Quod regulares feminae viris cohabitare non debeant
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Πλὴν ἀλλ' οὐδὲν ὑπὲρ τούτων ἀκριβολογούμεθα οὐδὲ φιλονεικοῦμεν· ἀλλὰ κείσθω τέως αὐτὸ πάντων τούτων ὑπερενηνέχθαι τῶν δικτύων· εἶναί τε πάντοθεν καθαρὸν, καὶ πάσης ἠλευθερῶσθαι λαβῆς· καὶ μενέτω παρθένος ἡ παρθένος· τί τοῦτο πρὸς τὰ εἰρημένα παρ' ἡμῶν; Καὶ γὰρ τὸ δεινότατον τοῦτό ἐστι, καὶ μυρίων γέμον δακρύων, ὅτι τοσοῦτον ὑπέμεινε πόνον πάντοθεν τὸ σῶμα διατηροῦσα ἀκριβῶς, καὶ πάντα τὸν πόνον ἐκένωσεν, καὶ τὸν μόχθον ἐξέχεεν διὰ τῆς εἰς τὸν Χριστὸν βλασφημίας, καὶ τῆς σαρκὸς φεισαμένη τῆς δόξης οὐκ ἐφείσατο τοῦ Θεοῦ, ἀλλ' ὅπως μὲν ἀνέπαφον αὐτῇ μένοι τὸ σῶμα, πάντα ἐποίησεν, ὅπως δὲ ἐκεῖνος μὴ ὑβρίζοιτο μηδὲ καταισχύνοιτο παρὰ τοῖς πολλοῖς, οὐδὲ λόγον ἔσχε τινά. Εἴθε μὲν οὖν μὴ πάντα ἔπραττε καὶ ἐπετήδευεν, ἐξ ὧν ἡ τοῦ Θεοῦ διαβάλλεται δόξα. Καὶ πῶς τοῦτο ποιῶ; φησίν. Ἄνδρας ἀποκλείουσα μετὰ σαυτῆς ἐπὶ τῆς οἰκίας, καὶ διὰ παντός σοι παρακαθίζουσα. Εἰ γὰρ ἄνδρας ἐπιθυμεῖς ἔχειν συνοικοῦντας, οὐκ ἔδει παρθενίαν ἑλέσθαι, ἀλλ' ἐπὶ τὸν γάμον ἐλθεῖν· πολλῷ γὰρ βέλτιον γαμεῖν ἐκείνως, ἢ παρθενεύειν οὕτως. Τὸν μὲν γὰρ τοιοῦτον γάμον οὔτε ὁ Θεὸς καταδικάζει, οὔτε ἄνθρωποι διαβάλλουσι· τίμιον γάρ ἐστι τὸ πρᾶγμα, οὐδένα ἀδικοῦν, οὐδένα πλῆττον· ἡ δὲ παρθενία αὕτη ἡ μετὰ ἀνδρῶν πορνείας χαλεπώτερον παρὰ πᾶσι διαβέβληται· καὶ τὴν οἰκείαν ἀπολέσασα τάξιν, κάτω που καὶ παρ' αὐτὸ τῆς πορνείας ἐξεκυλίσθη τὸ βάραθρον. Οὔτε γὰρ μετὰ τῶν παρθένων ἀνάσχοιτό τις ἂν ἀριθμῆσαι τὴν μὴ τὰ τοῦ Κυρίου μεριμνῶσαν, ἀλλὰ μυρίους ἐργαζομένην μοιχοὺς, οὔτε δὲ μετὰ τῶν γεγαμημένων. Ἐκείνη μὲν γὰρ φροντίζει, ὅπως ἀρέσῃ ἀνδρὶ ἑνί· σὺ δὲ μυρίοις, καὶ τούτοις οὐ νόμῳ γάμου γνωρίμοις, ἀλλ' ἑτέρῳ τινὶ τρόπῳ διαβεβλημένῳ καὶ κατεγνωσμένῳ παρὰ πάντων. Ὅθεν δέδοικα μὴ τῆς χώρας ἑκατέρας ἐκβληθεῖσα μετὰ τῶν ἡτιμωμένων γυναικῶν φανῇς ταττομένη. Καὶ γὰρ καὶ ἀπὸ τῆς προσηγορίας αὐτῆς εἴ τις ταῦτα ψηφίσασθαι βούλοιτο, οὐδὲ ἐνταῦθα πάλιν ἀντειπεῖν τι δυνησόμεθα. Ὅταν γὰρ ἢ εἰς ἀγορὰν ἐμβάλωσιν, ἢ λόγος τις οἴκοι περὶ αὐτῶν γίνηται, οἱ διαλεγόμενοι περὶ τῆς ἀτόπου συζυγίας ταύτης, δηλῶσαι βουλόμενοι τὴν τοῦ δεῖνος, οὐ τὴν μητέρα καλοῦσιν, (οὐ γὰρ αὐτὸν ἔτεκεν), οὐδὲ τὴν ἀδελφήν, (οὐ γὰρ τὰς αὐτὰς ἔλυσεν ὠδῖνας), οὐδὲ τὴν γαμετήν, (οὐ γὰρ νόμῳ γάμου συνῴκησεν), οὐδὲ ἄλλο τι συγγενείας ὄνομα τῶν συγκεχωρημένων καὶ κατὰ νόμον κειμένων, ἀλλὰ τὸ αἰσχρὸν καὶ καταγέλαστον– οὐ γὰρ ἂν ἔγωγε ἀνασχοίμην αὐτὸ εἰπεῖν· οὕτω μισῶ καὶ τὴν προσηγορίαν αὐτὴν καὶ ἀποστρέφομαι, καὶ προσίσταταί μοι καὶ ἡ ἐπωνυμία τῆς συνοικήσεως. Ἀλλ' οὐκ ἔτεκες, οὐδὲ ὤδινες. Καὶ τί ταύτης τῆς ἀπολογίας αἰσχρότερον; τί δὲ ἀθλιώτερον, ὅταν ἀπὸ τούτων βούληται φαίνεσθαι παρθένος ἡ παρθένος, εἰς ἃ καὶ τῶν πορνευομένων πολλαὶ γυναῖκες καταφυγεῖν ἔχουσιν; Ἀλλ' ἐκεῖναι ἑτέρωθεν δῆλαι, φησίν, εἰσὶν ἀσελγαίνουσαι. Πόθεν ἑτέρωθεν, εἰπέ μοι; Ἀπὸ τοῦ σχήματος, ἀπὸ τοῦ βλέμματος, ἀπὸ τοῦ βαδίσματος, ἀπὸ τῶν ἐραστῶν τῶν ἁλισκομένων τούτοις. Καλῶς μὲν ἡμῖν ὑπέγραψας τὸν χαρακτῆρα τῆς πόρνης γυναικός· ἀλλ' ὅρα μὴ σαυτὴν πρὸ ἐκείνης ἕλῃς τούτοις τοῖς τεκμηρίοις καὶ τοῖς ἐλέγχοις· καὶ γὰρ καὶ σὺ τοιούτοις ἑαυτῇ πολλοὺς κατασκευάζεις ἐραστὰς, καὶ διὰ τῶν αὐτῶν δικτύων. Εἰ δὲ μὴ ἵστασαι ἐπ' οἰκήματος καλοῦσα τοὺς παριόντας, ἀλλ' ἔχεις ἔνδον συγκεκλεισμένους διὰ παντὸς πολὺ χαλεπώτερον, δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ ἡδονὴν πληρώσῃς ἄτοπον τὴν ἐκείνου καὶ τὴν σαυτῆς, οὐ τὴν διὰ τῆς μίξεως λέγω. Ἀλλὰ τί τὸ κέρδος, ὅταν καὶ ἡ διὰ τῶν ὀφθαλμῶν συνουσία τὸ αὐτὸ τοῦτο ἐργάζηται; ἐπεὶ, εἰ μὴ τοῦτο ἔστι, μηδὲ ταύτην μοιχεύετε τὴν μοιχείαν, τίνος ἕνεκεν αὐτὸν ἔχεις οἴκοι; ποίαν αἰτίαν δικαίαν καὶ εὔλογον ἡμῖν ἐρεῖς; Ἡ μὲν γὰρ γεγαμημένη τὸν γάμον ἐρεῖ, ἡ δὲ πορνευομένη τὴν ἀσέλγειαν· σὺ δὲ ἡ παρθένος ποίαν ἡμῖν προβαλῇ πρόφασιν εὐπρόσωπον καὶ δικαίαν; Τί γὰρ τοῦτο περιεργάζῃ, φησίν, ὅταν μὴ συγκαθεύδωσιν μηδὲ συγγίνωνται ἡμῖν οἱ συνοικοῦντες, καθάπερ ἐκείναις ἐκεῖνοι; Μάλιστα μὲν καὶ τοῦτο πολλοὶ λέγουσιν. Καὶ τί τοῦτο; φησί· κατὰ τῆς ἑαυτῶν κεφαλῆς. Εἰ μὲν κατὰ τῆς ἑαυτῶν κεφαλῆς μόνον, ὕστερον τοῦτο ζητήσομεν. Καὶ ἤδη μὲν γὰρ σαφῶς ἀποδέδεικται, ἡνίκα τοῖς ἀνδράσι διελεγόμεθα, ὅτι οὐχ οἱ κακῶς λέγοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας παρέχοντες εἰκῇ, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυνοι τιμωρίας· πλὴν ἀλλὰ τοῦτο μὲν καὶ αὖθις ἀποδείξομεν πάλιν· τέως δ' ἐάν σε ἔρωμαι τῆς ὁμοσκηνίας τὴν πρόφασιν ταύτης, τίνα ἔχεις εἰπεῖν; Ἀσθενής, φησίν, εἰμὶ καὶ γυνὴ, καὶ οὐχ ἱκανὴ μόνη ταῖς χρείαις ἀρκέσαι ταῖς ἐμαυτῆς. Καὶ μὴν, ὅτε τοῖς συνοικοῦσιν ὑμῖν ἐνεκαλοῦμεν, τἀναντία λεγόντων ἠκούομεν, ὅτι διὰ τὴν αὑτῶν διακονίαν ὑμᾶς κατέχουσιν. Πῶς οὖν αἱ καὶ τοὺς ἄνδρας ἀναπαῦσαι δυνάμεναι ἐκ περιουσίας, ἑαυταῖς γυναιξὶν οὔσαις οὐ δυνήσεσθε βοηθεῖν, ἀλλ' ἑτέρων δεήσεσθε; Καθάπερ γὰρ ἀνὴρ ἀνδρί, οὕτω καὶ γυνὴ γυναικὶ ῥᾷον καὶ εὐκολώτερον συνοικήσειεν ἄν· ὅταν δὲ καὶ ἀνδράσιν ἐπιτηδειότεραι πρὸς ὑπηρεσίαν γίνησθε, πολλῷ μᾶλλον ὑμῖν αὐταῖς. Ποῦ γὰρ, εἰπέ μοι, χρήσιμος καὶ ἀναγκαία γένοιτ' ἂν ἡ τοῦ ἀνδρὸς κοινωνία; ποίαν δὲ οὗτος ὑμῖν παρέξει λειτουργίαν, ἣν γυναῖκα ἀδύνατον γυναικὶ παρασχεῖν; ἱστὸν ὑφῆναι μετὰ σοῦ καὶ νῆσαι κρόκην καὶ στήμονα οὗτος τῆς γυναικὸς δυνήσεται μᾶλλον; Καὶ μὴν τοὐναντίον ἐστίν. Ὁ μὲν γὰρ, οὐδ' ἂν ἐθέλῃ, μεταχειρίσαι τι τούτων εἴσεται (πλὴν εἰ μὴ νῦν καὶ τοῦτο αὐτοὺς ἐδιδάξατε), ἀλλὰ τῆς γυναικὸς μόνης τὸ ἔργον ἐστίν. 