Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod regulares feminae viris cohabitare non debeant
John ChrysostomDebe 7 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἀλλ' ἀσθένειάν μοι προβάλλῃ γυναικείας φύσεως, καὶ χρειῶν ἀνθρωπίνων οἰκονομίαν, καὶ ἀνάπαυσιν τὴν κατὰ τὴν οἰκίαν, πλάττουσα καὶ συντιθεῖσα τὰς οὐκ οὔσας προ φάσεις. Ἀλλ' οὐδὲ οὕτω λήσεις τοὺς νοῦν ἔχοντας. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀνάπαυσις ἡ καταναγκάζουσα τοσαῦτα ἀσχημονεῖν. Γυνὴ γὰρ, εἰ βουληθείη, οὐχ ἑαυτῇ μόνον, ἀλλὰ καὶ ἑτέροις ἀρκέσει πλείοσιν εἰς διακονίαν, ἐπεὶ καὶ ἐξ ἀρχῆς τἀνδρὸς τὰ πολιτικὰ πράγματα λαχόντος, τὸ οἰκουρεῖν αὐτὴ καὶ οἰκονομεῖν τὰ ἔνδον ἅπαντα ἐκληρώσατο. Οὐ τοίνυν οὐκ ἀναπαύσεως δεόμεναι ἕλκετε τοὺς ἄνδρας ἔνδον. Ἀλλὰ τί; φησί· πορνείας ἕνεκεν καὶ ἀσελγείας; Ἐγὼ μὲν οὐκ ἂν εἴποιμι τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ τοῖς λέγουσιν ἐπιτιμῶν οὐ παύσομαι· εἴθε καὶ πεῖσαι δυνατὸν ἦν. Τίς οὖν ἐστιν ἡ πρόφασις ἡ ποθεινὸν ἡμῖν τὸ πρᾶγμα ποιοῦσα; φησί. Κενοδοξίας ἔρως. Καὶ καθάπερ ἀνδράσιν ἡδονὴ ψυχρὰ καὶ ταλαίπωρος, οὕτω καὶ ταύταις φιλοτιμίας ἐπιθυμία τὴν ὁμοσκηνίαν ταύτην ἐργάζεται. Κενόδοξον μὲν γὰρ ἅπαν, ὡς εἰπεῖν, τὸ τῶν ἀνθρώπων ἔθνος, μάλιστα δὲ τὸ γυναικεῖον γένος· ὅταν γὰρ μήτε ἀναπαύσεως δέωνται, καθάπερ ἀποδέδεικται, μήτε διαφθείρωνται μετ' αὐτῶν, εὔδηλον ὅτι τοῦτο λείπεται ὑποπτεύειν μόνον. Ἐπεὶ οὖν αὐτὴν τοῦ κακοῦ τὴν ῥίζαν ηὑρήκαμεν, φέρε λοιπὸν τὸ ἐγκαλεῖν ἀφέντες, παραινῶμεν καὶ πείθωμεν, ὅτι καθάπερ τῶν ἀνδρῶν οἱ συνοικοῦντες αὐταῖς δοκοῦσι μὲν ἡδονὴν καρποῦσθαι, πλείονι δὲ περιβάλλονται βασάνῳ (καὶ γὰρ ἐκείνη μόνη καθαρὰ γένοιτ' ἂν ἡδονὴ καὶ μόνιμος, ἡ τοῦ χωρισμοῦ), οὕτω δὴ καὶ ταύταις δοκεῖ μὲν, ὡς αὐταὶ νομίζουσι, δόξα τις ἐντεῦθεν καὶ περιφά νεια τίκτεσθαι· εἰ δὲ ἀκριβῶς τις ἐξετάσειε, γέλωτος καὶ αἰσχύνης καὶ ὀνειδῶν καὶ τῆς ἐσχάτης ἐμπίπλανται ἀδοξίας. Καὶ ὑπὲρ τούτων εἴρηται μὲν ἡμῖν καὶ ἐν ἀρχῇ βραχέα, εἰρήσεται δὲ καὶ νῦν. Ἔστω γὰρ ὁ συνοικῶν, εἰ βούλει, μὴ τῶν εὐτελῶν τις, μηδὲ τῶν ἀπερριμμένων, ἀλλὰ τῶν πολλὴν ἐν Ἐκκλησίᾳ δύναμιν ἐχόντων, καὶ ἐπὶ γένους δὲ λαμπρότητι, καὶ ἐπὶ λόγων δυνάμει, καὶ εὐλαβείᾳ θαυμαζέσθω παρὰ πᾶσι, καὶ πάντοθεν ἔστω λαμπρός· οὐδὲ γὰρ οὕτως δυνήσεται ταύτην ποιῆσαι περιφανῆ καὶ εὐδόκιμον. Τὸν γὰρ μέλλοντα καρποῦσθαι δόξαν ἐκ τῆς πρός τινα φιλίας, τὴν ἐκείνου δόξαν πρότερον φυλάττειν δεῖ τοῦ παρέχοντος τὸ δοξάζεσθαι· ὡς εἴ γε ταύτῃ λυμήναιτο, πολλῷ μᾶλλον ἂν τὴν ἑαυτοῦ καταβάλοι. Ὥσπερ γὰρ πηγῆς διαφθειρομένης καὶ τὰ προχεόμενα κοινωνεῖ νάματα τοῦ μολυσμοῦ, καὶ ῥίζης σηπομένης πολλῷ μᾶλλον ὁ καρπὸς τοῦτο πείσεται· οὕτω καὶ νῦν, τοῦ μέλλοντος τὴν παρθένον δεικνύναι λαμπρὰν γενομένου καταγελάστου διὰ τῆς συνοικήσεως, αὐτὴ πρὸ ἐκείνου καὶ μετ' ἐκείνου κοινωνήσει τοῦ γέλωτος· κἂν τύχῃ τις τῇ γυναικὶ χρηστὴ παρὰ πολλοῖς προϋπάρχουσα δόξα, καὶ ταύτην εἰσελθὼν ἐκεῖνος ἀπελάσει τῆς οἰκίας· τοσοῦτον ἀπέχει καὶ ἑτέραν προσθεῖναι τοιαύτην· κἂν αὐτὸς ἔχῃ πάλιν τοιαύτην ὑπόληψιν, τοῦτο καὶ αὐτὸς πείσεται. Οὐκ ἄρα δόξαν ὑμῖν χρηστὴν προστίθησιν αὕτη ἡ κοινωνία τῆς οἰκήσεως, ἀλλὰ καὶ τὴν οὖσαν ἀναιρεῖ, καὶ τὴν οὐκ οὖσαν ἐπάγει τὴν πονηρὰν ἀμφοτέροις. Καὶ ὃ περὶ τῶν Ἰουδαίων ὁ προφήτης εἶπεν, εὔκαιρον καὶ νῦν εἰπεῖν· Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ οἱ ταῖς τοιαύταις συνοικοῦντες τὴν κηλῖδα ἀποθήσονταί ποτε ταύτην· οὕτω, καθάπερ τις καυτὴρ σώματι, ταῖς ἀμφοτέρων ὑπολήψεσιν ἐγκαίεται ἐπισκοτοῦσα ἅπασιν αὐτῶν τοῖς καλοῖς. Ἀλλ' ἴσως δόξαν ἡγοῦνται αὐτὸ τοῦτο ᾑρηκέναι τοὺς ἄνδρας. Ἀλλ' οὗτός ἐστιν ὁ πολὺς γέλως, καὶ ᾧ μάλιστα αἱ ἑταιριζόμεναι ἐγκαλλωπίζονται μόναι. Οὐ γὰρ δὴ γυναικῶν ἐλευθέρων οὐδὲ σωφρόνων τὸ τούτοις ἐναβρύνεσθαι τοῖς δικτύοις. Ἐπεὶ καὶ αὕτη πάλιν ἑτέρα ἀτιμίας ὑπόθεσις, καὶ ὅσῳπερ ἂν κρατῶσι τῶν ἀνδρῶν, καὶ χαλεπώτερα ἐπιτάττωσι, τοσούτῳ μᾶλλον ἑαυτὰς καταισχύνουσι μετ' ἐκείνων. Οὐδὲ γὰρ ἡ δουλουμένη τοὺς ἄνδρας γυνὴ, ἀλλ' ἡ αἰδουμένη αὕτη πᾶσίν ἐστιν αἰδέσιμός τε καὶ ἐπίσημος. Εἰ δὲ οὐκ ἀνέχοιντο τῶν ῥημάτων τῶν ἡμετέρων, ὁ τοῦ Θεοῦ νόμος αὐτὰς ἐπιστομίσαι δυνήσεται, λέγων οὕτως· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ. Καὶ ἑτέρωθεν δὲ εὕροι τις ἂν πολλαχόθεν τοῦτο οὕτω νενομισμένον, καὶ ταύτην ἄνωθεν οὖσαν τὴν τάξιν. Ὥστε ἀσχημοσύνη μεγάλη, ὅταν τὰ ἄνω κάτω γίνηται, κάτω μὲν ἡ κεφαλὴ, τὸ σῶμα δὲ ἄνω. Εἰ δὲ ἐπὶ γάμου τοῦτο αἰσχρὸν, πολλῷ μᾶλλον ἐπὶ ταύτης τῆς συζυγίας, ἔνθα οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι νόμου παράβασίς ἐστι τὸ γινόμενον θείου, ἀλλ' ὅτι πονηροτέραν καὶ τῇ γυναικὶ καὶ ἑαυτῷ περιτίθησι δόξαν. Εἰ γὰρ τὸ συνοικεῖν αἰσχρὸν, πολλῷ δήπου τὸ συνοικοῦσαν δουλοῦσθαι· οὐδὲ γὰρ πανταχοῦ τὸ κρατεῖν ἔπαινον φέρει, ἀλλ' ἔστι καὶ μὴ κρατοῦντα εὐδοκιμεῖν, καὶ κρατοῦντα ἀσχημονεῖν. 8 Ὥστε, εἰ βούλει θαυμάζεσθαι παρ' ἀνδράσι, μηδέν σοι κοινὸν ἔστω πρὸς αὐτούς· πόρρω καὶ συνουσίας καὶ ὄψεως καὶ συνοικήσεως γίνου τῆς ἐκείνων. Τότε σε καὶ γυναῖκες ἐκπλαγήσονται, καὶ ἄνδρες θαυμάσονται πάντες ὁμοῦ ἅτε παρθένον οὖσαν, καὶ τῷ νυμφίῳ προσεδρεύουσαν ἀπερισπάστως· τότε σε οὐχ οἱ οἰκεῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες, καὶ Ἰουδαῖοι, καὶ πᾶν τὸ τῶν ἀνθρώπων ἀποδέξεται γένος. Ὥστε εἰ δόξαν ζηλοῖς, ταύτην ὅδευε τὴν ὁδὸν, μὴ τὴν ἐναντίαν· τότε σε οὐκέτι τὴν τοῦ δεῖνος καλέσουσι καὶ τοῦ δεῖνος, ἀλλὰ τὴν τοῦ Χριστοῦ· τούτου δὲ κόσμος ἕτερος ἴσος οὐκ ἄν σοί ποτε γένοιτο παρ' οὐδενός. Ἢ μικρὰ ταῦτα, εἰπέ μοι, καθ' ἑκάστην ᾀδόμενα τὴν ἡμέραν καὶ ἐν ἀγορᾷ καὶ ἐν οἰκίαις καὶ ἐν ἑτέραις πόλεσιν· Ἡ δεῖνα, κόρη τε οὖσα καὶ νέα κομιδῇ καὶ σφόδρα εὐπρόσωπος, πολλοὺς, εἴ γε ἤθελεν, ἐπισπάσασθαι δυναμένη προστά τας, οὐκ ἠθέλησεν, ἀλλ' εἵλετο πᾶν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, ἢ τὴν τοῦ Χριστοῦ προδοῦναι φιλίαν, καὶ τὸ τῆς σωφροσύνης ἄνθος ἀφανίσαι; Μακαρία καὶ δὶς