Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1.1
Περὶ τοῦ φανταστικοῦ Φανταστικόν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα, ἥτις λέγεται αἴσθησις. Φανταστὸν δὲ καὶ αἰσθητὸν τὸ τῇ φαντασίᾳ καὶ τῇ αἰσθήσει ὑποπῖπτον· ὡς ὅρασις μὲν αὐτὴ ἡ ὀπτικὴ δύναμις, ὁρατὸν δὲ τὸ ὑποπῖπτον τῇ ὁράσει, λίθος τυχὸν ἤ τι τῶν τοιούτων. Φαντασία δέ ἐστι πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινος γινόμενον, φάντασμα δὲ πάθος διάκενον ἐν τοῖς ἀλόγοις τῆς ψυχῆς ἀπ' οὐδενὸς φανταστοῦ γινόμενον. Ὄργανον δὲ τοῦ φανταστικοῦ ἡ ἐμπρόσθιος κοιλία τοῦ ἐγκεφάλου.