Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1.1
Περὶ ἐνδιαθέτου λόγου καὶ προφορικοῦ Πάλιν δὲ διαιρεῖται τὸ λογικὸν τῆς ψυχῆς εἴς τε τὸν ἐνδιάθετον λόγον καὶ εἰς τὸν προφορικόν. Ἔστι δὲ ἐνδιάθετος μὲν λόγος κίνημα ψυχῆς ἐν τῷ διαλογιστικῷ γινόμενον ἄνευ τινὸς ἐκφωνήσεως· ὅθεν πολλάκις σιωπῶντες λόγον ὅλον παρ' ἑαυτοῖς διεξερχόμεθα καὶ ἐν τοῖς ὀνείροις διαλεγόμεθα. Κατὰ τοῦτο δὲ μάλιστα λογικοὶ πάντες ἐσμέν· καὶ γὰρ οἱ ἐκ γεννετῆς κωφοὶ ἢ καὶ οἱ διά τι νόσημα ἢ πάθος τὴν φωνὴν ἀποβαλόντες οὐδὲν ἧττον λογικοί εἰσιν. Ὁ δὲ προφορικὸς λόγος ἐν τῇ φωνῇ καὶ ταῖς διαλέκτοις τὴν ἐνέργειαν ἔχει, ἤγουν ὁ διὰ γλώσσης καὶ στόματος προφερόμενος λόγος· διὸ καὶ προφορικὸς λέγεται. Ἔστι δὲ ἄγγελος νοήματος. Κατὰ τοῦτο καὶ λαλητικοὶ λεγόμεθα. 36 Περὶ πάθους καὶ ἐνεργείασ Τὸ πάθος ὁμωνύμως λέγεται· λέγεται γὰρ πάθος καὶ τὸ σωματικὸν ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη, λέγεται πάλιν πάθος καὶ τὸ ψυχικόν, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. Ἔστι δὲ κοινῶς μὲν καὶ γενικῶς πάθος ζῴου, ᾧ ἕπεται ἡδονὴ καὶ λύπη· ἕπεται γὰρ τῷ πάθει λύπη. Καὶ οὐκ αὐτὸ τὸ πάθος ἐστὶ λύπη· τὰ γὰρ ἀναίσθητα πάσχοντα οὐκ ἀλγεῖ. Οὐκ ἄρα τὸ πάθος ἐστὶν ἄλγημα, ἀλλ' ἡ τοῦ πάθους αἴσθησις. Δεῖ δὲ τοῦτο ἀξιόλογον εἶναι ἤγουν μέγα, ἵνα τῇ αἰσθήσει ὑποπέσῃ. Τῶν δὲ ψυχικῶν παθῶν ὅρος ἐστὶν οὗτος· Πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. Καὶ ἄλλως· Πάθος ἐστὶ κίνησις ἄλογος τῆς ψυχῆς δι' ὑπόληψιν καλοῦ ἢ κακοῦ. Ἡ μὲν ὑπόληψις τοῦ καλοῦ τὴν ἐπιθυμίαν κινεῖ, ἡ δὲ τοῦ κακοῦ ὑπόληψις τὸν θυμόν. Τὸ δὲ γενικὸν ἤγουν κοινὸν πάθος οὕτως ὁρίζονται· Πάθος ἐστὶ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. Ἐνέργεια δέ ἐστι κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ αὑτοῦ κινούμενον. Οὕτως καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθος δὲ τῶν δύο μερῶν, τῆς ψυχῆς καὶ προσέτι παντὸς τοῦ σώματος, ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις· ἐξ ἑτέρου γὰρ ἐν ἑτέρῳ γέγονεν ἡ κίνησις, ὅπερ λέγεται πάθος. Καὶ καθ' ἕτερον δὲ τρόπον ἡ ἐνέργεια πάθος λέγεται· ἐνέργεια μὲν γάρ ἐστι κατὰ φύσιν κίνησις, πάθος δὲ παρὰ φύσιν. Κατὰ τοῦτον οὖν τὸν λόγον ἡ ἐνέργεια πάθος λέγεται, ὅταν μὴ κατὰ φύσιν κινῆται, εἴτε ἐξ ἑαυτοῦ, εἴτε ἐξ ἑτέρου. Τῆς οὖν καρδίας ἡ μὲν κατὰ τοὺς σφυγμοὺς κίνησις φυσικὴ οὖσα ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς ἄμετρος οὖσα καὶ οὐ κατὰ φύσιν πάθος ἐστὶ καὶ οὐκ ἐνέργεια. Οὐ πᾶσα δὲ κίνησις τοῦ παθητικοῦ πάθος καλεῖται, ἀλλ' αἱ σφοδρότεραι καὶ εἰς αἴσθησιν προβαίνουσαι· αἱ γὰρ μικραὶ καὶ ἀνεπαίσθητοι οὐδέπω πάθη εἰσί· δεῖ γὰρ ἔχειν τὸ πάθος καὶ μέγεθος ἀξιόλογον. Διὸ πρόσκειται τῷ ὅρῳ τοῦ πάθους κίνησις αἰσθητή· αἱ γὰρ μικραὶ κινήσεις λανθάνουσαι τὴν αἴσθησιν οὐ ποιοῦσι πάθος. Χρὴ γινώσκειν, ὅτι ἡ ἡμετέρα ψυχὴ διττὰς ἔχει τὰς δυνάμεις, τὰς μὲν γνωστικάς, τὰς δὲ ζωτικάς. Καὶ γνωστικαὶ μέν εἰσι νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις, ζωτικαὶ δὲ ἤγουν ὀρεκτικαὶ βούλησις καὶ προαίρεσις. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, λεπτολογήσωμεν τὰ περὶ τούτων. Καὶ πρῶτον περὶ τῶν γνωστικῶν εἴπωμεν. Περὶ μὲν οὖν φαντασίας καὶ αἰσθήσεως ἱκανῶς ἤδη ἐν τοῖς προλελεγμένοις εἴρηται. Διὰ τῆς αἰσθήσεως τοίνυν ἐν τῇ ψυχῇ συνίσταται πάθος, ὃ καλεῖται φαντασία· ἐκ δὲ τῆς φαντασίας γίνεται δόξα. Εἶτα ἡ διάνοια ἀνακρίνασα τὴν δόξαν, εἴτε ἀληθής ἐστιν εἴτε ψευδής, κρίνει τὸ ἀληθές· ὅθεν καὶ διάνοια λέγεται ἀπὸ τοῦ διανοεῖν καὶ διακρίνειν. Τὸ οὖν κριθὲν καὶ ὁρισθὲν ἀληθὲς νοῦς λέγεται. Ἄλλως δέ· Χρὴ γινώσκειν, ὅτι ἡ μὲν πρώτη τοῦ νοῦ κίνησις νόησις λέγεται. Ἡ δὲ περί τι νόησις ἔννοια λέγεται, ἥτις ἐπιμείνασα καὶ τυπώσασα τὴν ψυχὴν πρὸς τὸ νοούμενον ἐνθύμησις προσαγορεύεται. Ἡ δὲ ἐνθύμησις ἐν ταὐτῷ μείνασα καὶ ἑαυτὴν βασανίσασα καὶ ἀνακρίνασα φρόνησις ὀνομάζεται. Ἡ δὲ φρόνησις πλατυνθεῖσα ποιεῖ τὸν διαλογισμὸν ἐνδιάθετον λόγον ὀνομαζόμενον, ὃν ὁριζόμενοί φασι· κίνημα ψυχῆς πληρέστατον, ἐν τῷ διαλογιστικῷ γινόμενον ἄνευ τινὸς ἐκφωνήσεως, ἐξ οὗ τὸν προφορικὸν λόγον φασὶ προέρχεσθαι διὰ γλώσσης λαλούμενον. Εἰπόντες τοίνυν περὶ τῶν γνωστικῶν δυνάμεων εἴπωμεν καὶ περὶ τῶν ζωτικῶν ἤγουν ὀρεκτικῶν. Χρὴ γινώσκειν, ὅτι τῇ ψυχῇ ἐνέσπαρται φυσικῶς δύναμις ὀρεκτικὴ τοῦ κατὰ φύσιν ὄντος καὶ πάντων τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτική, ἥτις λέγεται θέλησις· ἡ μὲν γὰρ οὐσία τοῦ τε εἶναι καὶ ζῆν καὶ κινεῖσθαι κατὰ νοῦν τε καὶ αἴσθησιν