Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι τὰ μὴ παραδεδομένα ἡμῖν ὑπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν βʹ Περὶ ῥητῶν καὶ ἀρρήτων καὶ γνωστῶν καὶ ἀγ νώστων γʹ Ἀπόδειξις, ὅτι ἔστι θεός δʹ Περὶ τοῦ τί ἐστι θεός; ὅτι ἀκατάληπτον εʹ Ἀπόδειξις, ὅτι εἷς ἐστι θεὸς καὶ οὐ πολλοί ϛʹ Περὶ λόγου θεοῦ ζʹ Περὶ πνεύματος ἁγίου ηʹ Περὶ τῆς ἁγίας τριάδος θʹ Περὶ τῶν ἐπὶ θεοῦ λεγομένων ιʹ Περὶ θείας ἑνώσεως καὶ διακρίσεως ιαʹ Περὶ τῶν σωματικῶς ἐπὶ θεοῦ λεγομένων ιβʹ Ἔτι περὶ τῶν αὐτῶν ιγʹ Περὶ τόπου θεοῦ καὶ ὅτι μόνον τὸ θεῖον ἀπερί γραπτον ιδʹ Τὰ ἰδιώματα τῆς θείας φύσεως ιεʹ Περὶ αἰῶνος ιϛʹ Περὶ δημιουργίας ιζʹ Περὶ ἀγγέλων ιηʹ Περὶ διαβόλου καὶ δαιμόνων ιθʹ Περὶ κτίσεως ὁρατῆς κʹ Περὶ οὐρανοῦ καʹ Περὶ φωτός, πυρός, φωστήρων ἡλίου τε καὶ σελήνης καὶ ἄστρων κβʹ Περὶ ἀέρος καὶ ἀνέμων κγʹ Περὶ ὑδάτων κδʹ Περὶ γῆς καὶ τῶν ἐξ αὐτῆς κεʹ Περὶ παραδείσου κϛʹ Περὶ ἀνθρώπου κζʹ Περὶ ἡδονῶν κηʹ Περὶ λύπης κθʹ Περὶ φόβου
1.2.1
Περὶ θυμοῦ λαʹ Περὶ τοῦ φανταστικοῦ λβʹ Περὶ αἰσθήσεως λγʹ Περὶ τοῦ διανοητικοῦ λδʹ Περὶ τοῦ μνημονευτικοῦ λεʹ Περὶ ἐνδιαθέτου λόγου καὶ προφορικοῦ
1.3.1
Περὶ πάθους καὶ ἐνεργείας λζʹ Περὶ ἐνεργείας ληʹ Περὶ ἑκουσίου καὶ ἀκουσίου λθʹ Περὶ τοῦ ἐφ' ἡμῖν, τουτέστι τοῦ αὐτεξουσίου μʹ Περὶ τῶν γινομένων μαʹ Διὰ ποίαν αἰτίαν αὐτεξούσιοι γεγόναμεν μβʹ Περὶ τῶν οὐκ ἐφ' ἡμῖν μγʹ Περὶ προνοίας μδʹ Περὶ προγνώσεως καὶ προορισμοῦ μεʹ Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι' ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας μϛʹ Περὶ τοῦ τρόπου τῆς συλλήψεως τοῦ θεοῦ λόγου καὶ τῆς θείας αὐτοῦ σαρκώσεως μζʹ Περὶ τῶν δύο φύσεων μηʹ Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως μθʹ Περὶ ἀριθμοῦ τῶν φύσεων νʹ Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστά σεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει ναʹ Περὶ τῆς μιᾶς τοῦ θεοῦ λόγου συνθέτου ὑποστά σεως νβʹ Πρὸς τοὺς λέγοντας· Ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται αἱ τοῦ κυρίου φύσεις ἢ ὑπὸ τὸ διω ρισμένον νγʹ Πρὸς τό, εἰ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἀπάν τησις νδʹ Περὶ τοῦ τρισαγίου νεʹ Περὶ τῆς ἐν εἴδει καὶ ἐν ἀτόμῳ θεωρουμένης φύσεως καὶ διαφορᾶς, ἑνώσεως καὶ σαρκώσεως, καὶ πῶς ἐκληπτέον «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» νϛʹ Ὅτι θεοτόκος ἡ ἁγία παρθένος νζʹ Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων νηʹ Περὶ θελημάτων καὶ αὐτεξουσίων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νθʹ Περὶ ἐνεργειῶν τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ ξʹ Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεων καὶ ἐνεργειῶν ὁ ἄνθρωπος, ἀνάγκη ἐπὶ Χριστοῦ τρεῖς φύσεις καὶ τοσαύτας λέγειν τὰς ἐνεργείας ξαʹ Περὶ τοῦ τεθεῶσθαι τὴν φύσιν τῆς τοῦ κυρίου σαρκὸς καὶ τὸ θέλημα ξβʹ Ἔτι περὶ θελημάτων καὶ αὐτεξουσίων νοῶν τε καὶ γνώσεων καὶ σοφιῶν ξγʹ Περὶ τῆς θεανδρικῆς ἐνεργείας ξδʹ Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν ξεʹ Περὶ ἀγνοίας καὶ δουλείας ξϛʹ Περὶ προκοπῆς ξζʹ Περὶ δειλίας ξηʹ Περὶ τῆς τοῦ κυρίου προσευχῆς
1.4.1