καὶ τρὶς καὶ πολλάκις· ὅσων ἀπολαύσεται ἀγαθῶν, οἷον δέξεται στέφανον, ὅσον καρπώσεται μισθὸν, πρὸς αὐτὰς ἁμιλλωμένη τὰς ἀσωμάτους δυνάμεις; Ταῦτα καὶ τὰ τοιαῦτα περὶ αὐτῆς πάντες ἐροῦσιν, καὶ εἰς ζῆλον ταῖς ἑαυτῶν θυγατράσι προθήσουσιν· κἂν κοσμίως βιοῦσάν τις προτρέψαι, κἂν διεφθαρμένην σωφρονίσαι βουληθῇ, τὰ ταύτης ἐγκώμια πάλιν ἅπαντες εἰς μέσον οἴσουσιν· οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ κἂν ἁπλῶς περὶ παρθενίας γένηται λόγος, καὶ οὕτως αὐτὴν ἅπαντες ἐπαινέσονται, οὐχ οἱ κοσμίως ζῶντες μόνον, ἀλλὰ καὶ ἐκεῖνοι οἱ σπουδάσαντες καὶ πάντα πράξαντες ὥστε αὐτὴν ἑλεῖν, εἶτα καταφρονηθέντες καὶ ὑπεροφθέντες. Καὶ αὕτη μὲν τοσαύτης καὶ πολλῷ πλείονος τῆς εἰρημένης ἀπολαύσεται δόξης· ἡ δὲ ἔχουσα τοὺς συνοικοῦντας τῶν ἐναντίων ἁπάντων. Καὶ πρῶτον μὲν ὅταν κατηγορῆται παρά τινων ἡ παρθενία μιαρῶν, ἥξουσι μὲν εἰς μνήμην ἀμφότεραι ἐν τοῖς τοιούτοις συλλόγοις, ἀλλ' ἡ μὲν τὰ τῶν ἀπολογουμένων, ἡ δὲ τὰ τῶν κατηγορούντων ἀνοίγουσα στόματα. Ἔπειτα, ὅταν σωφρονισθῆναί τινα καὶ ῥυθμισθῆναι δέῃ, αὕτη μὲν καθάπερ φάρμακον ἐπιστῦφον, καὶ σηπεδόνα ἀναστέλλειν δυνάμενον, εἰς μέσον ἄγεται, καὶ τὸ τοῦ διδασκάλου στόμα κοσμεῖ· ἐκείνη δὲ μετὰ τῆς καταισχυνθείσης ἕστηκε, κἂν μὴ παρῇ, κολαζομένη καὶ καταισχυνομένη. Ἀνάγκη γὰρ καθ' ἑκάστην διαμαρτάνουσαν κατηγορεῖσθαι καὶ ταύτην καὶ καταισχύνεσθαι πάλιν. Καὶ ὅπουπερ ἂν περὶ τοῦ πράγματος τούτου γίνηται λόγος, ὥσπερ ἐκείνη μακαρία, οὕτως ἀθλία αὕτη καὶ ταλαίπωρος καὶ πάντα τὰ τοιαῦτα ἀκούσεται· καὶ ὥσπερ ἐκείνην οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες καὶ μηδὲν εὐεργετηθέντες ᾄδουσι καὶ ἀνυμνοῦσιν, οὕτω καὶ ταύτην οἵ τε εἰδότες οἵ τε ἀγνοοῦντες οἵ τε μηδὲν παθόντες κακὸν κακίζουσι καὶ διαβάλλουσιν. Οἱ μὲν γὰρ ὀρθῶς βιοῦντες, οὐ παρὰ τῶν γνωρίμων μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἀγνώστων, καὶ παρ' αὐτῶν δὲ τῶν ἐχθρῶν ἐπαινοῦνται καὶ θαυμάζονται· οἱ δὲ διεφθαρμένοι καὶ φαῦλοι καὶ παρὰ τῶν φίλων κακίζονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐστὶ, τὸ τοσαύτην περὶ τὴν ἀρετὴν οἰκειότητα ἡμῖν ἐνθεῖναι, τοσαύτην δὲ περὶ τὴν κακίαν ἀλλοτρίωσιν, ὡς ἐκείνῃ μὲν πάντας ψηφίζεσθαι, καὶ τοὺς μὴ μετιόντας, τὴν δὲ κακίαν καταδικάζειν καὶ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ τοὺς διώκοντας. Ὅθεν δῆλον ὅτι τὰς ἠμελημένας ταύτας οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες ἀποστρέφονται, καὶ μάλιστα πάντων αὐτοὶ οἱ συνοικοῦντες. Κἂν γὰρ σφόδρα λέγωσιν ὑμᾶς φιλεῖν καὶ θαυμάζειν, κἂν χάριν ἔχωσιν ὑπὲρ ταύτης τῆς ἡδονῆς, ὑπὲρ αὐτῶν ὧν χαρίζεσθε, πάλιν μισεῖσθε κατὰ τὸ συνειδὸς τὸ ἐκείνων, ὅταν ποτὲ μικρὸν ἀνενεγκόντες ἐννοήσωσι τὴν παγίδα, ἐφ' ἧς ἑστήκασιν. Τοσοῦτόν ἐστιν ἡ κακία κακόν· καὶ οἱ μάλιστα πάντων θεραπευόμενοι παρ' ὑμῶν, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ καταγινώσκοντες, ἐπειδὴ καὶ μάλιστα πάντων τὰ ὑμέτερα ἴσασιν, εἰς τὰ ἐνδότατα εἰσαχθέντες, καὶ τὰ ἀπόρρητα ὑμῶν ἅπαντα διακωδωνίσαντες. Καὶ ὅτι μισοῦσι δῆλον ἐκεῖθεν· μυριάκις γὰρ ἂν εἵλοντο τῆς ψώρας ἀπαλλαγῆναι ταύτης καὶ τῆς νόσου τῆς χαλεπῆς, τὸ δὲ κωλύον ἡ συνήθεια, καὶ ἡ δοκοῦσά τις εἶναι ἡδονή· ἐπεὶ καὶ ἐκείνου τοῦ νοσήματος εὔχονται μὲν ἀπαλλαγῆναι, καὶ μισοῦσιν αὐτὸ πάντες οἱ ἔχοντες, ἥδονται δὲ ὄντες ἐν αὐτῷ, καθάπερ ἐν τούτῳ. Κἂν γὰρ λίαν ἄθλιός τις ᾖ καὶ ταλαίπωρος, οὐκ ἔστιν οὕτω τῶν ἀπεγνωσμένων καὶ σφόδρα τὴν ἑαυτῶν καταισχύνειν ἐπιθυμούντων δόξαν, ὡς ἐθελῆσαι ἐν ἀσχημοσύνῃ ζῆν, καὶ ἐν τοῖς ἁπάντων εἶναι στόμασιν ἐπὶ κακηγορίᾳ καὶ γέλωτι καὶ ὀνείδεσι, καὶ θέατρον ἐπὶ τῆς ἀγορᾶς γίνεσθαι κοινὸν, πάντων αὐτὸν ἅμα τῷ φανῆναι τοῖς πλησίον δακτυλοδεικτούντων ἐπὶ τοῖς αἰσχίστοις. Καὶ γὰρ οὐδὲ μικρά τις ἀπὸ τῆς ὑποψίας ταύτης ἀηδία τίκτεται τούτοις, καὶ ἐνοχλεῖ τῷ συνειδότι διηνεκῶς ἐγκαθημένη, καὶ σκώληκος παντὸς μονιμώτερον διατιτρώσκουσα αὐτῶν τὴν διάνοιαν.

Intertext edge

Open linked passage

Note