ὀρέγεται τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Διόπερ καὶ οὕτως ὁρίζονται τοῦτο τὸ φυσικὸν θέλημα· Θέλημά ἐστιν ὄρεξις λογική τε καὶ ζωτικὴ μόνων ἠρτημένη τῶν φυσικῶν. Ὥστε ἡ μὲν θέλησίς ἐστιν αὐτὴ ἡ φυσικὴ καὶ λογικὴ ὄρεξις, ἡ ἁπλῆ δύναμις· ἡ γὰρ τῶν ἀλόγων ὄρεξις μὴ οὖσα λογικὴ οὐ λέγεται θέλησις. Βούλησις δέ ἐστι ποιὰ φυσικὴ θέλησις ἤγουν φυσικὴ καὶ λογικὴ ὄρεξίς τινος πράγματος. Ἔγκειται μὲν γὰρ τῇ τοῦ ἀνθρώπου ψυχῇ δύναμις τοῦ λογικῶς ὀρέγεσθαι. Ὅτε οὖν φυσικῶς κινηθῇ αὕτη ἡ λογικὴ ὄρεξις πρός τι πρᾶγμα, λέγεται βούλησις· βούλησις γάρ ἐστιν ὄρεξις καὶ ἔφεσίς τινος πράγματος λογική. Λέγεται δὲ βούλησις καὶ ἐπὶ τῶν ἐφ' ἡμῖν καὶ ἐπὶ τῶν οὐκ ἐφ' ἡμῖν, τουτέστι καὶ ἐπὶ τῶν δυνατῶν καὶ ἐπὶ τῶν ἀδυνάτων. Βουλόμεθα γὰρ πολλάκις πορνεῦσαι ἢ σωφρονῆσαι ἢ ὑπνῶσαι ἤ τι τῶν τοιούτων· καὶ ταῦτα τῶν ἐφ' ἡμῖν εἰσι καὶ δυνατά. Βουλόμεθα δὲ καὶ βασιλεῦσαι· τοῦτο οὐκ ἔστι τῶν ἐφ' ἡμῖν. Βουλόμεθα δὲ τυχὸν καὶ μηδέποτε ἀποθανεῖν· τοῦτο τῶν ἀδυνάτων ἐστίν. Ἔστι δὲ ἡ βούλησις τοῦ τέλους, οὐ τῶν πρὸς τὸ τέλος. Τέλος μὲν οὖν ἐστι τὸ βουλητὸν ὡς τὸ βασιλεῦσαι, ὡς τὸ ὑγιᾶναι· πρὸς τὸ τέλος δὲ τὸ βουλευτὸν ἤγουν ὁ τρόπος, δι' οὗ ὀφείλομεν ὑγιᾶναι ἢ βασιλεῦσαι· εἶτα μετὰ τὴν βούλησιν ζήτησις καὶ σκέψις. Καὶ μετὰ ταῦτα, εἰ τῶν ἐφ' ἡμῖν ἐστι, γίνεται βουλὴ ἤγουν βούλευσις. Βουλὴ δέ ἐστιν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ' ἡμῖν πρακτῶν γινομένη· βουλεύεται γάρ, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα ἢ οὔ. Εἶτα κρίνει τὸ κρεῖττον, καὶ λέγεται κρίσις. Εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθέν, καὶ λέγεται γνώμη· ἐὰν γὰρ κρίνῃ καὶ μὴ διατεθῇ πρὸς τὸ κριθὲν ἤγουν ἀγαπήσῃ αὐτό, οὐ λέγεται γνώμη. Εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις ἤγουν ἐπιλογή· προαίρεσις γάρ ἐστι δύο προκειμένων τὸ αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. Εἶτα ὁρμᾷ πρὸς τὴν πρᾶξιν, καὶ λέγεται ὁρμή. Εἶτα κέχρηται, καὶ λέγεται χρῆσις. Εἶτα παύεται τῆς ὀρέξεως μετὰ τὴν χρῆσιν. Ἐπὶ μὲν οὖν τῶν ἀλόγων ὄρεξις γίνεταί τινος, καὶ εὐθέως ὁρμὴ πρὸς τὴν πρᾶξιν· ἄλογος γάρ ἐστιν ἡ ὄρεξις τῶν ἀλόγων, καὶ ἄγονται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Διὸ οὐδὲ θέλησις λέγεται