Quod regulares feminae viris cohabitare non debeant
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Οὐ μιμησώμεθα τοίνυν καὶ ἡμεῖς καὶ τὸν Δεσπότην τὸν ἡμέτερον καὶ τὸν ὁμόδουλον; Καὶ γὰρ οὐδὲ μικρὸς ἡμῖν κείσεται μισθὸς τῶν ὀδυρμῶν τούτων καὶ τῶν θρήνων, ὥσπερ οὖν οὐδὲ ἡ τυχοῦσα ἕπεται μέμψις παρὰ τοῦ Θεοῦ τοῖς τὰ τῶν οἰκείων μελῶν κακὰ ἀσυμπαθῶς παρατρέχουσιν. Καὶ τούτων τὸ μὲν ἀπὸ τοῦ καρτερικωτάτου ἀνδρὸς Ἰεζεκιὴλ ἔστιν ἰδεῖν, τὸ δὲ ἀπὸ τοῦ μακαρίου Μιχαίου. Ὁ μὲν γάρ φησιν ὅτι, τῶν Ἰουδαίων εἰς ἔσχατονκακίας ἐληλακότων, καὶ πρὸς τὴν τῶν εἰδώλων θεραπείαν αὐτομολησάντων, προσέταξεν ὁ Θεὸς δοῦναι σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ τοῖς γινομένοις. Οὐδὲ γὰρ ἁπλῶς στένειν χρὴ, ἀλλὰ καὶ κατοδυνᾶσθαι· καίτοι γε οὐδὲν οὔτε εἶπον οὔτε ἔπραξαν ἐκεῖνοι πρὸς τὴν τῶν γινομένων διόρθωσιν, ἀλλ' ἐπειδὴ τὰ παρ' ἑαυτῶν εἰσήνεγκαν μόνον, τοσαύτῃ τετίμηνται τιμῇ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὡς καὶ ἀσφαλείας καὶ δόξης ἀξιωθῆναι πολλῆς. Ὁ δὲ Μιχαίας μετὰ τῶν ἄλλων ἐγκλημάτων, τῆς γαστριμαργίας λέγω καὶ τῆς μέθης καὶ τῆς τῶν μύρων ἀλοιφῆς, καὶ τοῦτο ἐπήγαγε τὸ κατηγόρημα τὸ τῆς ἀσυμπαθείας, οὕτω λέγων· Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ. Καὶ τοὺς τὴν Αἰνὰν οἰκοῦντας πόλιν ἐκ τούτου διέβαλε πάλιν εἰπὼν, ὅτι Οὐκ ἐξῆλθον κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Εἰ δὲ ἔνθα ὁ Θεὸς ὀργίζεται, ὁ μὴ συμπάσχων τοῖς κολαζομένοις ἐγκαλεῖται, ὁ τοῖς εἰς κακίαν καταπίπτουσι μὴ συναλγῶν τίνος ἔσται συγγνώμης ἄξιος; Καὶ μὴ θαυμάσῃς εἰ τοῦ Θεοῦ κολάζοντος ἡμᾶς συναλγεῖν τοῖς κολαζομένοις δεῖ· οὐδὲ γὰρ αὐτὸς ὁ Θεὸς ὁ κολάζων βούλεται τοῦτο ποιεῖν· Οὐ γὰρ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, φησίν. Εἰ τοίνυν ὁ τιμωρούμενος οὐ βούλεται τιμωρεῖσθαι, πολλῷ μᾶλλον ἡμᾶς συναλγεῖν χρὴ τοῖς κολαζομένοις· ἴσως αὐτοὺς ἐκκαλεσόμεθα τούτῳ τῷ τρόπῳ, ἴσως ἀνακτησόμεθα. Εἰ γὰρ καὶ ἀπολώλασιν, ἀλλ' ὅμως τὴν λειπομένην παράσχωμεν θεραπείαν καὶ θρηνήσωμεν καὶ ὀλοφυρώμεθα, οὐ χοροὺς περιστήσαντες γυναικῶν, ἀλλ' ἕκαστος ἰδίᾳ καὶ καθ' ἑαυτὸν παρόντων ἐκείνων. Εἰ δὲ βούλεσθε, καὶ ἐγὼ κατάρξομαι τοῦ μέλους ὑμῖν τούτου τοῦ γοεροῦ· οὐδὲ γὰρ αἰσχύνομαι μετὰ Ἰερεμίου τοῦτο ποιῶν καὶ Ἡσαΐου καὶ Παύλου καὶ πρό γε πάντων τούτων τοῦ Δεσπότου. Ἀρξώμεθα οὖν ὡς ὁ Χριστὸς ἤρξατο πρῶτον, καὶ εἴπωμεν· Οὐαί σοι, ψυχή· ἐπὶ ποίαν κληθεῖσα τιμὴν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ποίαν λήξῃ χώραν διὰ τὴν ῥᾳθυμίαν τὴν σήν; Οὐαί σοι, ὅτι αὐτὸς μέν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικὰς, σὺ δὲ ἑαυτὴν ἀπορρήξασ' ἀπὸ τῆς δόξης ἐκείνης, εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα οὐδὲ πέρας· ταῦτά σοι πάντα ἡ τοῦ κόσμου φιλία πεποίηκε, καὶ τὸ προτιμῆσαι τοῦ οὐρανοῦ τὴν γῆν, καὶ τὸ μὴ θελῆσαι ἀκοῦσαι τῆς τοῦ νυμφίου φωνῆς συνεχῶς παραινούσης μηδὲν ἡμᾶς κοινὸν πρὸς τὰ παρόντα ἔχειν πράγματα. Τίς σε, ἀθλία καὶ ταλαίπωρε, ἐλεῆσαι δυνήσεται λοιπόν; Κἂν γὰρ αὐτὸν ἴδῃς τὸν Νῶε, τὸν ἐν τῷ κοινῷ τῆς οἰκουμένης κλυδωνίῳ τὴν οἰκίαν ὁλόκληρον διασώσαντα, καὶ πρὸς τοσαύτην στάντα ὀργὴν, κἂν τὸν Ἰὼβ, κἂν τὸν Δανιὴλ, κἂν μετ' ἐκείνων τὸν Μωσέα, καὶ τὸν Σαμουὴλ, καὶ τὸν παρτιάρχην Ἀβραάμ, οὐδείς σοι χεῖρα ὀρέξει λοιπόν. Κἂν γένει προσήκουσα ᾖς, κἂν θυγάτηρ, κἂν ἀδελφὴ, κἂν ἱκετηρίαν θῇς, καθάπερ ὁ πλούσιος ἐκεῖνος, πάντα εἰκῆ καὶ μάτην ἐργάσῃ. Πῶς ἐξέπεσες ἐκ τοῦ οὐρανοῦ οὐχ ἑωσφόρος οὖσα, οὐδὲ πρωῒ ἀνατέλλουσα, ἀλλ' αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων λάμψαι δυναμένη μᾶλλον; Πῶς ἐκάθισας ἔρημος; Καὶ τοὺς πλείονας δὲ τῶν θρήνων τῶν ἐπὶ τῇ πόλει λεχθέντων ἐκείνῃ οὐκ ἄν τις ἁμάρτοι μεταφέρων ἐπὶ τὴν αἰχμάλωτον ταύτην ψυχὴν, τὴν μᾶλλον ἐκείνης αἰχμάλωτον. Ἀλλὰ τάχα τῶν θρήνων ἅλις, ἅλις δὲ ὡς ἐν συγγραφῆ καὶ βιβλίῳ· ἐπεὶ καὶ τούτων χωρὶς οὐδ' ἂν ὁ πᾶς ἡμῖν ἀρκέσειε χρόνος, ὥστε κατ' ἀξίαν ὀδύρασθαι τὴν τὰ τοιαῦτα παθοῦσαν ψυχήν. Τί γὰρ ἄν τις ὀλοφύροιτο πρῶτον; ὅτι τὸ τίμιον καὶ μέγα καὶ ἅγιον ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καὶ ἡ δόξα αὐτοῦ βεβηλοῦται; ὅτι πρᾶγμα οὕτω σεμνὸν καὶ μέγα διαβέβληται; ἀλλ' ὅτι ψυχαὶ πολλαὶ διὰ τῶν σκανδάλων καταπίπτουσι τούτων; ἀλλ' ὅτι καὶ τὸ ὑγιαῖνον τοῦ χοροῦ μέρος τῇ τῆς ὑμετέρας δόξης ἀναχρώννυται κηλῖδι; ἀλλ' ὅτι καὶ τὸ ἄσβεστον καὶ ὑμῖν αὐταῖς καὶ τοῖς συνοικοῦσιν ἀνάπτεται πῦρ; Καὶ πῶς ταῦτα ἀνάγκη συμβῆναι, φησίν, ὅταν ἔχωμεν δεῖξαι τὸ σῶμα ἡμῖν μὴ διεφθαρμένον μηδὲ πεπορνευμένον; Μάλιστα μὲν αὕτη ἡ ἐπίδειξις οὐχὶ νῦν, ἀλλὰ τότε ἔσται δήλη κατὰ τὴν ἡμέραν ἐκείνην. Μαίας μὲν γὰρ σοφία καὶ τέχνη τοσοῦτον δύναται μόνον ἰδεῖν, εἰ μῖξιν ἀνδρὸς οὐκ ἐδέξατο τὸ σῶμα· εἰ δὲ καὶ τὴν ἁφὴν ἀνελεύθερον καὶ τὴν ἀπὸ τῶν φιλημάτων καὶ τὴν τῶν περιπλοκῶν μοιχείαν διέφυγε καὶ φθορὰν, ἡ ἡμέρα δηλώσει τότε ἐκείνη, ὅταν ὁ ζῶν τοῦ Θεοῦ Λόγος, ὁ τὰ κρυπτὰ τῶν ἀνθρώπων εἰς μέσον ἄγων, καὶ τοῖς λάθρα γινομένοις παρὼν, πάντα γυμνὰ καὶ τετραχηλισμένα πρὸ τῶν ἁπάντων ὀφθαλμῶν θῇ, τότε εἰσόμεθα καλῶς εἰ τούτων ἐστὶ καθαρόν σου τὸ σῶμα καὶ πάντοθεν ἄφθορον.