5 Ἀλλ' ἱμάτιον πλῦναι, καὶ πῦρ ἀνακαῦσαι, καὶ χύτραν ἕψειν; Καὶ μὴν καὶ ταῦτα οὐκ ἔλαττον, ἀλλὰ καὶ βέλτιον ἀνδρὸς γυνὴ μεταχειρίζεσθαι δύναται. Ποῦ οὖν σοι χρήσιμος ὁ ἀνὴρ, εἰπέ μοι; ὅταν ἀποδόσθαι τι δέῃ καὶ πρίασθαι πάντως; Ἀλλ' οὐδὲ ἐνταῦθα ἔλαττον ἔχει τἀνδρὸς ἡ γυνή· καὶ μαρτυρήσειεν ἂν ἡ ἀγορὰ, καὶ πάντες δὲ ὅσοι ἱμάτια ὠνεῖσθαι βούλονται, παρὰ γυναικῶν τὰ πλείω τούτων ὠνούμενοι. Εἰ δὲ αἰσχρὸν παρθένον ἐπ' ἀγορᾶς ἑστάναι ἐπὶ συναλλάγμασι τοιούτοις, ὥσπερ οὖν καὶ αἰσχρὸν, μάλιστα μὲν τὸ συνοικεῖν ἀνδράσιν αἰσχρότερον. Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ ἔλαττον ἐκείνου διαφυγεῖν δυνατὸν ἢ κόρῃ τῇ διακονουμένῃ, ἢ γραϊδίοις τοῖς πρὸς ταῦτα ἐπιτηδείοις τὸ πᾶν ἐπιτρέψασαν· ὅθεν δῆλον ὅτι προφάσεις ταῦτα καὶ σκήψεις εἰσὶ καὶ προκαλύμματα ἀσθενείας. Ποίας προκαλύμματα ἀσθενείας; φησίν· εἰ γὰρ ἐπεθύμουν ἀνδρὸς καὶ γάμου καὶ τῆς τοιαύτης διαγωγῆς, τίς ὁ κωλύων ἦν; οὐκ ἐφεῖτο μετὰ παρρησίας τοῦτο ἐργάσασθαι, καὶ μήτε προσκροῦσαι Θεῷ, μήτε παρὰ ἀνθρώπων κατηγορεῖσθαι καὶ διαβάλλεσθαι; Καὶ γὰρ καὶ ἐγὼ τοῦτό φημι, καὶ οὐ σὰ μᾶλλον ἢ ἐμὰ ταῦτά ἐστι τὰ ῥήματα. Ἢ γὰρ ἀνάγκη εἰπεῖν, ποῦ σοι τἀνδρὸς ἡ χρεία γένοιτ' ἂν ἀναγκαία, ἢ τοῦτο δεῖξαι μὴ δυναμένην ἐκπέμπειν τὸν συνοικοῦντα κακῶς· ἑτέρως γὰρ πῶς σε ἀπαλλαγῆναι τῆς ὕβρεως ταύτης οὐκ ἔνι· ταῦτα γὰρ, ἅπερ ἔφης, οὐχὶ σὰ μᾶλλον ἢ τῶν ὑπὲρ τῆς σῆς ἀσχημοσύνης ἀλγούντων ἐστίν. Ἔδει μὲν οὖν, εἰ καὶ μυριάκις χρήσιμος ἦν ἡ διακονία τἀνδρὸς, μηδὲ οὕτως αὐτὴν μετὰ τοσαύτης προσίεσθαι λοιδορίας· ὅταν γὰρ ἡ τοῦ Θεοῦ δόξα ὑβρίζηται, μηδεμία οὕτως ἔστω πρόφασις ἀναγκαία, ὡς πεῖσαι