Quod regulares feminae viris cohabitare non debeant
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἀπὸ τῶν παρθένων πρὸς τοὺς συνοικοῦντας αὐταῖς ἐξέβην· διὸ δὴ πρὸς αὐτὰς πάλιν ἐπανιτέον ἡμῖν. Πόθεν οὖν τοὺς ταῦτα κατηγοροῦντας καὶ συλλογιζομένους ἡμεῖς δυνησόμεθα πεῖσαι; Καὶ μὴ πεισθήτωσαν, φησίν. Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς; Τῶν γὰρ κακῶς λεγόντων τότε χρὴ καταφρονεῖν, ὅταν ἡμεῖς αὐτοῖς μὴ παρέχωμεν λαβάς· μᾶλλον δὲ οὐδὲ τότε, ἐπειδὰν δυνώμεθα ἐπιστομίζειν αὐτούς· ὅταν δὲ ἐξ ἡμῶν γίνηται τὸ πᾶν, ἐπὶ τὴν ἡμετέραν τρέπεται κεφαλὴν ἅπαν τὸ πῦρ. Οὕτω γὰρ ἁμαρτάνοντες, φησίν, εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Ηἴδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐκ ἀρκεῖ πρὸς ἀπολογίαν ἡμῖν ἡ τῶν πληττομένων ἀσθένεια, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς. Ὅσῳ γὰρ ἂν καθαρεύωμεν τῆς πληττούσης αἰτίας, τοσούτῳ δίκαιοι μᾶλλον ἂν εἴημεν φείδεσθαι τῆς ἀσθενείας αὐτῶν. Καὶ οὔπω λέγω ὅτι ἐνταῦθα οὐδὲ ἀπεικότως πλήττονται, ἀλλὰ κείσθω καὶ ἀλόγως αὐτοὺς ὑπομένειν τοῦτο· οὐδὲ γὰρ οὐδὲ οὕτως αὐτῶν ἀφειδεῖν χρή. Καὶ ταῦτα Ῥωμαίοις ἐπιστέλλων ὁ Παῦλος ἡμᾶς ἐπαίδευσεν, οὕτω λέγων. Μὴ ἕνεκεν βρώματος καταλύετε τὸ ἔργον τοῦ Θεοῦ. Καίτοι γε ἄλογος ἦν ἡ πληγὴ, ἀλλ' ὅμως οὐ τῷ πληττομένῳ, ἀλλὰ τῷ τὴν πληγὴν ἐπάγοντι ταύτην ἐπιτιμᾷ. Ὅπερ γὰρ ἔφην ἤδη, τοῦτο καὶ νῦν ἐρῶ· ὅταν μὲν γὰρ μέγα τι γίνηται κέρδος καὶ τῆς πληγῆς μεῖζον, δεῖ τῶν σκανδαλιζομένων ὑπερορᾶν· ὅταν δὲ μηδὲν ᾖ πλέον ἢ τοὺς ἀσθενεῖς καταβάλλεσθαι, κἂν μυριάκις ἐξ ἀλογίας τοῦτο πάσχωσιν ἐκεῖνοι, φείδεσθαι χρή· ἐπεὶ καὶ ὁ Θεὸς τοὺς ὠθοῦντας καὶ καταβάλλοντας ὑπὸ τὴν ἀπόφασιν ἄγει τῆς τιμωρίας. Τὸ γὰρ μηδὲν κερδαίνοντα ἕτερον πλήττειν, τῆς ἐσχάτης πονηρίας ἐστίν. Καὶ ἡμεῖς δὲ ὅταν ἴδωμέν τινα δυσάρεστον ὑπὸ μακρᾶς ἀρρωστίας γενόμενον, τοὺς παροξύνοντας αὐτὸν ἀκαίρως τούτους τῆς οἰκίας ἀπελαύνομεν, καὶ οὐκ ἀκριβολογούμεθα, εἴτε δικαίως, εἴτε ἀδίκως τοῦτο ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πάσης αὐτοὺς ἀπολογίας ἐκβαλόντες καὶ πολλὴν τούτῳ δόντες συγγνώμην διὰ τὴν ἀσθένειαν, κἂν ἀδίκως παροξύνηται, ἐλεοῦμεν. Εἰ δὲ ἡμεῖς τοσαύτῃ καὶ περὶ τοὺς οἰκέτας καὶ περὶ τοὺς παῖδας προνοίᾳ κεχρήμεθα, καὶ υἱὸν πολλάκις τοιαῦτα πλημμελοῦντα μαστιγοῦμεν, πολλῷ μᾶλλον ὁ ἀγαθὸς Θεὸς καὶ χρηστὸς καὶ ἐπιεικὴς τοῦτο ἐργάσεται. Καὶ τί λέγεις; ἀσθενής ἐστιν ὁ πληττόμενος; Οὐκοῦν φειδοῦς, οὐ πληγῆς ἄξιος. Τραύματα ἔχει; Μὴ τοίνυν ἐπιτρίψωμεν, ἀλλ' ἰασώμεθα. Ὑποπτεύει πονηρῶς καὶ ἀλογίστως; Οὐκοῦν ἀνέλωμεν τὴν ὑποψίαν, μὴ ἐπιτείνωμεν· εἰς γὰρ Χριστὸν αὐτὸν ἁμαρτάνεις, ἡ τοιαῦτα φιλονεικοῦσα. Ἢ οὐκ ἀκούεις συνεχῶς ἐν μὲν τῇ Παλαιᾷ τοῦ Μωσέως λέγοντος ὅτι Θεός ἐστι ζηλωτής; αὐτοῦ δὲ, ὅτι Ἐζήλωκα τὴν Ἱερουσαλήμ; ἐν δὲ τῇ Καινῇ τοῦ Παύλου βοῶντος, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τοῦτο, εἰ καὶ μηδὲν ἕτερον, ἀλλ' ἱκανὸν ἦν τὴν μὴ σφόδρα νοσοῦσαν καὶ ἀπηλγημένην ἐπιστρέψαι ψυχήν· οὕτω γὰρ φοβερὸν ὂν, ἡδὺ μᾶλλόν ἐστιν ἢ φοβερόν. Οὐ γὰρ ἂν ζῆλός ποτε γένοιτο, μὴ θερμῆς τινος καὶ ζεούσης προϋποκειμένης ἀγάπης· ὥστε τῆς σφοδρᾶς καὶ πεπυρωμένης τοῦ Θεοῦ φιλίας τεκμήριον τοῦτο ἔστιν. Οὐδὲ γὰρ πόθος ἐστὶν ὁ ζῆλος ἐπὶ Θεοῦ, ἀλλὰ τὴν ἄφατον αὑτοῦ φιλοστοργίαν ἑρμηνεῦσαι βουλόμενος, τούτῳ πολλάκις ἀποκέχρηται τῷ ὀνόματι. Ἀλλ' ὅμως ἡμεῖς οἱ σφόδρα ἀναίσθητοι πρὸς τὰς ἀνθρωπίνας καταπίπτομεν συμπαθείας, καὶ τὸν μὲν οὕτως ἡμῶν σφοδρῶς ἐρῶντα καθυβρίζομεν, τοὺς δὲ οὐδὲν δυναμένους ὠφελῆσαι παντὶ τρόπῳ θεραπεύομεν. Τί γάρ σε, ὦ ταλαίπωρε, τοσοῦτον ὀνῆσαι δυνήσεται ἡ ψυχρὰ αὕτη συνοίκησις, ὅσων ἐκβάλλει σε θησαυρῶν; Σκόπει δέ· κατάγει σε ἐκ τῶν οὐρανῶν, τοῦ νυμφῶνος ἀπελαύνει τοῦ πνευματικοῦ, διαζεύγνυσίν σε τοῦ οὐρανίου νυμφίου, προξενεῖ τὴν ἀθάνατον κόλασιν, τὰ βασανιστήρια τὰ τέλος οὐκ ἔχοντα. Ἀντὶ τούτων, εἰ τάλαντα χρυσίου παρεῖχεν ὁ συνοικῶν μυρία, εἰ τῶν ἀργυρωνήτων σοι μᾶλλον ὑπέκειτο ἀνδραπόδων, εἰ τῆς βασιλίδος αὐτῆς ἐν πλείονί σε καὶ τιμῇ καὶ ἀναπαύσει καθίστη, ἆρα οὐχ ὡς λυμεῶνα καὶ ἐχθρὸν καὶ μείζονα ἀφαιρούμενον ἢ διδόντα, οὕτω μισεῖν καὶ ἀποστρέφεσθαι δεῖ;– Περὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ὁ λόγος σοι πρόκειται, περὶ τῆς ἐκεῖ βασιλείας, περὶ τῆς ἀθανάτου ζωῆς, περὶ τῆς ἀπορρήτου δόξης· σὺ δὲ γηΐνων μνημονεύεις πραγμάτων, καὶ τὸν ἐν ἐκείνοις χρήσιμον εἶναι δοκοῦντα θεραπεύεις ὥσπερ δεσπότην, καὶ οὐ καταδύῃ, οὐδὲ εὔχῃ διαστῆναί σοι τὴν γῆν, καὶ οὕτως ἐνθένδε ἀπελθεῖν;