Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Περὶ διαβόλου καὶ δαιμόνων Ἐκ τούτων τῶν ἀγγελικῶν δυνάμεων πρωτοστάτης τῆς περιγείου τάξεως καὶ τῆς γῆς τὴν φυλακὴν ἐγχειρισθεὶς παρὰ θεοῦ οὐ φύσει πονηρὸς γεγονώς, ἀλλ' ἀγαθὸς ὢν καὶ ἐπ' ἀγαθῷ γενόμενος καὶ μηδ' ὅλως ἐν ἑαυτῷ παρὰ τοῦ δημιουργοῦ κακίας ἐσχηκὼς ἴχνος, μὴ ἐνέγκας τόν τε φωτισμὸν τήν τε τιμήν, ἣν αὐτῷ ὁ δημιουργὸς ἐδωρήσατο, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν καὶ ἐπήρθη κατὰ τοῦ πεποιηκότος αὐτὸν θεοῦ ἀντᾶραι αὐτῷ βουληθεὶς καὶ πρῶτος ἀποστὰς τοῦ ἀγαθοῦ ἐν τῷ κακῷ ἐγένετο· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ κακὸν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις, ὥσπερ καὶ τὸ σκότος φωτός ἐστι στέρησις. Τὸ γὰρ ἀγαθὸν φῶς ἐστι νοητόν, ὁμοίως καὶ τὸ κακὸν σκότος ἐστὶ νοητόν. Φῶς οὖν κτισθεὶς ὑπὸ τοῦ δημιουργοῦ καὶ ἀγαθὸς γεγονώς–» καὶ γὰρ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν»– αὐτεξουσίῳ θελήματι σκότος ἐγένετο. Συναπεσπάσθη δὲ καὶ ἠκολούθησεν αὐτῷ καὶ συνέπεσε πλῆθος ἄπειρον τῶν ὑπ' αὐτῷ τεταγμένων ἀγγέλων. Τῆς αὐτῆς τοιγαροῦν φύσεως τοῖς ἀγγέλοις ὑπάρχοντες κακοὶ γεγόνασι τὴν προαίρεσιν ἑκουσίως ἐκ τοῦ ἀγαθοῦ πρὸς τὸ κακὸν ἐκκλίναντες. Οὐκ ἔχουσι τοίνυν ἐξουσίαν κατά τινος οὐδὲ ἰσχὺν εἰ μὴ ἐκ θεοῦ οἰκονομικῶς συγχωρούμενοι, ὡς ἐπὶ τοῦ Ἰώβ, καθάπερ ἐπὶ τῶν χοίρων ἐν τῷ εὐαγγελίῳ γέγραπται. Παραχωρήσεως δὲ θεοῦ γινομένης καὶ ἰσχύουσι καὶ μεταβάλλονται καὶ μετασχηματίζονται, εἰς οἷον θέλουσι σχῆμα κατὰ φαντασίαν. Καὶ τὰ μὲν μέλλοντα οὐδὲ οἱ ἄγγελοι οὐδὲ οἱ δαίμονες οἴδασιν, ὅμως προλέγουσιν, οἱ μὲν ἄγγελοι τοῦ θεοῦ αὐτοῖς ἀποκαλύπτοντος καὶ προλέγειν κελεύοντος· ὅθεν, ὅσα λέγουσι, γίνονται. Προλέγουσι δὲ καὶ οἱ δαίμονες, ποτὲ μὲν τὰ μακρὰν γινόμενα βλέποντες, ποτὲ δὲ στοχαζόμενοι, ὅθεν καὶ τὰ πολλὰ ψεύδονται· οἷς οὐ δεῖ πιστεύειν, κἂν ἀληθεύωσι πολλάκις, οἵῳ τρόπῳ εἰρήκαμεν. Οἴδασι δὲ καὶ τὰς γραφάς. Πᾶσα οὖν κακία ἐξ αὐτῶν ἐπενοήθη καὶ τὰ ἀκάθαρτα πάθη. Καὶ προσβάλλειν μὲν τῷ ἀνθρώπῳ συνεχωρήθησαν, βιάζεσθαι δέ τινα οὐκ ἰσχύουσιν· ἐν ἡμῖν γάρ ἐστι δέξασθαι τὴν προσβολὴν ἢ μὴ δέξασθαι. Διὸ τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἡτοίμασται τὸ πῦρ τὸ ἄσβεστον, ἡ κόλασις ἡ αἰώνιος, καὶ τοῖς ἑπομένοις αὐτῷ. Χρὴ δὲ γινώσκειν, ὅτι, ὅπερ ἐστὶ τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς ἀγγέλοις ἡ ἔκπτωσις· μετὰ γὰρ τὴν ἔκπτωσιν οὐκ ἔστιν αὐτοῖς μετάνοια, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ τὸν θάνατον.

Intertext edge

Open linked passage

Note