Περὶ οἰκειώσεως οʹ Περὶ τοῦ πάθους τοῦ σώματος τοῦ κυρίου καὶ τῆς ἀπαθείας αὐτοῦ θεότητος οαʹ Περὶ τοῦ ἀχώριστον διαμεῖναι τὴν τοῦ λόγου θεότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν τῷ θανάτῳ τοῦ κυρίου καὶ μίαν διαμεῖναι ὑπόστασιν οβʹ Περὶ φθορᾶς καὶ διαφθορᾶς ογʹ Περὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου οδʹ Περὶ τῶν μετὰ τὴν ἀνάστασιν οεʹ Περὶ τῆς ἐκ δεξιῶν τοῦ πατρὸς καθέδρας οϛʹ Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεις ὁ Χριστός, ἢ καὶ τῇ κτίσει λατρεύετε φύσιν κτιστὴν προσκυ νοῦντες ἢ μίαν φύσιν προσκυνητὴν λέγετε καὶ μίαν ἀπροσκύνητον οζʹ Διὰ τί ὁ υἱὸς ἐνηνθρώπησε καὶ οὐχ ὁ πατὴρ οὐδὲ τὸ πνεῦμα καὶ τί ἐνανθρωπήσας κατώρθωσεν
1.5.1
Πρὸς τοὺς ἐρωτῶντας, εἰ ἡ ὑπόστασις τοῦ Χρι στοῦ κτιστή ἐστιν ἢ ἄκτιστος οθʹ Περὶ τοῦ πότε ἐκλήθη Χριστός πʹ Πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ ἁγία θεοτόκος, εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέ μαντο παʹ Πῶς πρωτότοκος λέγεται ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ πβʹ Περὶ πίστεως καὶ βαπτίσματος πγʹ Περὶ πίστεως πδʹ Περὶ σταυροῦ, ἐν ᾧ ἔτι καὶ περὶ πίστεως πεʹ Περὶ τοῦ προσκυνεῖν κατὰ ἀνατολάς πϛʹ Περὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ κυρίου μυστηρίων πζʹ Περὶ τῆς γενεαλογίας τοῦ κυρίου καὶ περὶ τῆς ἁγίας θεοτόκου πηʹ Περὶ τῶν ἁγίων καὶ τῆς τῶν λειψάνων αὐτῶν τιμῆς πθʹ Περὶ εἰκόνων ϟʹ Περὶ γραφῆς ϟαʹ Περὶ τῶν ἐπὶ Χριστοῦ λεγομένων
1.6.1
Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ θεός ϟγʹ Ὅτι οὐ δύο ἀρχαί ϟδʹ Τίνος ἕνεκεν προγινώσκων ὁ θεὸς τοὺς ἁμαρτάνειν καὶ μὴ μετανοεῖν μέλλοντας ἔκτισεν ϟεʹ Περὶ νόμου θεοῦ καὶ νόμου ἁμαρτίας ϟϛʹ Κατὰ Ἰουδαίων περὶ τοῦ σαββάτου ϟζʹ Περὶ παρθενίας ϟηʹ Περὶ τῆς περιτομῆς ϟθʹ Περὶ τοῦ ἀντιχρίστου ρʹ Περὶ ἀναστάσεως/* Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου πρεσβυτέρου Δαμασκηνοῦ ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως*/
1.1.2
Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι τὰ μὴ παραδεδομένα ἡμῖν ὑπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν «Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο». Ἄρρητον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον. «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον οὕτως οἶδε τὰ τοῦ θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν θεόν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν οὐκ ἀνθρώπων μόνον ἀλλ' οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων καὶ αὐτῶν φημι τῶν Χερουβὶμ καὶ Σεραφίμ. Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ· πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι θεὸν ὑπ' αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως. Καὶ διὰ νόμου δὲ καὶ προφητῶν πρότερον, ἔπειτα δὲ καὶ διὰ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, κυρίου δὲ καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ ἐφικτὸν ἡμῖν τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν δεχόμεθα καὶ γινώσκομεν καὶ σέβομεν οὐδὲν περαιτέρῳ τούτων ἐπιζητοῦντες· ἀγαθὸς γὰρ ὢν ὁ θεὸς παντὸς ἀγαθοῦ παρεκτικός ἐστιν οὐ φθόνῳ οὐδὲ πάθει τινὶ ὑποκείμενος· «μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς». Ὡς οὖν πάντα εἰδὼς καὶ τὸ συμφέρον ἑκάστῳ προμηθούμενος, ὅπερ συνέφερεν ἡμῖν γνῶναι ἀπεκάλυψεν, ὅπερ δὲ οὐκ ἐδυνάμεθα φέρειν, ἀπεσιώπησε. Ταῦτα ἡμεῖς στέρξωμεν καὶ ἐν αὐτοῖς μείνωμεν μὴ μεταίροντες ὅρια αἰώνια μηδὲ ὑπερβαίνοντες τὴν θείαν παράδοσιν.