Quod regulares feminae viris cohabitare non debeant
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Εἰ δὲ ἔνθα παρὰ ἀνθρώπων ἕπεται αἰσχύνη, φανερῶς μὲν οὐδὲν λεγόντων, οἴκοι δὲ καὶ καθ' ἑαυτοὺς ἐγκαλούντων, τοσαύτη γίνεται ὀδύνη, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν τὸν ὑβρισμένον νυμφίον, ὅταν καὶ τὰ ἄδηλα εἰς μέσον ἄγηται, ὅταν καὶ καρδίαι ἀναπτύσσωνται καὶ ῥῆμα καὶ σχῆμα καὶ βλέμμα καὶ ἔννοια (τὰ γὰρ τούτων αἰσχρότερα παρίημι)· ὅταν οὖν πάντα ἁπλῶς ἐπὶ τῆς οἰκουμένης ἁπάσης γυμνὰ φαίνηται καὶ τετραχηλισμένα, πόσην ὑποστησόμεθα ἀσχημοσύνην καὶ κόλασιν καὶ τιμωρίαν; Τότε γὰρ, ἂν μὴ παραστῇ λάμπουσα οὕτως ἡμῶν ἡ ψυχὴ, ὡς εἰκὸς τὴν ἁρμοσθεῖσαν ἐκείνῳ τῷ νυμφίῳ, ἂν μὴ πάσης κηλῖδος καὶ ῥύπου καὶ ῥυτίδος ᾖ καθαρὰ, ἀπολεῖται, καὶ τὰ ἔσχατα πείσεται. Καὶ γὰρ ὁ τυχὼν μῶμος ἱκανὸς αὐτὴν ἐκβαλεῖν· εἰ δὲ ὁ τυχὼν μῶμος ἐκβάλλει, ὅταν πολὺς ὁ ῥύπος ᾖ, καὶ τοσαύτη ἡ δυσωδία, καὶ μυρία πάντοθεν τὰ ἕλκη, τίς αὐτὴν ἐξαιρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας ἐκείνης; Εἰ γὰρ ἐνταῦθα οὕτω φαῦλον ὄζει παρὰ πᾶσι καὶ ἀηδὲς τῆς τοιαύτης ὁ βίος, ὡς πάντας αὐτὴν ἀποστρέφεσθαι καὶ φίλους καὶ ἐχθροὺς, πῶς τῶν βασιλικῶν ἐπιβῆναι δυνήσεται προθύρων ἀνακεχρωσμένη βορβόρῳ τοσούτῳ; Οὐχ ὁρᾷς ὅτι οὐδὲ ἐν οἰκίᾳ ἀνδρὸς ἰδιώτου καὶ εὐτελοῦς ἀνάσχοιτό τις ἂν ὗν ἐγκυλισθέντα βορβόρῳ παραδέξασθαι ἔνδον, ἀλλ' ἀπελαύνουσιν καὶ διώκουσιν ἅπαντες, καὶ τὰς θύρας ἀποκλείουσιν, καὶ φεύγουσιν πόρρω; Εἰ δὲ ἄλογον ζῷον, καὶ ταῦτα ἐν βορβόρῳ τρεφόμενον, οὐχ ὑπομένουσιν ἅνθρωποι παραδέξασθαι οἴκοι μετὰ κηλῖδος, πῶς εἰς τὰς οὐρανίους σκηνὰς, ἔνθα τοσαύτη λαμπρότης, ἔνθα πάντα φαιδρὰ, ἔνθα φῶς ἀπρόσιτον, ἔνθα ἀστραπῆς πάσης λαμπρότερον ἀπαντῶσι στίλβουσαι αἱ παρθένοι, πῶς δυνήσεταί τις οὕτω ῥυπῶν εἰσελθεῖν; Αἱ μὴ ἔχουσαι ἔλαιον ἀπεκλείσθησαν τοῦ νυμφῶνος, καὶ πῶς ὑμεῖς προσδοκᾶτε ἐπιβήσεσθαι τῶν ἀδύτων ἐκείνων; Καὶ γὰρ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον τὸ ἁμάρτημα. