Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Περὶ φωτός, πυρός, φωστήρων ἡλίου τε καὶ σελήνης καὶ ἄστρων Τὸ πῦρ ἓν τῶν τεσσάρων στοιχείων ἐστί, κοῦφόν τε καὶ ἀνωφερέστερον τῶν λοιπῶν καυστικόν τε καὶ φωτιστικόν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ κτισθέν· φησὶ γὰρ ἡ θεία γραφή· «Καὶ εἶπεν ὁ θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς». Οὐχ ἕτερον γάρ ἐστι τὸ πῦρ εἰ μὴ τὸ φῶς, ὥς τινές φασιν. Ἕτεροι δὲ τὸ κοσμικὸν πῦρ ὑπὲρ τὸν ἀέρα φασίν, ὃ καλοῦσιν αἰθέρα. Ἐν ἀρχῇ μὲν οὖν ἐποίησεν ὁ θεὸς τὸ φῶς, ἤτοι τῇ πρώτῃ ἡμέρᾳ καλλωπισμὸν καὶ κόσμον πάσης τῆς ὁρατῆς κτίσεως· ἄφελε γὰρ τὸ φῶς, καὶ πάντα ἐν τῷ σκότει ἀδιάγνωστα μένουσι τὴν οἰκείαν μὴ δυνάμενα εὐπρέπειαν ἐπιδείξασθαι. «Ἐκάλεσε δὲ ὁ θεὸς τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσε νύκτα». Σκότος δέ ἐστιν οὐκ οὐσία τις, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις. Ὁ γὰρ ἀὴρ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ ἔχει τὸ φῶς. Αὐτὸ οὖν τὸ ἐστερῆσθαι τὸν ἀέρα φωτὸς σκότος ἐκάλεσεν ὁ θεός. Καὶ οὐχὶ ἡ οὐσία τοῦ ἀέρος ἐστὶ σκότος, ἀλλ' ἡ τοῦ φωτὸς στέρησις, ὅπερ συμβεβηκὸς μᾶλλον δηλοῖ ἤπερ οὐσίαν. Οὐκ ἐκλήθη δὲ πρώτη ἡ νύξ, ἀλλ' ἡ ἡμέρα· ὥστε πρώτη ἐστὶν ἡ ἡμέρα καὶ ἐσχάτη ἡ νύξ. Ἀκολουθεῖ οὖν ἡ νὺξ τῇ ἡμέρᾳ, καὶ ἀπ' ἀρχῆς τῆς ἡμέρας ἕως τῆς ἄλλης ἡμέρας ἓν νυχθήμερόν ἐστιν· ἔφη γὰρ ἡ γραφή· «Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία». Ἐν μὲν οὖν ταῖς τρισὶν ἡμέραις ἀναχεομένου καὶ συστελλομένου τοῦ φωτὸς τῷ θείῳ προστάγματι ἥ τε ἡμέρα καὶ ἡ νὺξ ἐγίνετο. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν φωστῆρα τὸν μέγαν ἤτοι τὸν ἥλιον εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς ἡμέρας (δι' αὐτοῦ γὰρ ἡ ἡμέρα συνίσταται· ἡμέρα γάρ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὲρ γῆν εἶναι, καὶ διάστημα ἡμέρας ἐστὶν ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος) καὶ τὸν φωστῆρα τὸν ἐλάσσω ἤτοι τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς νυκτὸς τοῦ φωτίζειν αὐτήν. Νὺξ δέ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὸ γῆν εἶναι, καὶ διάστημα νυκτός ἐστιν ὁ ἀπὸ δύσεως μέχρις ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. Ἡ σελήνη τοίνυν καὶ οἱ ἀστέρες ἐτάχθησαν τὴν νύκτα φωτίζειν, οὐχ ὡς τῇ ἡμέρᾳ πάντοτε ὑπὸ γῆν ὄντες (εἰσὶ γὰρ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν), ἀλλ' ὁ ἥλιος τούτους ἅμα καὶ τὴν σελήνην τῇ σφοδροτέρᾳ αἴγλῃ ἀποκρύπτων οὐκ ἐᾷ φαίνεσθαι. Τοῖς φωστῆρσι τούτοις τὸ πρωτόκτιστον φῶς ὁ δημιουργὸς ἐναπέθετο οὐχ ὡς ἀπορῶν ἄλλου φωτός, ἀλλ' ἵνα μὴ ἀργὸν ἐκεῖνο μείνῃ τὸ φῶς· φωστὴρ γάρ ἐστιν οὐκ αὐτὸ τὸ φῶς, ἀλλὰ φωτὸς δοχεῖον. Ἐκ τούτων τῶν φωστήρων ἑπτὰ πλανήτας φασί. Καὶ λέγουσιν αὐτοὺς ἐναντίαν τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν, διὸ καὶ πλανήτας αὐτοὺς ἐκάλεσαν· τὸν μὲν γὰρ οὐρανόν φασιν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κινεῖσθαι, τοὺς δὲ πλανήτας ἐκ δυσμῶν ἐπὶ ἀνατολάς· συμπεριφέρειν δὲ τὸν οὐρανὸν τῇ ἑαυτοῦ κινήσει ὡς ὀξυτέρᾳ τοὺς ἑπτὰ πλανήτας. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματά ἐστι ταῦτα· Ἥλιος# 502, Σελήνη# 209, Ζεύς# 200, Ἑρ μῆς# 208, Ἄρης# 210, Ἀφροδίτη# 204, Κρόνος# 206. Εἶναι δὲ καθ' ἑκάστης ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανητῶν· ἐν μὲν τῇ πρώτῃ ἤτοι ἀνωτέρᾳ τὸν Κρόνον# 206, ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία# 200, ἐν δὲ τῇ τρίτῃ τὸν Ἄρεα# 210, ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον# 502, ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην# 204, ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν# 208, ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην# 209. Τρέχουσι δὲ δρόμον ἄληκτον, ὃν ὁ δημιουργὸς ἔταξεν αὐτοῖς, καὶ καθὼς ἐθεμελίωσεν αὐτά, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας»· διὰ γὰρ τοῦ εἰπεῖν «ἐθεμελίωσας» ἐσήμανε τὸ πάγιον καὶ ἀμετάβλητον τῆς ὑπὸ θεοῦ δοθείσης αὐτοῖς τάξεώς τε καὶ εἱρμοῦ. Ἔταξε γὰρ αὐτοὺς εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Διὰ μὲν γὰρ τοῦ ἡλίου αἱ τέσσαρες τροπαὶ συνίστανται. Καὶ πρώτη μὲν ἡ ἐαρινή· ἐν αὐτῇ γὰρ ἐποίησεν ὁ θεὸς τὰ σύμπαντα καὶ δηλοῖ τὸ καὶ μέχρι τοῦ νῦν ἐν αὐτῇ τῶν ἀνθῶν τὴν βλάστησιν γίνεσθαι. Ἥτις ἰσημερινὴ τροπή ἐστιν· δώδεκα γὰρ ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα καθίστησιν. Αὕτη ἐκ τῆς μέσης ἀνατολῆς τοῦ ἡλίου συνίσταται, εὐκραὴς οὖσα, αἵματος αὐξητική, θερμὴ καὶ ὑγρὰ ὑπάρχουσα καὶ δι' ἑαυτῆς μεσιτεύουσα τῷ χειμῶνί τε καὶ τῷ θέρει, τοῦ μὲν χειμῶνος θερμοτέρα καὶ ξηροτέρα, τοῦ δὲ θέρους ψυχροτέρα καὶ ὑγροτέρα. Διατείνει δὲ αὕτη ἡ ὥρα ἀπὸ Μαρτίου καʹ μέχρις Ἰουνίου κδʹ. Εἶτα ὑψουμένης τῆς τοῦ ἡλίου ἀνατολῆς ἐπὶ τὰ βορειότερα μέρη ἡ θερινὴ τροπὴ διαδέχεται, με σιτεύουσα τῷ τε ἔαρι καὶ τῷ μετοπώρῳ, ἐκ μὲν τοῦ ἔαρος τὸ θερμὸν ἔχουσα, ἐκ δὲ τοῦ μετοπώρου τὸ ξηρόν· θερμὴ γάρ ἐστι καὶ ξηρὰ καὶ τὴν ξανθὴν αὔξει χολήν. Αὕτη δὲ μεγίστην μὲν τὴν ἡμέραν ἔχει ὡρῶν πεντεκαίδεκα, τὴν δὲ νύκτα πάνυ σμικροτάτην ὡρῶν ἐννέα διάστημα ἔχουσαν. Καὶ αὕτη δὲ διατείνει ἀπὸ Ἰουνίου κδʹ μέχρι μηνὸς Σεπτεμβρίου κεʹ. Εἶτα πάλιν εἰς τὴν μέσην ἀνατολὴν τοῦ ἡλίου ἐπανιόντος ἡ μετοπωρινὴ τροπὴ τὴν θερινὴν τροπὴν ἀμείβει μέση πως ἔχουσα ψύξεώς τε καὶ θέρμης ξηρότητός τε καὶ ὑγρότητος καὶ μεσιτεύουσα τῇ τε θερινῇ καὶ τῇ χειμερινῇ τροπῇ, ἐκ μὲν τῆς θερινῆς τὸ ξηρόν, ἐκ δὲ τῆς χειμερινῆς τὸ ψυχρὸν ἔχουσα· ψυχρὰ γάρ ἐστι καὶ ξηρὰ χολῆς τε μελαίνης αὐξητικὴ πέφυκεν. Αὕτη πάλιν ἰσημερινὴ τροπὴ ὑπάρχει δώδεκα ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα ἔχουσα. Διατείνει δὲ αὕτη ἀπὸ Σεπτεμβρίου κεʹ μέχρι Δεκεμβρίου κεʹ. Τοῦ δὲ ἡλίου ἐπὶ τὴν μικροτέραν καὶ χθαμαλωτέραν ἤτοι μεσημβρινὴν ἀνατολὴν κατιόντος ἡ χειμερινὴ ἐπιλαμβάνεται τροπή, ψυχρά τε καὶ ὑγρὰ τυγχάνουσα καὶ μεσιτεύουσα τῇ τε μετοπωρινῇ καὶ τῇ ἐαρινῇ, ἐκ μὲν τῆς μετοπωρινῆς τὸ ψυχρὸν ἔχουσα, ἐκ δὲ τῆς ἐαρινῆς τὸ ὑγρὸν κεκτημένη. Αὕτη δὲ σμικροτάτην μὲν τὴν ἡμέραν ἔχει ἐννέα ὡρῶν ὑπάρχουσαν, τὴν δὲ νύκτα μεγίστην ὡρῶν ὑπάρχουσαν πεντεκαίδεκα, φλέγματος δὲ αὕτη ὑπάρχει αὐξητική. Διατείνει δὲ ἀπὸ κεʹ Δεκεμβρίου μέχρις καʹ Μαρτίου. Σοφῶς γὰρ ὁ δημιουργὸς προενοήσατο, ὡς ἂν μὴ ἐξ ἄκρας ψυχρότητος ἢ θερμότητος ἢ ὑγρότητος ἢ ξηρότητος ἐπὶ τὴν ἄκραν ἐναντίαν ἐρχόμενοι ποιότητα χαλεποῖς περιπέσωμεν ἀρρωστήμασι· σφαλερὰς γὰρ τὰς αἰφνιδίους μεταβολὰς οἶδεν ὁ λόγος. Οὕτω μὲν οὖν ὁ ἥλιος τὰς τροπὰς καὶ δι' αὐτῶν τὸν ἐνιαυτὸν ἀπεργάζεται, καὶ τὰς ἡμέρας δὲ καὶ νύκτας, τὰς μὲν ἀνατέλλων καὶ ὑπὲρ γῆν γινόμενος, τὰς δὲ ὑπὸ γῆν δύνων καὶ τοῖς ἄλλοις φωστῆρσι, σελήνῃ τε καὶ ἄστρασι, τὴν φαῦσιν παραχωρῶν συνίστησι. Φασὶ δὲ καὶ δώδεκα ζῴδια ἐξ ἀστέρων εἶναι ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ τῶν δώδεκα ζῳδίων παρέρχεσθαι τοὺς ἑπτά. Ὁ μὲν οὖν ἥλιος καθ' ἕκαστον ζῴδιον ἀποτελεῖ μῆνα ἕνα καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζῴδια διέρχεται. Τῶν δὲ δώδεκα ζῳδίων τὰ ὀνόματά ἐστι ταῦτα καὶ οἱ τούτων μῆνες. Κριὸς# 213 μηνὶ Μαρτίῳ καʹ δέχεται τὸν ἥλιον, Ταῦρος# 219 Ἀπριλλίῳ κγʹ, Δίδυμοι# 215 Μαΐῳ κγʹ, Καρκῖνος# 216 Ἰουνίῳ κδʹ, Λέων# 212 Ἰουλίῳ κεʹ, Παρθένος# 203 Αὐγούστῳ κεʹ, Ζυγὸς# 214 Σεπτεμβρίῳ κεʹ, Σκορπίος# 202 Ὀκτωβρίῳ κεʹ, Τοξότης# 205 Νοεμβρίῳ
21.2.1
Αἰγόκερως# 211 Δεκεμβρίῳ κεʹ, Ὑδροχόος# 218 Ἰανουαρίῳ κʹ, Ἰχθύες# 217 Φεβρουαρίῳ κʹ. Ἡ δὲ σελήνη καθ' ἕκαστον μῆνα τὰ δώδεκα ζῴδια διέρχεται κατωτέρα οὖσα καὶ ταχύτερον ταῦτα διοδεύουσα· ὡς γάρ, ἐὰν ποιήσῃς πόλον ἔνδον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθήσεται, οὕτως καὶ ὁ δρόμος τῆς σελήνης κατωτέρας οὔσης ὀλιγώτερός ἐστι καὶ ἀνύεται τάχιον. Οἱ μὲν οὖν Ἕλληνες διὰ τῆς τῶν ἄστρων τούτων ἡλίου τε καὶ σελήνης ἀνατολῆς καὶ δύσεως καὶ συγκρούσεώς φασι πάντα διοικεῖσθαι τὰ καθ' ἡμᾶς· περὶ ταῦτα γὰρ ἡ ἀστρολογία καταγίνεται. Ἡμεῖς δέ φαμεν, ὅτι σημεῖα μὲν ἐξ αὐτῶν γίνονται, ὄμβρου καὶ ἀνομβρίας, ψύξεώς τε καὶ θέρμης, ὑγρότητος καὶ ξηρότητος καὶ ἀνέμων καὶ τῶν τοιούτων, τῶν δὲ ἡμετέρων πράξεων οὐδαμῶς· ἡμεῖς γὰρ αὐτεξούσιοι ὑπὸ τοῦ δημιουργοῦ γενόμενοι κύριοι τῶν ἡμετέρων ὑπάρχομεν πράξεων. Εἰ γὰρ ἐκ τῆς τῶν ἄστρων φορᾶς πάντα πράττομεν, κατ' ἀνάγκην πράττομεν, ἃ πράττομεν· τὸ δὲ κατ' ἀνάγκην γινόμενον οὔτε ἀρετὴ οὔτε κακία ἐστίν. Εἰ δὲ μήτε ἀρετὴν μήτε κακίαν κεκτήμεθα, οὔτε ἐπαίνων καὶ στεφάνων, οὔτε ψόγων ἢ κολάσεων ὑπάρχομεν ἄξιοι· εὑρεθήσεται δὲ καὶ ὁ θεὸς ἄδικος τοῖς μὲν ἀγαθά, τοῖς δὲ θλίψεις διδούς. Ἀλλ' οὐδὲ κυβέρνησιν οὐδὲ τῶν ἑαυτοῦ κτισμάτων ὁ θεὸς ποιήσεται πρόνοιαν, εἰ κατ' ἀνάγκην ἄγονται τὰ πάντα καὶ φέρονται. Καὶ τὸ λογικὸν δὲ περιττὸν ἐν ἡμῖν ἔσται· μηδεμιᾶς γὰρ ὄντες πράξεως κύριοι περιττῶς βουλευόμεθα. Τὸ δὲ λογικὸν πάντως τῆς βουλῆς ἡμῖν ἕνεκεν δέδοται· ὅθεν πᾶν λογικὸν καὶ αὐτεξούσιον. Ἡμεῖς δέ φαμεν, ὅτι οὐκ αὐτὰ αἴτιά τινός εἰσι τῶν γινομένων οὔτε γενέσεως τῶν γινομένων οὔτε τῶν φθειρομένων φθορᾶς, σημεῖα δὲ μᾶλλον ὄμβρων τε καὶ τῆς τοῦ ἀέρος μεταβολῆς. Ἴσως δ' ἄν τις εἴποι, ὅτι καὶ πολέμων οὐκ αἴτια, ἀλλὰ σημεῖα, καὶ ἡ ποιότης δὲ τοῦ ἀέρος ποιουμένου ὑπὸ ἡλίου καὶ σελήνης καὶ τῶν ἀστέρων ἄλλως καὶ ἄλλως διαφόρους κράσεις καὶ ἕξεις καὶ διαθέσεις συνίστησιν. Αἱ δὲ ἕξεις τῶν ἐφ' ἡμῖν· κρατοῦνται γὰρ τῷ λόγῳ καὶ ἄγονται τρεπόμεναι. Συνίστανται δὲ πολλάκις καὶ κομῆται σημεῖά τινα θανάτων βασιλέων, ἅτινα οὔκ εἰσι τῶν ἐξ ἀρχῆς γεγενημένων ἄστρων, ἀλλὰ τῷ θείῳ προστάγματι κατ' αὐτὸν τὸν καιρὸν συνίστανται καὶ πάλιν διαλύονται, ἐπεὶ καὶ ὁ κατὰ τὴν τοῦ κυρίου δι' ἡμᾶς κατὰ σάρκα φιλάνθρωπον καὶ σωτήριον γέννησιν ὀφθεὶς τοῖς μάγοις ἀστὴρ οὐ τῶν ἐν ἀρχῇ γενομένων ἄστρων ἦν. Καὶ δῆλον ἐκ τοῦ ποτὲ μὲν ἐξ ἀνατολῆς ἐπὶ δύσιν ποιεῖσθαι τὸν δρόμον, ποτὲ δὲ ἐκ βορρᾶ ἐπὶ νότον, καὶ ποτὲ μὲν κρύπτεσθαι, ποτὲ δὲ φαίνεσθαι· τοῦτο γὰρ οὐκ ἔστιν ἄστρων τάξεως ἢ φύσεως. Χρὴ δὲ γινώσκειν, ὡς ἐκ τοῦ ἡλίου φωτίζεται ἡ σελήνη οὐχ ὡς ἀπορήσαντος τοῦ θεοῦ δοῦναι αὐτῇ ἴδιον φῶς, ἀλλ' ἵνα ῥυθμὸς καὶ τάξις ἐντεθῇ τῇ κτίσει ἄρχοντος καὶ ἀρχομένου καὶ παιδευθῶμεν καὶ ἡμεῖς κοινωνεῖν ἀλλήλοις καὶ μεταδιδόναι καὶ ὑποτάσσεσθαι, πρῶτον μὲν τῷ ποιητῇ καὶ δημιουργῷ θεῷ καὶ δεσπότῃ, ἔπειτα καὶ τοῖς ὑπ' αὐτοῦ καθισταμένοις ἄρχουσι, καὶ μὴ ἀνακρίνειν, τίνος ἕνεκεν οὗτος ἄρχει, ἐγὼ δὲ οὔ, δέχεσθαι δὲ πάντα ἐκ θεοῦ εὐχαρίστως καὶ εὐγνωμόνως. Ἐκλείπει δὲ ὅ τε ἥλιος καὶ ἡ σελήνη τῶν τὴν κτίσιν προσκυνούντων παρὰ τὸν κτίσαντα τὴν ἄνοιαν διελέγχοντα καὶ παιδεύοντα, ὡς τρεπτά εἰσι καὶ ἀλλοιωτά. Πᾶν δὲ τρεπτὸν οὐ θεός· κατὰ τὴν ἰδίαν γὰρ φύσιν φθαρτὸν ἅπαν τρεπτόν. Ἐκλείπει δὲ ὁ μὲν ἥλιος τοῦ σώματος τῆς σελήνης ὥσπερ τι μεσότοιχον γινομένου καὶ ἀποσκιάζοντος καὶ μὴ ἐῶντος διαδοθῆναι ἡμῖν τὸ φῶς. Ὅσον οὖν εὑρεθῇ τὸ σῶμα τῆς σελήνης ἀποκρύπτον τὸν ἥλιον, τοσοῦτον καὶ ἡ ἔκλειψις γίνεται. Εἰ δὲ μικρότερόν ἐστι τὸ τῆς σελήνης σῶμα, μὴ θαυμάσῃς· καὶ ὁ ἥλιος γὰρ ὑπό τινων λέγεται πολυπλασίων τῆς γῆς, ὑπὸ δὲ τῶν πατέρων ἴσος τῆς γῆς· καὶ πολλάκις μικρὸν νέφος καλύπτει αὐτὸν ἢ καὶ μικρὸς βουνὸς ἢ τοῖχος. Ἡ δὲ τῆς σελήνης ἔκλειψις ἐκ τοῦ ἀποσκιάσματος τῆς γῆς γίνεται, ὅτε γένηται πεντεκαιδεκαταία ἡ σελήνη καὶ εὑρεθῇ ἐξ ἐναντίας κατὰ τὸ ἄκρον κέντρον, ὁ μὲν ἥλιος ὑπὸ γῆν, ἡ δὲ σελήνη ὑπὲρ γῆν· ἀποσκίασμα γὰρ ποιεῖ ἡ γῆ καὶ οὐ φθάνει τὸ ἡλιακὸν φῶς φωτίσαι τὴν σελήνην, κἀκεῖθεν ἐκλείπει. Χρὴ δὲ γινώσκειν, ὅτι τελεία ἐκτίσθη ἡ σελήνη ὑπὸ τοῦ δημιουργοῦ ἤτοι πεντεκαιδεκαταία· ἔπρεπε γὰρ ἀπηρτισμένην γενέσθαι. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ, ὡς ἔφημεν, ἔκτισται ὁ ἥλιος. Προέλαβεν οὖν τὸν ἥλιον ἕνδεκα ἡμέρας· ἀπὸ γὰρ τετάρτης ἡμέρας ἕως πεντεκαιδεκάτης ἕνδεκά εἰσι. Διὸ καὶ κατὰ χρόνον οἱ δώδεκα μῆνες τῆς σελήνης ἕνδεκα ἡμέρας λείπουσιν ἐκ τῶν δώδεκα μηνῶν τοῦ ἡλίου· οἱ μὲν γὰρ τοῦ ἡλίου τξεʹ δʹʹ ἡμέρας ἔχουσιν. Διὸ τοῦ τετάρτου συντιθεμένου κατὰ τέσσαρα ἔτη μία ἀποτελεῖται ἡμέρα, ἥτις λέγεται βίσεξτον. Καὶ ὁ ἐνιαυτὸς ἐκεῖνος τξϛʹ ἡμέρας ἔχει. Οἱ δὲ τῆς σελήνης ἐνιαυτοὶ τνδʹ εἰσιν ἡμερῶν· ἡ γὰρ σελήνη, ἀφ' οὗ γεννηθῇ ἤγουν ἀνακαινισθῇ, αὔξει, ἕως ἂν γένηται ἡμερῶν ιδʹ ἡμίσεος τετάρτου, καὶ ἄρχεται λήγειν, ἕως ἡμερῶν κθʹ ἡμίσεος, καὶ τελείως γίνεται ἀφώτιστος. Καὶ πάλιν συναπτομένη τῷ ἡλίῳ ἀναγεννᾶται καὶ ἀνακαινίζεται ὑπόμνημα φέρουσα τῆς ἡμῶν ἀναστάσεως. Καθ' ἕκαστον οὖν ἐνιαυτὸν τὰς ἕνδεκα ἡμέρας ἀποδίδωσι τῷ ἡλίῳ. Κατὰ οὖν τρεῖς χρόνους ὁ ἐμβόλιμος μὴν γίνεται τοῖς Ἑβραίοις, καὶ ὁ ἐνιαυτὸς ἐκεῖνος δεκατριῶν μηνῶν εὑρίσκεται ἐκ τῆς προσθήκης τῶν ἕνδεκα ἡμερῶν. Δῆλον δὲ ὡς σύνθετός ἐστιν ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα καὶ φθορᾷ κατὰ τὴν ἰδίαν φύσιν ὑπόκεινται. Τὴν δὲ τούτων φύσιν οὐκ ἴσμεν. Τινὲς μὲν οὖν φασι τὸ πῦρ ἐκτός τινος ὕλης ἀφανὲς εἶναι, ὅθεν καὶ σβεννύμενον ἀφανίζεται. Ἕτεροι δὲ τοῦτο σβεννύμενον εἰς ἀέρα φασὶ μεταβάλλεσθαι. Ὁ ζῳδιακὸς κύκλος λοξῶς κινεῖται, διῃρημένος εἰς τμήματα δώδεκα, ἅτινα καλεῖται ζῴδια. Τὸ δὲ ζῴδιον ἔχει δεκανοὺς τρεῖς, μοίρας λʹ· ἡ δὲ μοῖρα ἔχει λεπτὰ ξʹ. Ἔχει οὖν ὁ οὐρανὸς μοίρας τξʹ, τὸ ὑπὲρ γῆν ἡμισφαίριον μοίρας ρπʹ καὶ τὸ ὑπὸ γῆν ρπʹ. Οἶκοι πλανητῶν· Κριὸς καὶ Σκορπίος Ἄρεως, Ταῦρος καὶ Ζυγὸς Ἀφροδίτης, Δίδυμοι καὶ Παρθένος Ἑρμοῦ, Καρκῖνος Σελήνης, Λέων Ἡλίου, Τοξότης καὶ Ἰχθύες Διός, Αἰγόκερως καὶ Ὑδριχόος Κρόνου. Ὑψώματα· Κριὸς Ἡλίου, Ταῦρος Σελήνης, Καρκῖνος Διός, Παρθένος Ἑρμοῦ, Ζυγὸς Κρόνου, Αἰγόκερως Ἄρεως, Ἰχθύες Ἀφροδίτης Τὰ σχήματα τῆς σελήνης. Σύνοδος, ὅτε γένηται ἐν τῇ μοίρᾳ, ἐν ᾗ ἐστιν ὁ ἥλιος·† γέννα, ὅταν ἀποστῇ τοῦ ἡλίου μοίρας ιεʹ· ἀνατολή, ὅτε φανῇ·† μηνοειδεῖς δύο, ὅταν ἀπέχῃ μοίρας ξʹ· διχοτόμοι δύο, ὅταν ἀπέχῃ μοίρας ϟʹ· ἀμφίκυρτοι δύο, ὅταν ἀπέχῃ μοίρας ρκʹ· πλησισέληνοι, αἳ καὶ πλησιφαεῖς, δύο, ὅταν ἀπέχῃ μοίρας ρνʹ· πανσέληνος, ὅταν ἀπέχῃ μοίρας ρπʹ. Δύο δὲ εἴπομεν, μίαν αὐξούσης καὶ μίαν ληγούσης. Διὰ δύο ἥμισυ ἡμερῶν παρέρχεται ἡ σελήνη ἕκαστον ζῴδιον. 