲ κακῶς διακειμένην ἔλεγεν ὁ Δαυίδ. Τοῦτο τοίνυν καὶ ἡμεῖς ἐπᾴδομέν σοι, τὸ ῥῆμα μικρὸν παραλλάξαντες τοῦ προφήτου, καὶ ἐροῦμεν μετὰ τοῦ προφήτου· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τῆς πονηρᾶς συνηθείας, καὶ τῶν ἐπὶ κακῷ συνοικούντων, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Τί σοι τούτου πλέον, τί δὲ ἴσον ἔχοιμεν ἂν εἰπεῖν, ἀλλ' ἢ ὅταν τὸν οὐρανοῦ καὶ γῆς, καὶ ἀγγέλων τε καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων Δεσπότην ἐραστὴν λάβῃς, ἀπαλλαγεῖσα τούτων τῶν εὐτελῶν ὁμοδούλων καὶ καταισχυνόντων σου τὴν εὐγένειαν; Διὸ δὴ καὶ ἐνταῦθα καταλῦσαι τὸν λόγον καλόν· οὐδὲν γὰρ ἴσον εἰπεῖν ταύτης ἔχομεν τῆς τιμῆς. Εἰ γὰρ Βασιλέα τῶν ἐπὶ γῆς λαβοῦσά τις νυμφίον, πάντων ἡγεῖται ἑαυτὴν εἶναι μακαριωτέραν, σὺ δὲ οὐ τὸν ἐπὶ γῆς, οὐδὲ τὸν ὁμόδουλον, ἀλλὰ τὸν ἐν τοῖς οὐρανοῖς, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, τὸν ἐπάνω τῶν Χερουβὶμ καθήμενον, τὸν σείοντα τὴν γῆν, τὸν ἐκτείναντα τὸν οὐρανὸν, τὸν φοβερὸν μὲν τοῖς Χερουβὶμ, ἀπρόσιτον δὲ τοῖς Σεραφὶμ, οὐχὶ νυμφίον ἔχουσα μόνον, ἀλλὰ καὶ ἐραστὴν, καὶ ἐραστὴν παντὸς ἀνθρώπου σφοδρότερον, πῶς οὐ πάντα ἀφήσεις τὰ ἐνταῦθα, εἰ καὶ αὐτὴν δέοι προέσθαι τὴν ψυχήν; Ἐπεὶ οὖν τοῦτο ἀρκεῖ τὸ ῥῆμα μόνον καὶ τὸν μολύβδου παντὸς βαρύτερον ὀρθῶσαι, καὶ πρὸς τὰς ἄνω πτερῶσαι διατριβὰς, καὶ ἡμεῖς ἐνταῦθα καταλύομεν, καὶ σοὶ παραινοῦμεν; καθάπερ τινὰ θείαν ταύτην ἐπᾴδειν τὴν ἐπῳδὴν καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ὁδῷ καὶ ἐν θαλάμῳ, καὶ διὰ φωνῆς καὶ κατὰ διάνοιαν, καὶ συνεχῶς ἐπιλέγειν τῇ ψυχῇ· Ἄκουσον, ψυχή μου, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τῆς πονηρᾶς σου συνηθείας, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου· κἂν τοῦτο ἐπιλέγῃς διηνεκῶς τὸ ῥῆμα, χρυσοῦ παντὸς καθαρωτέραν ἐργάσῃ τὴν ψυχὴν, πυρὸς σφοδρότερον τῆς λέξεως ταύτης τοῖς τῆς διανοίας ἐμπνεούσης λογισμοῖς, καὶ πᾶσαν ἐκκαθαιρούσης σου κηλῖδα. Ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note