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἴσον σωματικῆς μὴ μεταδοῦναι τροφῆς, καὶ ψυχὰς ἀπολέσαι πολλάς. Ἐκεῖναι μὲν γὰρ τοὺς πενομένους ἠδίκησαν μὲν οὐδὲν, ἐπειδὴ δὲ τῶν ἑαυτῶν αὐτοῖς οὐ μετέδωκαν, οὐδὲ ἀπήλλαξαν πενίας, ταῦτα ἔπαθον· σὺ δὲ καὶ ἠδίκησας καὶ ὦσας, καὶ οὐ μόνον οὐδὲν ὤνησας, ἀλλὰ καὶ τὰ μέγιστα κατέβλαψας. Εἰ δὲ αἱ μὴ ὠφελοῦσαι τοσαύτην ἔδοσαν δίκην, καὶ ταῦτα τῆς παρθενίας ἀκεραίου μενούσης, αἱ πρὸς τῷ μηδὲν ὠφελῆσαι καὶ τὰ μέγιστα ἀδικήσασαι ἑαυτὰς καὶ τοὺς συνοικοῦντας καὶ τοὺς σκανδαλισθέντας, καὶ πρὸ τούτων τὸ τοῦ νυμφίου καθυβρίσασαι ὄνομα, ποίαν ὑποστήσονται τιμωρίαν; Ἆρα ἴστε, ποῖον μεταχειρίζεσθε πρᾶγμα, πρὸς ποῖον ἀγῶνα ἀπεδύσασθε, ποῖον ἐλάχετε πολέμου μέρος, ποίαν ἐκληρώθητε τοῦ στρατοῦ τάξιν; Παρ' αὐτὸν τὸν τοῦ πολέμου στρατηγὸν, μᾶλλον δὲ παρ' αὐτὸν ἐσκήνωσθε τὸν βασιλέα καὶ στρατεύεσθε. Καθάπερ οὖν ἐν τοῖς πολέμοις τὸ στρατόπεδον ἅπαν οὐχ ἕνα χῶρον ἀπολαμβάνει, ἀλλ' οἱ μὲν τὰ κέρατα ἔχουσι τῆς παρατάξεως, οἱ δὲ τὰ μέσα, καὶ οἱ μὲν τὰ ὀπίσω, οἱ δὲ τὸ μέτωπον κατακοσμοῦσι τῆς φάλαγγος, ἄλλοι δὲ ὅπουπερ ἂν ὁ βασιλεὺς φαίνηται, πανταχοῦ μετ' αὐτοῦ φαίνονται καὶ συμπαραθέουσιν· οὕτω δὴ καὶ ὁ τῶν παρθένων χορὸς, οὐδεμίαν ἄλλην ἀλλ' ἢ ταύτην τὴν τάξιν εἴληχεν. Οὐχ οὕτως οἱ τὰ χρυσᾶ φοροῦντες ἱμάτια, καὶ ἐφ' ἵππων χρυσοφορούντων φερόμενοι, καὶ ἀσπίδας βαστάζοντες χρυσᾶς καὶ λιθοκολλήτους, τοῦ βασιλέως τὴν παρουσίαν ἐμφαίνειν ὀφείλουσιν, ὡς ἡ παρθένος τὴν τοῦ Χριστοῦ. Ἐκεῖνοι μὲν γὰρ παρ' αὐτὸ φαίνονται τὸ ὄχημα τὸ βασιλικὸν, αὕτη δὲ καὶ ὄχημα γίνεται βασιλικὸν, καθάπερ τὰ Χερουβὶμ, ἂν ἐθέλῃ, καὶ παρέστηκεν αὐτῷ καθάπερ τὰ Σεραφίμ. Δεῖ τοίνυν αὐτὴν εἰς ἀγορὰν ἐμβάλλουσαν, ὥσπερ ἄγαλμα φιλοσοφίας ἁπάσης φαίνεσθαι, καὶ πάντας ἐκπλήττειν, ὡς ἄγγελον ἐξ οὐρανοῦ καταβάντα νῦν· καὶ ὡς ἂν, εἰ τῶν Χερουβὶμ αὐτῶν ἓν ἐπὶ τῆς γῆς ἐφάνη, πάντας ἀνθρώπους ἐπέστρεφεν, οὕτω καὶ τὴν παρθένον τοὺς ὁρῶντας ἅπαντας εἰς θαῦμα καὶ ἔκπληξιν τῆς ἁγιωσύνης αὐτῆς ἐμβάλλειν δεῖ. Ὅταν γὰρ βαδίζῃ μὲν ὥσπερ δι' ἐρημίας, καθέζηται δὲ ἐν ἐκκλησίᾳ μετὰ σιγῆς βαθυτάτης, τὸ δὲ ὄμμα μηδένα τῶν παρόντων ὁρᾷ, μὴ γυναικῶν, μὴ ἀνδρῶν, ἀλλ' ἢ τὸν νυμφίον μόνον ὡς παρόντα καὶ φαινόμενον, ἀναχωρῇ δὲ οἴκαδε πάλιν τούτῳ διαλεχθεῖσα ἐν εὐχαῖς, καὶ τῆς αὐτοῦ μόνης ἀκούσασα φωνῆς διὰ τῶν Γραφῶν· γενομένη δὲ ἐπὶ τῆς οἰκίας, τὸν ποθούμενον ἀναλογίζηται μόνον, καὶ ξένη καὶ πάροικος ᾖ καὶ παρεπίδημος, καὶ πάντα οὕτω ποιῇ, ὡς εἰκὸς ξένην τῶν ἐνταῦθα πραγμάτων, καὶ μὴ μόνον ἀρρένων ὄψεις φεύγῃ, ἀλλὰ καὶ γυναικῶν συνουσίαν τῶν βιωτικωτέρων, καὶ τοσαῦτα τῷ σώματι διακονῆται, ὅσα ἀνάγκη μόνον, τὸ δὲ πᾶν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἀναλίσκῃ, τίς οὐ θαυμάσεται, τίς οὐκ ἐκστήσεται, ἐν γυναικείᾳ φύσει πολιτείαν ἀγγελικὴν ὁρῶν; τίς δὲ ὅλως τολμήσει προσελθεῖν, τίς δὲ ἅψασθαι πεπυ ρωμένης ψυχῆς ἄνθρωπος ὤν; Διὰ δὴ τοῦτο πάντες μὲν ἀποστήσονται καὶ ἑκόντες καὶ ἄκοντες, πάντες δὲ ἐκπλαγήσονται, ἅτε χρυσίον πεπυρωμένον καὶ ἀποστίλβον ὁρῶντες. Ἔχει μὲν γὰρ καὶ αὐτὴ ἡ τοῦ χρυσοῦ φύσις πολλὴν τὴν λαμπηδόνα· ὅταν δὲ καὶ τὴν ἀπὸ τοῦ πυρὸς προσλάβῃ, μεῖζον τὸ θαῦμα γίνεται καὶ φοβερώτερον. Εἰ δὲ ἐπὶ τοῦ σώματος τοῦτο, ὅταν ἐπὶ χρυσῆς συμβαίνῃ τοῦτο ψυχῆς, οὐκέτι ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις ποθεινὸν ἔσται θέαμα. Τί τοίνυν κοσμεῖς ἑαυτὴν ἱματίοις, τὸν ἀπὸ τῆς φλογὸς ταύτης ἔχουσα κόσμον; Καὶ γὰρ τὰ ἱμάτια οὐχ ἵνα καλλωπιζώμεθα δέδοται, ἀλλ' ἵνα τὴν ἀπὸ τῆς γυμνότητος αἰσχύνην κρύπτωμεν· οὐχ ἵνα τοιαῦτα ἐνδυώμεθα, ἃ τῶν γυμνῶν μᾶλλον ἡμᾶς καταισχῦναι δυνήσεται. 