Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Περὶ θείας ἑνώσεως καὶ διακρίσεωσ Πάντα μὲν οὖν ταῦτα κοινῶς ἐπὶ πάσης τῆς θεότητος ἐκληπτέον καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ἡνωμένως, διακεκριμένως δὲ τὸ πατὴρ καὶ τὸ υἱὸς καὶ τὸ πνεῦμα καὶ τὸ ἀναίτιον καὶ τὸ αἰτιατὸν καὶ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ ἐκπορευτόν, ἅτινα οὐκ οὐσίας εἰσὶ δηλωτικά, ἀλλὰ τῆς πρὸς ἄλληλα σχέσεως καὶ τοῦ τῆς ὑπάρξεως τρόπου. Ταῦτα οὖν εἰδότες καὶ ἐκ τούτων ἐπὶ τὴν θείαν οὐσίαν χειραγωγούμενοι οὐκ αὐτὴν τὴν οὐσίαν καταλαμβάνομεν ἀλλὰ τὰ περὶ τὴν οὐσίαν, ὥσπερ οὐδέ, ἐὰν γνῶμεν, ὅτι ἡ ψυχὴ ἀσώματός ἐστι καὶ ἄποσος καὶ ἀσχημάτιστος, ἤδη καὶ τὴν οὐσίαν αὐτῆς κατειλήφαμεν, οὐδὲ τοῦ σώματος, εἴπερ γνῶμεν, ὅτι λευκὸν ἢ μέλαν ἐστίν, ἀλλὰ τὰ περὶ τὴν οὐσίαν. Ὁ δὲ ἀληθὴς λόγος διδάσκει ἁπλοῦν εἶναι τὸ θεῖον καὶ μίαν ἁπλῆν ἔχειν ἐνέργειαν, ἀγαθήν, πᾶσι τὰ πάντα ἐνεργοῦσαν κατὰ τὴν τοῦ ἡλίου ἀκτῖνα, ἥτις πάντα θάλπει καὶ ἐν ἑκάστῳ κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα καὶ δεκτικὴν δύναμιν ἐνεργεῖ ἐκ τοῦ δημιουργήσαντος θεοῦ τὴν τοιαύτην εἰληφὼς ἐνέργειαν. Διακέκριται δὲ καί, ὅσα τῆς θείας καὶ φιλανθρώπου τοῦ θεοῦ λόγου σαρκώσεως· ἐν τούτοις γὰρ οὔτε ὁ πατὴρ οὔτε τὸ πνεῦμα κατ' οὐδένα λόγον κεκοινώνηκεν εἰ μὴ κατ' εὐδοκίαν καὶ κατὰ τὴν ἄρρητον θαυματουργίαν, ἣν καὶ καθ' ἡμᾶς ἄνθρωπος ὁ θεὸς λόγος γενόμενος εἰργάζετο ὡς ἀναλλοίωτος θεὸς καὶ θεοῦ υἱός.

Intertext edge

Open linked passage

Note