22 Περὶ ἀέρος καὶ ἀνέμων Ἀήρ ἐστι στοιχεῖον λεπτότατον ὑγρόν τε καὶ θερμόν, τοῦ μὲν πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφωνήσεως αἴτιον, ἀχρωμάτιστον ἤτοι ἐκ φύσεως χρῶμα μὴ κεκτημένον, διειδές, διαφανές (φωτὸς γάρ ἐστι δεκτικόν) καὶ ταῖς τρισὶν αἰσθήσεσιν ἡμῶν διακονοῦν (δι' αὐτοῦ γὰρ ὁρῶμεν, ἀκούομεν, ὀσφραινόμεθα), δεκτικὸν θάλψεώς τε καὶ ψύξεως ξηρότητός τε καὶ ὑγρότητος, οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις εἰσίν· ἄνω, κάτω, ἔσω, ἔξω, δεξιά, ἀριστερὰ καὶ ἡ κυκλοφορικὴ κίνησις. Οἴκοθεν μὴ κεκτημένος τὸ φῶς, ἀλλ' ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πυρὸς φωτιζόμενος. Καὶ τοῦτό ἐστιν, ὃ εἶπεν ἡ γραφή, ὅτι «σκότος ἦν ἐπάνω τῆς ἀβύσσου», θέλουσα δεῖξαι, ὡς οὐκ οἴκοθεν ὁ ἀὴρ τὸ φῶς κέκτηται, ἀλλ' ἄλλη τίς ἐστιν οὐσία ἡ τοῦ φωτός. Ἄνεμος δέ ἐστι κίνησις ἀέρος. Καὶ ὁ τόπος δὲ τοῦ ἀέρος ἐστί· τόπος γάρ ἐστιν ἑκάστου σώματος ἡ τούτου περιοχή. Τί δὲ περιέχει τὰ σώματα, εἰ μὴ ἀήρ; Εἰσὶ δὲ τόποι διάφοροι, ὅθεν ἡ τοῦ ἀέρος γίνεται κίνησις, ἐξ ὧν καὶ οἱ ἄνεμοι τὰς ἐπωνυμίας ἔχουσι· δώδεκα δὲ οἱ πάντες εἰσί. Φασὶ δὲ τὸν ἀέρα σβέσιν πυρὸς ἢ ἀτμὸν ὕδατος θερμανθέντος. Ἔστι γοῦν ὁ ἀὴρ κατὰ μὲν τὴν οἰκείαν φύσιν θερμός, ψύχεται δὲ τῇ γειτνιάσει τῇ πρὸς τὸ ὕδωρ καὶ τὴν γῆν, ὡς τὰ μὲν κάτω μέρη αὐτοῦ ψυχρὰ εἶναι, τὰ δὲ ἄνω θερμά. Περὶ ἀνέμων Ἄνεμός ἐστι πλῆθος θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως κινούμενον περὶ γῆν. Ἄνεμοι πνέουσιν ἀπὸ ἀνατολῆς θερινῆς καικίας, μέσης, ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπηλιώτης, ἀπὸ ἀνατολῆς χειμερινῆς εὖρος, ἀπὸ δύσεως χειμερινῆς λίψ, ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας, ὁ καὶ Ἰάπυξ καὶ ἐργάστης. Εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες ἀλλήλοις. Ἔστι δὲ μέσος ἀπαρκτίου καὶ καικίου βορέας, εὔρου δὲ καὶ νότου μέσος Φοῖνιξ, ὁ καλούμενος εὐρόνοτος, μέσος δὲ νότου καὶ λιβὸς λιβόνοτος, ὁ καὶ λευκόνοτος, μέσος δὲ ἀπαρκτίου καὶ ἀργέστου θρασκίας ἤτοι κέρκιος ὑπὸ τῶν περιοίκων ὀνομαζόμενος. Εἰσὶν οὖν οἱ πάντες ιβʹ, ὧν ἡ διαγραφή ἐστιν αὕτη· Ἀνατολὴ θερινή, ἀνατολὴ ἰσημερινή, ἀνατολὴ χειμερινή– καικίας, ἀπηλιώτης, εὖρος, μέσης, εὐρόνοτος, βορέας, Φοῖνιξ– ἄρκτος– ἀπαρκτίας, νότος– μεσημβρία– θρασκίας, λιβόνοτος, μέσης, λευκόνοτος, κέρκιος, λίψ– δύσις θερινή– ἀργέστης– δύσις χειμερινή– Ἰάπυξ, Ὀλυμπίας– δύσις θερινή– ἐργάστης, ζέφυρος. 23 Περὶ ὑδάτων Καὶ τὸ ὕδωρ δὲ ἓν τῶν στοιχείων τῶν τεσσάρων ἐστί, ποίημα θεοῦ κάλλιστον. Ὕδωρ ἐστὶ στοιχεῖον ὑγρόν τε καὶ ψυχρὸν βαρύ τε καὶ κατωφερές, εὐδιάχυτον. Τούτου δὲ μνημονεύει ἡ θεία γραφὴ λέγουσα· «Καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· ἄβυσσος γὰρ οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὕδωρ πολύ, οὗ τὸ τέλος ἀκατάληπτον ἀνθρώποις. Ἐν ἀρχῇ μὲν οὖν τὸ ὕδωρ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεπόλαζε. Καὶ πρῶτον μὲν ἐποίησεν ὁ θεὸς τὸ στερέωμα διαχωρίζον ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος· ἐν τῷ μέσῳ γὰρ τῆς ἀβύσσου τῶν ὑδάτων ἐστερεώθη τῷ δεσποτικῷ προστάγματι. Ὅθεν καὶ στερέωμα εἶπεν ὁ θεὸς γενέσθαι, καὶ ἐγένετο. Τίνος δὲ χάριν ἐπάνω τοῦ στερεώματος ὕδωρ ὁ θεὸς ἀπέθετο; Διὰ τὴν τοῦ ἡλίου καὶ τοῦ αἰθέρος θερμοτάτην ἔκκαυσιν· εὐθέως γὰρ μετὰ τὸ στερέωμα ὁ αἰθὴρ ἐφήπλωται. Καὶ ὁ ἥλιος δὲ σὺν τῇ σελήνῃ καὶ τοῖς ἄστροις ἐν τῷ στερεώματί εἰσι· καὶ εἰ μὴ ἐπέκειτο ὕδωρ, ἐφλέχθη ἂν ὑπὸ τῆς θέρμης τὸ στερέωμα. Εἴτα προσέταξεν ὁ θεὸς συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Τὸ δὲ «μίαν συναγωγὴν» λέγειν οὐ δηλοῖ τὸ ἐν ἑνὶ τόπῳ συναχθῆναι αὐτά·– ἰδοὺ γὰρ μετὰ ταῦτά φησι· «Καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας»,– ἀλλὰ τὸ ὁμοῦ καθ' ἑαυτὰ κεχωρισμένα τῆς γῆς γενέσθαι τὰ ὕδατα ὁ λόγος ἐδήλωσε. Συνήχθησαν τοίνυν τὰ ὕδατα «εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά». Ἐντεῦθεν αἱ δύο θάλασσαι αἱ τὴν Αἴγυπτον περιέχουσαι (μέση γὰρ αὕτη τῶν δύο κεῖται θαλασσῶν) συνέστησαν, διάφορα πελάγη καὶ ὄρη καὶ νήσους καὶ ἀγκῶνας καὶ λιμένας ἔχουσαι καὶ κόλπους διαφόρους περιέχουσαι αἰγιαλούς τε καὶ ἀκτάς– αἰγιαλὸς μὲν γὰρ ὁ ψαμμώδης λέγεται, ἀκτὴ δὲ ἡ πετρώδης καὶ ἀγχιβαθὴς ἤτοι ἡ εὐθέως ἐν τῇ ἀρχῇ βάθος ἔχουσα–, ὁμοίως καὶ ἡ κατὰ τὴν ἀνατολήν, ἥτις λέγεται Ἰνδική, καὶ ἡ βορεινή, ἥτις λέγεται Κασπία· καὶ αἱ λίμναι δὲ ἐντεῦθεν συνήχθησαν. Ἔστιν οὖν ὁ μὲν Ὠκεανὸς οἷόν τις ποταμὸς κυκλῶν πᾶσαν τὴν γῆν, περὶ οὗ εἴρηκεν, ὡς ἐμοὶ δοκεῖ, ἡ γραφή, ὅτι «ποταμὸς ἐκπορεύεται ἐκ τοῦ παραδείσου» πότιμον καὶ γλυκὺ ὕδωρ ἔχων. Οὗτος χορηγεῖ τὸ ὕδωρ ταῖς θαλάσσαις, ὅπερ ἐν ταῖς θαλάσσαις χρονίζον καὶ ἑστὼς ἀκίνητον πικρὸν γίνεται τοῦ ἡλίου ἀεὶ τὸ λεπτότερον ἀνιμωμένου καὶ τῶν σιφώνων, ὅθεν καὶ τὰ νέφη συνίστανται καὶ οἱ ὄμβροι γίνονται διὰ τῆς διηθήσεως γλυκαινομένου τοῦ ὕδατος. Οὗτος καὶ εἰς τέσσαρας ἀρχὰς ἤτοι εἰς τέσσαρας ποταμοὺς διαιρεῖται. «Ὄνομα τῷ ἑνὶ Φεισών», τουτέστι Γάγγης ὁ Ἰνδικός. «Καὶ ὄνομα τῷ ἄλλῳ Γηών»· οὗτός ἐστιν ὁ Νεῖλος ὁ ἀπὸ Αἰθιοπίας εἰς Αἴγυπτον κατερχόμενος. Καὶ ὄνομα τῷ τρίτῳ Τίγρις. Καὶ ὄνομα τῷ τετάρτῳ Εὐφράτης. Εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι καὶ μέγιστοι ποταμοί, ὧν οἱ μὲν εἰς τὴν θάλασσαν κενοῦνται, οἱ δὲ καὶ ἐν τῇ γῇ ἀναλίσκονται. Ὅμως καὶ πᾶσα ἡ γῆ διάτρητός ἐστι καὶ ὑπόνομος ὥσπερ τινὰς φλέβας ἔχουσα, δι' ὧν ἐκ τῆς θαλάσσης δεχομένη τὰ ὕδατα τὰς πηγὰς ἀνίησι. Πρὸς οὖν τὴν ποιότητα τῆς γῆς καὶ τὸ τῶν πηγῶν ὕδωρ γίνεται. Διηθεῖται μὲν γὰρ διὰ τῆς γῆς τὸ θαλάττιον ὕδωρ καὶ οὕτω γλυκαίνεται. Εἰ δὲ ὁ τόπος, ὅθεν ἡ πηγὴ ἀναδίδοται, τύχοι πικρὸς ἢ ἁλμυρός, πρὸς τὴν γῆν καὶ τὸ ὕδωρ ἀνάγεται. Στενούμενον δὲ πολλάκις τὸ ὕδωρ καὶ βίᾳ ῥηγνύμενον θερμαίνεται, κἀντεῦθεν τὰ αὐτοφυῆ θερμὰ ἀνάγονται ὕδατα. Τῷ οὖν θείῳ προστάγματι κοιλώματα ἐν τῇ γῇ γεγόνασι, καὶ οὕτως εἰς τὰς συναγωγὰς αὐτῶν συνήχθη τὰ ὕδατα· ἐντεῦθεν καὶ τὰ ὄρη γεγόνασι. Πρώτῳ τοίνυν τῷ ὕδατι προσέταξεν ὁ θεὸς ἐξαγαγεῖν ψυχὴν ζῶσαν, ἐπειδὴ ἤμελλε δι' ὕδατος καὶ τοῦ ἐν ἀρχῇ ἐπιφερομένου τοῖς ὕδασιν ἁγίου πνεύματος ἀνακαινίζειν τὸν ἄνθρωπον· τοῦτο γὰρ ὁ θεῖος ἔφη Βασίλειος. Ἐξήγαγε δὲ ζῷα μικρά τε καὶ μεγάλα, κήτη, δράκοντας, ἰχθύας ἐν τοῖς ὕδασιν ἕρποντας καὶ πετεινὰ πτερωτά. Διὰ τῶν πετεινῶν οὖν συνάπτεται τό τε ὕδωρ καὶ ἡ γῆ καὶ ὁ ἀήρ· ἐξ ὑδάτων μὲν γὰρ ταῦτα γέγονεν, ἐν τῇ γῇ δὲ διατρίβει καὶ ἐν ἀέρι ἵπταται. Κάλλιστον δὲ στοιχεῖον τὸ ὕδωρ καὶ πολύχρηστον καὶ ῥύπου καθάρσιον, μόνον μὲν σωματικοῦ, καὶ ψυχικοῦ δέ, εἰ προσλάβοι τὴν χάριν τοῦ πνεύματος. Περὶ πελαγῶν Διαδέχεται τὸ Αἰγαῖον πέλαγος Ἑλλήσποντος λῆγον εἰς Ἄβυδον καὶ Σηστόν· εἶτα ἡ Προποντὶς λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον· ἔνθα τὰ στενά, ἀφ' ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δὲ ἀπ' ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος· Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων· Σαρδώνιον δὲ τὸ ὑπὲρ τὴν Σαρδὼ νεῦον πρὸς τὴν Λιβύην κάτω· Τυρρηνικὸν δὲ τὸ μέχρι Σικελίας λῆγον, ἀρχόμενον ἀπὸ Λιγυστικῆς ἄκρων· εἶτα Λιβυκόν· εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰώνιον καὶ Ἄδριον, τὸ δὲ ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσιν Κορινθιακὸν κόλπον ἤτοι Ἀλκυονίδα θάλασσαν. Τῷ δὲ Σουνίῳ καὶ Σκυλλαίῳ περιεχόμενον πέλαγος Σαρωνικόν· εἶτα Μυρτῷον καὶ Ἰκάριον, ἐν ᾧ αἱ Κυκλάδες· εἶτα Καρπάθιον καὶ Παμφύλιον. καὶ Αἰγύπτιον. Ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀναχεῖται τὸ Αἰγαῖον. Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάιδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλέους στηλῶν στάδια ϛ&, θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τίγας ἕως στόματος Κανωβικοῦ στάδια β&, θσνβʹ, τῆς δὲ Ἀσίας ἀπὸ Κανώβου ἕως Τανάιδος ποταμοῦ μετὰ τῶν κόλπων ὁ παράπλους στάδια δ&, ριαʹ. Ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ' ἡμᾶς οἰκουμένης στάδια ι& γ&, θοβʹ.