10 Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ χιτῶνας δερματίνους ἐνέδυσεν ὁ Θεὸς καὶ τὴν ἐκείνου γυναῖκα· καίτοι γε ἐνῆν, εἴπερ ἐβούλετο, καλὰ περιθεῖναι ἱμάτια· ἀλλ' ἄνωθεν ἡμῖν καὶ δι' ἐκείνων δείκνυσιν ὅτι οὐ τρυφῆς ὁ παρὼν καιρὸς, ἀλλὰ τοῦ στένειν καὶ κόπτεσθαι. Εἰ δὲ αὐτὸ τὸ δεηθῆναι περιβολῆς αἰσχύνη καὶ κατάγνωσις, καὶ ἐξ ἁμαρτίας γέγονε, τί τῆς κατηγορίας ἐπιτείνεις τὸ αἴνιγμα; μὴ γὰρ οὐκ ἀρκεῖ δεῖξαι τὴν κατάπτωσιν ἡμῶν αὐτὸ τὸ δεηθῆναι περιβολῆς; τί μείζονα ποιεῖς τὴν διαβολήν; τί τὴν κατηγορίαν αὔξεις, ἐπιτείνουσα τὴν χρείαν; Δέον γὰρ ὀδύρεσθαι καὶ στένειν καὶ τὸ σῶμα αὐτὸ ἀποθέσθαι κατὰ τὸν Παῦλον, ἡμεῖς δὲ καθήμεθα περὶ τὰ σκεπάσματα αὐτοῦ φιλοτεχνοῦντες, ὥσπερ ἂν εἴ τις οἰδήματα περὶ τὴν ὄψιν ἔχων, καὶ εἰς ἀνάγκην τοῦ σκέπειν αὐτὰ καταστὰς, ἔτι καὶ καλλωπίζοι τὰ καλύμματα ταῦτα. Διὰ τοῦτο Ἠλίας, διὰ τοῦτο Ἰωάννης ἁπλῆν εἶχον ἐσθῆτα, καὶ δερματίνους χιτῶνας καὶ ἱμάτια τρίχινα περιβαλλόμενοι· ἠπείγοντο γὰρ καὶ ἐπεθύμουν τὸ ἔνδυμα τῆς ἀφθαρσίας λαβεῖν. Σὺ δὲ καὶ τὰς ἐν τῇ σκηνῇ παρατρέχεις γυναῖκας τῇ τῶν ἱματίων περιεργίᾳ, δι' ἐκείνων τοῖς ἀνεπτερωμένοις τῶν νεῶν τιθεῖσα τὰς μηχανάς. Οὐχ οὕτω σὲ κοσμεῖσθαι καὶ καλλωπίζεσθαι βούλεται ὁ νυμφίος, ἀλλ' ἐν τῇ ψυχῇ σου πᾶσαν ἀποκεῖσθαι αὐτοῦ τὴν δόξαν ἐκέλευσε· σὺ δὲ ἐκείνης μὲν ἀμελεῖς, τὸν δὲ πηλὸν καὶ τὴν τέφραν κατακοσμεῖς ποικίλως, καὶ ἐραστὰς ἕλκεις ἀκολάστους, καὶ μοιχοὺς ἐργάζῃ τοὺς ὁρῶντας, ὡς εἰπεῖν, ἅπαντας. Καὶ ὅτι μὲν πολὺ συνάγεις ἐντεῦθεν τὸ πῦρ, οὐδὲ αὐτὴν οἶμαί σε ἀντερεῖν· ὅτι δὲ καὶ ἀδοξία καὶ ὄνειδος ἐντεῦθεν