Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Περὶ οὐρανοῦ Οὐρανός ἐστι περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων· ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορίζονται. Μόνον δὲ τὸ θεῖον ἀπερίγραπτόν ἐστι πάντα πληροῦν καὶ πάντα περιέχον καὶ πάντα περιορίζον ὡς ὑπὲρ πάντα ὂν καὶ πάντα δημιουργῆσαν. Ἐπεὶ τοίνυν οὐρανόν φησιν ἡ γραφὴ καὶ «οὐρανὸν τοῦ οὐρανοῦ» καὶ «οὐρανοὺς οὐρανῶν» καὶ «ἕως τρίτου οὐρανοῦ» ὁ μακάριος Παῦλος ἡρπάχθαι φησί, λέγομεν, ὅτι ἐν τῇ τοῦ παντὸς κοσμογενείᾳ οὐρανοῦ ποίησιν παρελάβομεν, ὃν οἱ τῶν ἔξω σοφοὶ ἄναστρον σφαῖράν φασι τὰ Μωσέως σφετερισάμενοι δόγματα. Ἔτι δὲ καὶ τὸ στερέωμα ἐκάλεσεν ὁ θεὸς οὐρανόν, ὃν ἐν μέσῳ τοῦ ὕδατος γενέσθαι προσέταξεν τάξας αὐτὸν διαχωρίζειν ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Τούτου τὴν φύσιν ὁ θεῖος Βασίλειος λεπτήν φησιν ὡσεὶ καπνὸν ἐκ τῆς θείας μεμυημένος γραφῆς. Ἕτεροι δὲ ὑδατώδη ὡς ἐν μέσῳ τῶν ὑδάτων γενόμενον, ἄλλοι ἐκ τῶν τεσσάρων στοιχείων, ἄλλοι πέμπτον σῶμα καὶ ἕτερον παρὰ τὰ τέσσαρα. Τινὲς μὲν οὖν ἐδόξασαν κύκλῳ τὸ πᾶν περιέχειν τὸν οὐρανὸν σφαιροειδῆ τε ὑπάρχειν καὶ πανταχόθεν τὸ ἀνώτατον μέρος αὐτὸν εἶναι, τὸ δὲ μεσώτατον τοῦ περιεχομένου ὑπ' αὐτοῦ τόπου εἶναι κατώτερον μέρος, καὶ τὰ μὲν κοῦφα καὶ ἐλαφρὰ τῶν σωμάτων τὴν ἄνω τάξιν λαχεῖν παρὰ τοῦ δημιουργοῦ, τὰ δὲ βαρέα καὶ κατωφερῆ τὴν κατωτέραν χώραν, ἥτις ἐστὶν ἡ μέση. Ἔστι μὲν οὖν κουφότερον καὶ ἀνωφερέστερον στοιχεῖον τὸ πῦρ, ὅπερ δὴ μετὰ τὸν οὐρανὸν εὐθέως τετάχθαι φασί· τοῦτον δὲ λέγουσιν τὸν αἰθέρα, μεθ' ὃν κατώτερον τὸν ἀέρα. Τὴν δὲ γῆν καὶ τὸ ὕδωρ ὡς βαρύτερα καὶ κατωφερέστερα ἐν τῷ μεσωτάτῳ κρέμασθαι· ὡς εἶναι ἐξ ἐναντίας κάτω μὲν τὴν γῆν καὶ τὸ ὕδωρ– τὸ δὲ ὕδωρ κουφότερον τῆς γῆς, ὅθεν καὶ εὐκινητότερον αὐτῆς ὑπάρχει–, ἄνωθεν δὲ πανταχόθεν ὡς περιβόλαιον κύκλῳ τὸν ἀέρα καὶ περὶ τὸν ἀέρα πανταχόθεν τὸν αἰθέρα, ἔξωθεν δὲ πάντων κύκλῳ τὸν οὐρανόν. Κυκλικῶς δέ φασι κινεῖσθαι τὸν οὐρανὸν καὶ συσφίγγειν τὰ ἐντὸς καὶ οὕτω μένειν πάγια καὶ ἀδιάπτωτα. Ἑπτὰ δὲ ζώνας φασὶ τοῦ οὐρανοῦ, μίαν τῆς ἑτέρας ὑψηλοτέραν. Λέγουσι δὲ αὐτὸν λεπτοτάτης φύσεως ὡσεὶ καπνὸν καὶ καθ' ἑκάστην ζώνην εἶναι ἕνα τῶν πλανητῶν· ἑπτὰ γὰρ πλανήτας εἶναι ἔφησαν, Ἥλιον, Σελήνην, Δία, Ἑρμῆν, Ἄρεα, Ἀφροδίτην καὶ Κρόνον. Ἀφροδίτην δφασι τὸν ποτὲ μὲν Ἑωσφόρον, ποτὲ δὲ Ἕσπερον γινόμενον. Πλανήτας δὲ τούτους ἐκάλεσαν, ὅτιπερ ἐναντίως τοῦ οὐρανοῦ ποιοῦνται τὴν κίνησιν· τοῦ γὰρ οὐρανοῦ καὶ τῶν λοιπῶν ἀστέρων ἐξ ἀνατολῆς ἐπὶ δυσμὰς κινουμένων οὗτοι μόνοι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς τὴν κίνησιν ἔχουσι. Καὶ τοῦτο γνωσόμεθα ἐκ τῆς σελήνης μικρὸν καθ' ἑσπέραν ἀναποδιζούσης. Ὅσοι τοίνυν ἔφησαν σφαιροειδῆ τὸν οὐρανόν, ἴσως λέγουσιν ἀφίστασθαι αὐτὸν καὶ ἀπέχειν τῆς γῆς, ἄνωθέν τε καὶ ἐκ πλαγίων καὶ κάτωθεν. Κάτωθεν δὲ καὶ ἐκ πλαγίων φημί, ὅσον πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἐπεὶ κατὰ τὸν τῆς ἀκολουθίας λόγον πανταχόθεν τὸν ἄνω τόπον ὁ οὐρανὸς ἐπέχει καὶ ἡ γῆ τὸν κάτω. Καί φασι τὸν οὐρανὸν σφαιροειδῶς κυκλοῦν τὴν γῆν καὶ συμπεριφέρειν τῇ ὀξυτάτῃ κινήσει αὐτοῦ ἥλιόν τε καὶ σελήνην καὶ τοὺς ἀστέρας, καὶ ὑπὲρ μὲν γῆν ὄντος τοῦ ἡλίου ἡμέραν γίνεσθαι ἐνταῦθα, ὑπὸ δὲ τὴν γῆν νύκτα· ὑπὸ δὲ γῆν κατιόντος ἡλίου ἐνταῦθα μὲν νύκτα, ἐκεῖσε δὲ ἡμέραν. Ἕτεροι δὲ ἡμισφαίριον τὸν οὐρανὸν ἐφαντάσθησαν ἐκ τοῦ τὸν θεηγόρον Δαυὶδ λέγειν· «Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν», ὅπερ δηλοῖ τὴν σκηνήν, καὶ τὸν μακάριον Ἡσαΐαν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν», καὶ ὅτι δύνων ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα κυκλοῖ τὴν γῆν ἀπὸ δύσεως ἐπὶ βορρᾶν καὶ οὕτω πάλιν ἐπὶ τὴν ἀνατολὴν ἀφικνεῖται. Ὅμως, εἴτε οὕτως, εἴτε ἐκείνως, ἅπαντα τῷ θείῳ προστάγματι γέγονέ τε καὶ ἥδρασται καὶ τὸ θεῖον θέλημά τε καὶ βούλημα θεμέλιον ἀσάλευτον κέκτηται. «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται». Ἔστι μὲν οὖν οὐρανὸς τοῦ οὐρανοῦ ὁ πρῶτος οὐρανός, ἐπάνω ὑπάρχων τοῦ στερεώματος. Ἰδοὺ δύο οὐρανοί· «καὶ τὸ στερέωμα γὰρ ἐκάλεσεν ὁ θεὸς οὐρανόν». Σύνηθες δὲ τῇ θείᾳ γραφῇ καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν διὰ τὸ ὁρᾶσθαι ἄνω. «Εὐλογεῖτε» γάρ, φησί, «πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ», τοῦ ἀέρος λέγω. Ὁ ἀὴρ γὰρ τῶν πετεινῶν ἐστι πορεία, καὶ οὐχ ὁ οὐρανός. Ἰδοὺ τρεῖς οὐρανοί, οὓς ὁ θεῖος ἔφη ἀπόστολος. Εἰ δὲ καὶ τὰς ἑπτὰ ζώνας ἑπτὰ οὐρανοὺς ἐκλαβεῖν θελήσειας, οὐδὲν τῷ λόγῳ τῆς ἀληθείας λυμαίνεται. Σύνηθες δὲ καὶ τῇ Ἑβραΐδι φωνῇ τὸν οὐρανὸν πληθυντικῶς καλεῖν οὐρανούς. Οὐρανὸν οὐρανοῦ βουλομένη εἰπεῖν οὐρανοὺς οὐρανῶν ἔφησεν, ὅπερ δηλοῖ οὐρανὸν οὐρανοῦ τὸν ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ὕδατα δὲ τὰ ἐπάνω τῶν οὐρανῶν ἢ τοῦ ἀέρος καὶ τοῦ στερεώματος ἢ τῶν ἑπτὰ ζωνῶν τοῦ στερεώματος ἢ τοῦ στερεώματος τῇ συνηθείᾳ τῆς Ἑβραΐδος πληθυντικῶς οὐρανῶν ὀνομαζομένου. Πάντα μὲν οὖν τὰ κατὰ γένεσιν ὑπόκειται φθορᾷ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν, καὶ οἱ οὐρανοί, χάριτι δὲ θεοῦ συνέχονταί τε καὶ συντηροῦνται. Μόνον δὲ τὸ θεῖον ἄναρχόν τε φύσει καὶ ἀτελεύτητον. Διὸ καὶ εἴρηται· «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις» (ὅμως οὐκ εἰς τὸ παντελὲς ἀφανισθήσονται οἱ οὐρανοί)· «παλαιωθήσονται μὲν γὰρ καὶ ὡσεὶ περιβόλαιον εἱλιγήσονται καὶ ἀλλαγήσονται» καὶ «ἔσται οὐρανὸς καινὸς καὶ γῆ καινή». Πολλῷ δὲ τῷ μέτρῳ ὁ οὐρανὸς μείζων ὑπάρχει τῆς γῆς. Τὴν μέντοι οὐσίαν τοῦ οὐρανοῦ οὐ δεῖ ζητεῖν ἄγνωστον ἡμῖν οὖσαν. Μηδεὶς δὲ ἐψυχωμένους τοὺς οὐρανοὺς ἢ τοὺς φωστῆρας ὑπολαμβανέτω· ἄψυχοι γάρ εἰσι καὶ ἀναίσθητοι. Ὥστε εἰ καί φησιν ἡ θεία γραφή· «Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ», τοὺς ἐν οὐρανῷ ἀγγέλους καὶ τοὺς ἐν τῇ γῇ ἀνθρώπους πρὸς εὐφροσύνην καλεῖ· οἶδε δὲ ἡ γραφὴ καὶ προσωποποιεῖν, καὶ ὡς ἐπὶ ἐμψύχων περὶ τῶν ἀψύχων διαλέγεσθαι, ὡς τὸ «ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω», καὶ «τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες»; καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται λόγους σκιρτήσεως, ὥσπερ καὶ ἡμῖν σύνηθες λέγειν· συνήχθη ἡ πόλις, οὐ τὰς οἰκοδομὰς σημαίνειν βουλομένοις, ἀλλὰ τοὺς τῆς πόλεως οἰκήτορας· καὶ «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ», οὐ φωνὴν ὠσὶν αἰσθητοῖς ἀκουομένην ἀφιέντες, ἀλλ' ἐκ τοῦ οἰκείου μεγέθους τὴν τοῦ δημιουργοῦ δύναμιν ἡμῖν παριστάνοντες, ὧν τὸ κάλλος κατανοοῦντες τὸν ποιητὴν ὡς ἀριστοτέχνην δοξάζομεν.

Intertext edge

Open linked passage

Note