τοσοῦτον κακὸν παριδεῖν. Καὶ γὰρ εἰ μυριάκις ἀποθανεῖν τῆς ἡμέρας ὑπὲρ τοῦ μὴ γενέσθαι τοῦτο προὔκειτο, μετὰ πολλῆς ἔδει τῆς ἡδονῆς ὑπομεῖναι τοῦτο, μή τί γε ἀναπαύσεως ἕνεκεν καὶ κοσμικῆς χρείας τοσοῦτον παραδραμεῖν κακόν. Ἄκουσον γοῦν πῶς αὐτὸ δέδοικεν ὁ Παῦλος καὶ τρέμει, καὶ ἐξ ὅσης τῆς περιουσίας· Καλὸν γάρ μοι μᾶλλον, φησίν, ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Εἶτα ἐκεῖνος μὲν, ἵνα μὴ κενωθῇ αὐτοῦ τὸ καύχημα, ἀποθανεῖν εἵλετο· ἡμεῖς δὲ ἵνα σκάνδαλα ἀνέλωμεν, οὐδὲ μικρᾶς καταφρονοῦμεν ἀνέσεως; καὶ πῶς δυνησόμεθα σωθῆναί ποτε; Καίτοι γε οὐκ ἴσον ἐστὶν, οὐδὲ κἂν μικρὸν ἐγγὺς, ἐγκωμίου τε ἀποστερηθῆναι καὶ κατηγορίᾳ περιπεσεῖν. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τοῦτο ἐγένετο, οὐκ ἂν προσέκρουσεν τῷ Θεῷ· αὐτὸς γὰρ αὐτῷ προσέταξεν ἐκ τοῦ εὐαγγελίου ζῆν· ἀλλ' ὅμως ᾑρεῖτο μᾶλλον ἀποθανεῖν ἢ τὸ κατόρθωμα προδοῦναι. Ἡμεῖς δὲ τὰ προστεταγμένα πανταχοῦ ταράττοντες, καὶ εἰδότες ὅτι μεγίστην τούτων τίσομεν δίκην, οὐδὲ συνηθείας ἀκαίρου καὶ ψυχρᾶς ὑπεριδεῖν ἀνεχόμεθα· καὶ τίς ἡμῖν ἔσται συγγνώμη λοιπόν; Ἔδει μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἄνδρα μόνον αἱ πολλαὶ τῶν χρειῶν ἐπεζήτουν, τοσαύτη δὲ ἀπὸ τοῦ πράγματος ἐτίκτετο ὕβρις, ἑλέσθαι μᾶλλον ἀποθανεῖν, ἢ τοῦτο γινόμενον περιιδεῖν· ὅταν δὲ καὶ διὰ γυναικὸς εὐκολώτερον ᾖ καὶ ῥᾷστον πάντα ἀνύειν, τίς ἡμῖν ἔσται συγγνώμη θρυπτομένοις οὕτω καὶ εἰς τὴν ἡμετέραν ἐνυβρίζουσι σωτηρίαν; Εἰπὲ δέ μοι, ὅταν σοι ταῦτα ἐκεῖνος παρέχῃ, παρέξεις τινὰ καὶ αὐτὴ διακονίαν αὐτῷ; Παντί που δῆλον. Καὶ πόσῳ βέλτιον μήτε ἀντιδιδόναι τὰ τοιαῦτα, μήτε ἀντιλαμβάνειν, ἀλλὰ τὸν καιρὸν τῶν πόνων, ὃν εἰς τὴν ἀνάπαυσιν ἀναλίσκεις τὴν ἐκείνου, τοῦτον εἰς τὴν ἑαυτῆς δαπανᾶν σωτηρίαν, ἢ χαλεπώτερα πονουμένην ἔτι καὶ καταισχύνειν ἑαυτῆς τὴν ὑπόληψιν; Ἀλλ' οὐδεμίαν αὐτῷ παρέχεις διακονίαν. Οὐκοῦν αὐτὸν ἑαυτῷ πάντα ὑπηρετεῖν ἀνάγκη, καὶ στρωννύναι, καὶ ἕψειν, καὶ πῦρ ἀνακαίειν, καὶ τὰ ἄλλα δὴ τὰ τοιαῦτα ποιεῖν. Ταῦτα δὲ οὐδ' ἂν οἰκέτης ἀνάσχοιτο μηδὲν παρὰ τοῦ δεσπότου καρπούμενος ὑπηρετεῖν. Ἀλλ' οὗτος ἀνέχεται πάντα, φησί, διὰ τὸν τοῦ Θεοῦ φόβον, καὶ τὸν ἀποκείμενον ὑπὲρ τῆς διακονίας ταύτης μισθὸν, καὶ χάριν εἴσεται ἐπιταττόμενος, πρὸς τῷ μηδὲν καρποῦσθαι παρ' ἡμῶν. Πόθεν οὖν λοιπὸν ἐμφράξομεν τὰ τῶν ἀναισχύντων στόματα; Εἰ γὰρ τοσαύτην αὐτῷ μαρτυρεῖς εὐλάβειαν, καὶ οὕτω τρέμει καὶ δέδοικε τοῦ Θεοῦ τὰ προστάγματα, ὡς ἀνδραπόδου παντὸς εὐτελέστερον ἑαυτὸν καθαιρεῖν, καὶ πάντα ὑφίστασθαι μηδὲν καρπούμενον παρὰ σοῦ, πρὸ πάντων τούτων τῆς δόξης αὐτὸν καὶ τῆς εὐφημίας ἔδει φροντίσαι τοῦ Θεοῦ· νῦν δὲ οὐκ ἔστι τῆς αὐτῆς ψυχῆς ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον τοσαύτην πειθώ τε καὶ ὑπεροψίαν ἐπιδείκνυσθαι περὶ τὰ προστάγματα τοῦ Θεοῦ, καὶ νῦν αὐτὰ τρέμειν, νῦν δὲ μηδένα ποιεῖσθαι λόγον αὐτοῦ τοῦ θέντος τοὺς νόμους ὑβριζομένου. Τὸ μὲν γὰρ ἡδονῆς καθαρεύοντα καὶ μηδὲν ὅλως ἀνθρώπινον πάσχοντα κόπτεσθαι καὶ ταλαιπωρεῖσθαι, καὶ ταπεινοῦν ἑαυτὸν, καὶ τοῖς οἰκείοις μόχθοις ἑτέροις παρασκευάζειν ἀνάπαυσιν, φιλοσόφου σφόδρα ψυχῆς καὶ ἐπτερωμένης· τὸ δὲ μὴ ὑβρίζειν εἰς τὴν τοῦ Θεοῦ δόξαν, μηδὲ ταῦτα ποιεῖν, δι' ὧν ἂν βλασφημηθείη παρὰ πολλῶν, καὶ τῶν οὐ σφόδρα μεγάλων πολλοὶ κατωρθώκασιν. Πῶς οὖν σοι πιστεύσομεν, ὅτι τοῦτο διὰ τὸν Θεὸν ποιεῖς, ὃ μεγάλης καὶ νεανικῆς δεῖται ψυχῆς, ὅταν ἐκεῖνο, ὅπερ ἐλάττονός ἐστι καὶ τῆς τυχούσης, ὑπερορᾷς; Καὶ οὐκ ἀνέχῃ ἀποστῆναι τούτων, ἐξ ὧν ὁ Θεὸς ὑβρίζεται, καὶ τὸ σῶμα καὶ πάντα προδίδως ὑπὲρ τῶν δοκούντων αὐτῷ; Καὶ τίς ἂν ταῦτα πεισθῆναι ἀνάσχοιτο;