ἕψεται, καὶ τοῦτο πειράσομαι ποιῆσαι φανερὸν ἀπ' αὐτῶν τῶν ἐραστῶν. Ὅταν γὰρ ἡ μὲν τὴν ψυχὴν καλλωπίζουσα τὸν Θεὸν ἔχῃ τοῦ κάλλους ἐραστὴν, σὺ δὲ ἀνθρώπους, μᾶλλον δὲ μηδὲ ἀνθρώπους, ἀλλὰ χοίρους καὶ κύνας, καὶ εἴ τι τούτων ἀλογώτερον, τίς οὕτως ἀνόητος, ὡς σὲ μᾶλλον ἐκείνης κεκοσμῆσθαι φάναι τῆς τὸν Θεὸν εἰς ἐπιθυμίαν ἀγούσης τῆς εὐμορφίας τῆς ἔνδον; Ὥστε ὅσῳ ἂν ἐπιτείνῃς τὴν περιεργίαν, τοσούτῳ γέγονας βδελυκτὴ, καὶ τὸν μὲν Θεὸν ἀποτρέπουσα, τούτους δὲ ἐφελκομένη, καὶ ταύτῃ μειζόνως αἰσχροτέρα φαινομένη καὶ δυσειδής. Πῶς γὰρ οὐ δυσειδὴς ἡ μὴ δυναμένη τὸν Θεὸν ἐπισπάσασθαι; Εἰ δὲ ἡ καλλωπιζομένη οὕτως ἀηδὴς, ὅταν ᾖ καὶ συνοικοῦντα ἔχουσα, ἐννόησον ὅσον ἐπιτείνει τὸ μῖσος. Ἀλλ' εἰ δοκεῖ, μὴ τὴν σηνοίκησιν εἴπωμεν μόνον ἀλλὰ καὶ ἀναπτύξωμεν αὐτὴν, ὥστε αἰσχροτέραν φανῆναι. Ἐπειδὴ γὰρ οὐ δεδοίκασι τὸν ἀκοίμητον ὀφθαλμὸν, ἀλλ' οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων τοῦτο φόβος αὐτοῖς, φέρε καὶ ταύτης αὐτοὺς ἀποστερήσωμεν τῆς παραμυθίας, ἃ κρύπτουσι τοῖχοι καὶ συσκιάζουσι, ταῦτα εἰς μέσον ἀγαγόντες, καὶ τὰς θύρας ἀναπετάσαντες τοῖς βουλομένοις ὁρᾶν, ἀπὸ τῆς εὐνῆς αὐτοὺς πρῶτον ἐγείραντες· μᾶλλον δὲ, εἰ δοκεῖ, τὰ κατὰ τὴν οἰκίαν ἐξετάσωμεν πρῶτον. Καὶ θῶμεν τοίχοις αὐτοὺς διείργεσθαι καὶ οἰκήμασι καθεύδοντας· οὐδὲ γὰρ οἶμαί τινα, κἂν σφόδρα ἀσχημονεῖν ἕληται, μέχρι τοσούτου παραδειγματίζειν ἑαυτὸν, ὥστε καὶ ἐν ἑνὶ καθεύδειν οἰκήματι. Ἔστωσαν τοίνυν διῃρμένοι τοῖς τοίχοις· καὶ τί τοῦτο; οὐ γὰρ ἱκανὸν ἀπαλλάξαι ὑποψίας αὐτούς· πλὴν ἀλλὰ μηδὲν περὶ ὑποψίας νῦν, μηδ' ἐὰν μυρίαι παιδίσκαι συνοικῶσιν αὐτῷ· τὴν δὲ ἄλλην ἀσχημοσύνην ἐξετάσωμεν τέως. Συμβαίνει γὰρ κατὰ ταὐτὸν ἀναστάντας, οὐ παννυχίδων ἕνεκεν (οὐδὲν γὰρ ἀπὸ τῶν τοιούτων ψυχῶν εὐλαβὲς ἄν ποτε γένοιτο), καὶ διοδεύειν ἀλλήλους κειμένους, καὶ προσφθέγγεσθαι νύκτωρ· οὗ τί γένοιτ' ἂν αἰσχρότερον; Εἰ δὲ συμβαίη καὶ ἀρρωστῆσαι ἄφνω τὴν συνοικοῦσαν, οὐδὲ τοίχων ἐνταῦθα ὄφελος λοιπὸν, ἀλλὰ διαναστὰς πρὸ τῶν ἄλλων ἐπεισέρχεται τῇ παρθένῳ κειμένῃ, τὴν ἀρρωστίαν ἔχων ἀπολογίαν, καὶ τῶν θεραπαινίδων πολλάκις ὀκνηρότερον διακειμένων, καὶ παρακάθηται, καὶ τὰ ἄλλα ἐπιμελεῖται, ἃ γυναῖκας πολλάκις μόνον θέμις διακονεῖν, καὶ οὔτε ἐκείνη αἰσχύνεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται, οὔτε οὗτος ἐρυθριᾷ, ἀλλὰ καὶ χαίρει μειζόνως, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ τὴν δουλείαν αἰσχροτέραν ἐπιδείκνυται· καὶ ἡ ἀποστολικὴ ῥῆσις ἐκείνη ἡ λέγουσα ὅτι Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, διὰ τῶν ἔργων δείκνυται τότε. Ὅταν δὲ καὶ αἱ θεραπαινίδες διαναστῶσι, χείρων ἡ αἰσχύνη· καὶ γὰρ ἀκαλύπτῳ τῇ κεφαλῇ, καὶ μονοχίτωνες, καὶ γυμναῖς ταῖς χερσὶν, ἅτε τεθορυβημέναι καὶ ἐν νυκτὶ διανιστάμεναι, διατρέχουσι παρόντος ἐκείνου, μᾶλλον δὲ μέσον στρεφομένου καὶ συνδιαθέοντος, ἅπαντα ἀναγκάζονται πληροῦν· οὗ τί γένοιτ' ἂν αἰσχρότερον; Εἰ δὲ καὶ μαῖα παραγένοιτο, οὐδὲ οὕτως ἐπαισχύνεται, ἀλλὰ καὶ κορῶν ἀλλοτρίων ἐπεισιουσῶν ἐναβρύνεται. Εἰς ἓν γὰρ ὁρᾷ μόνον, ὅπως ἐπιδείξαιτο τῇ ἀρρωστούσῃ τὴν ἑαυτοῦ διακονίαν, οὐκ εἰδὼς ὅτι ὅσῳ ἂν ἐπιδείξηται, τοσούτῳ μᾶλλον καὶ ἑαυτὸν κἀκείνην κατῄσχυνεν. Καὶ τί θαυμαστὸν εἰ παραγινόμενος μὴ ἐρυθριᾷ; πολλάκις γὰρ καὶ μέσων νυκτῶν οὐκ ὀκνοῦσι, θεραπαινίδων εὐτελῶν ἔργον ποιοῦντες, ἐπ' αὐτὴν τὴν μαῖαν δραμεῖν· ὅταν δὲ παραγένηται, νῦν μὲν αὐτὸν ἐξέβαλεν καὶ ἄκοντα, κἂν λίαν ἀναίσχυντος ᾖ, νῦν δὲ ἐπέτρεψεν εἰσελθεῖν καὶ παρακαθῆσθαι· καίτοι τί ἄν τις, κἂν μυρία ἐπιτηδεύσῃ ὥστε καταισχῦναι αὐτὸν, τοιοῦτον ποιήσειεν ἂν, οἷον αὐτοὶ κατασκευάζουσιν ἑαυτοῖς;