ἡ τῶν ἀλόγων ὄρεξις οὐδὲ βούλησις· θελήσις γάρ ἐστι λογικὴ καὶ αὐτεξούσιος φυσικὴ ὄρεξις. Ἐπὶ δὲ τῶν ἀνθρώπων λογικῶν ὄντων ἄγεται μᾶλλον ἡ φυσικὴ ὄρεξις ἤπερ ἄγει· αὐτεξουσίως γὰρ καὶ μετὰ λόγου κινεῖται, ἐπειδὴ συνεζευγμέναι εἰσὶν αἱ γνωστικαὶ καὶ ζωτικαὶ δυνάμεις ἐν αὐτῷ. Αὐτεξουσίως οὖν ὀρέγεται καὶ αὐτεξουσίως βούλεται καὶ αὐτεξουσίως ζητεῖ καὶ σκέπτεται καὶ αὐτεξουσίως βουλεύεται καὶ αὐτεξουσίως κρίνει καὶ αὐτεξουσίως διατίθεται καὶ αὐτεξουσίως προαιρεῖται καὶ αὐτεξουσίως ὁρμᾷ καὶ αὐτεξουσίως πράττει ἐπὶ τῶν κατὰ φύσιν ὄντων. Χρὴ δὲ γινώσκειν, ὅτι ἐπὶ θεοῦ βούλησιν μὲν λέγομεν, προαίρεσιν δὲ κυρίως οὐ λέγομεν· οὐ γὰρ βουλεύεται ὁ θεός. Ἀγνοίας γάρ ἐστι τὸ βουλεύεσθαι· περὶ γὰρ τοῦ γινωσκομένου οὐδεὶς βουλεύεται. Εἰ δὲ ἡ βουλὴ ἀγνοίας, πάντως καὶ ἡ προαίρεσις. Ὁ δὲ θεὸς πάντα εἰδὼς ἁπλῶς οὐ βουλεύεται. Οὔτε δὲ ἐπὶ τῆς τοῦ κυρίου ψυχῆς φαμεν βουλὴν ἢ προαίρεσιν· οὐ γὰρ εἶχεν ἄγνοιαν. Εἰ γὰρ καὶ τῆς ἀγνοούσης τὰ μέλλοντα φύσεως ἦν, ἀλλ' ὅμως καθ' ὑπόστασιν ἑνωθεῖσα τῷ θεῷ λόγῳ πάντων τὴν γνῶσιν εἶχεν οὐ χάριτι, ἀλλ', ὡς εἴρηται, διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν· ὁ αὐτὸς γὰρ ἦν καὶ θεὸς καὶ ἄνθρωπος. Διὸ οὐδὲ γνωμικὸν εἶχε θέλημα. Θέλησιν μὲν γὰρ εἶχε τὴν φυσικὴν, τὴν ἁπλῆν, τὴν ἐν πάσαις ταῖς ὑποστάσεσι τῶν ἀνθρώπων ὁμοίως θεωρουμένην, τὴν δὲ γνώμην ἤγουν τὸ θελητὸν οὐκ εἶχεν ἡ ἁγία αὐτοῦ ψυχὴ ἐναντίον τοῦ θείου αὐτοῦ θελήματος οὐδὲ ἄλλο παρὰ τὸ θεῖον αὐτοῦ θέλημα. Ἡ γὰρ γνώμη συνδιαιρεῖται ταῖς ὑποστάσεσι πλὴν τῆς ἁγίας καὶ ἁπλῆς καὶ ἀσυνθέτου καὶ ἀδιαιρέτου θεότητος· ἐκεῖ γὰρ τῶν ὑποστάσεων μὴ εἰς ἅπαν διαιρουμένων καὶ διισταμένων οὐδὲ τὸ θελητὸν διαιρεῖται. Κἀκεῖ μέν, ἐπειδὴ μία ἡ φύσις, μία καὶ ἡ φυσικὴ θέλησις· ἐπειδὴ δὲ καὶ αἱ ὑποστάσεις ἀδιάστατοί εἰσιν, ἓν καὶ τὸ θελητὸν καὶ μία ἡ κίνησις τῶν τριῶν ὑποστάσεων. Ἐπὶ δὲ τῶν ἀνθρώπων, ἐπειδὴ μὲν ἡ φύσις μία, μία καὶ ἡ φυσικὴ θέλησις· ἐπειδὴ δὲ αἱ ὑποστάσεις κεχωρισμέναι εἰσὶ καὶ διεστήκασιν ἀλλήλων κατά τε τόπον καὶ χρόνον καὶ τὴν πρὸς τὰ πράγματα διάθεσιν καὶ ἕτερα πλεῖστα, τούτου ἕνεκα διάφορα τὰ θελήματα καὶ αἱ γνῶμαι. Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ μὲν διάφοροι αἱ φύσεις, διάφοροι καὶ αἱ θελήσεις αἱ φυσικαὶ τῆς αὐτοῦ θεότητος καὶ τῆς αὐτοῦ ἀνθρωπότητος ἤγουν αἱ θελητικαὶ δυνάμεις· ἐπειδὴ δὲ μία ἡ ὑπόστασις καὶ εἷς ὁ θέλων, ἓν καὶ τὸ θελητὸν ἤγουν τὸ γνωμικὸν θέλημα, τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἑπομένης δηλαδὴ τῇ θείᾳ αὐτοῦ θελήσει καὶ ταῦτα θελούσης, ἃ ἡ θεία αὐτοῦ ἤθελε θέλησις. Χρὴ δὲ γινώσκειν, ὡς ἕτερον μέν ἐστιν ἡ θέλησις, ἕτερον δὲ βούλησις, ἕτερον δὲ τὸ θελητὸν καὶ ἕτερον τὸ θελητικὸν καὶ ἕτερον ὁ θέλων. Θέλησις μὲν γάρ ἐστιν αὐτὴ ἡ ἁπλῆ δύναμις τοῦ θέλειν, βούλησις δὲ ἡ περί τι θέλησις, θελητὸν δὲ τὸ ὑποκείμενον τῇ θελήσει πρᾶγμα ἤγουν ὅπερ θέλομεν (οἷον κινεῖται ἡ ὄρεξις πρὸς βρῶσιν· ἡ μὲν ἁπλῶς ὄρεξις ἡ λογικὴ θέλησίς ἐστιν, ἡ δὲ πρὸς βρῶσιν ὄρεξις βούλησίς ἐστιν, αὐτὴ δὲ ἡ βρῶσις θελητόν ἐστι), θελητικὸν δὲ τὸ ἔχον τὴν θελητικὴν δύναμιν οἷον ὁ ἄνθρωπος, θέλων δὲ αὐτὸς ὁ κεχρημένος τῇ θελήσει. Δεῖ εἰδέναι, ὡς τὸ θέλημα ποτὲ μὲν τὴν θέλησιν δηλοῖ ἤτοι τὴν θελητικὴν δύναμιν καὶ λέγεται θέλημα φυσικόν, ποτὲ δὲ τὸ θελητὸν καὶ λέγεται θέλημα γνωμικόν. 37 Περὶ ἐνεργείασ Χρὴ γινώσκειν, ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαὶ αἵ τε ζωτικαὶ καὶ αἱ φυσικαὶ καὶ αἱ τεχνικαί, ἐνέργειαι λέγονται· ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Ὅθεν δῆλον, ὅτι, ὧν ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, ὧν δὲ αἱ φύσεις διάφοροι, τούτων καὶ αἱ ἐνέργειαι διάφοροι· ἀμήχανον γὰρ οὐσίαν ἄμοιρον εἶναι φυσικῆς ἐνεργείας. Ἐνέργεια πάλιν ἐστὶ φυσικὴ ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ καὶ πρώτη ἡ ἀεικίνητος δύναμις τῆς νοερᾶς ψυχῆς, τουτέστιν ὁ ἀεικίνητος αὐτῆς λόγος φυσικῶς ἐξ αὐτῆς ἀεὶ πηγαζόμενος. Ἐνέργειά ἐστι φυσικὴ ἡ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς μόνον τὸ μὴ ὄν. Λέγονται δὲ ἐνέργειαι καὶ αἱ πράξεις ὡς τὸ λαλεῖν, τὸ περιπατεῖν, τὸ ἐσθίειν καὶ πίνειν καὶ τὰ τοιαῦτα. Καὶ τὰ πάθη δὲ τὰ φυσικὰ πολλάκις ἐνέργειαι λέγονται οἷον πεῖνα, δίψα καὶ τὰ τοιαῦτα. Λέγεται πάλιν ἐνέργεια καὶ τὸ ἀποτέλεσμα τῆς δυνάμεως. Διττῶς δὲ λέγεται καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. Λέγομεν γὰρ τὸν παῖδα τὸν θηλάζοντα δυνάμει γραμματικόν· ἔχει γὰρ ἐπιτηδειότητα διὰ μαθήσεως γενέσθαι γραμματικός. Λέγομεν πάλιν τὸν γραμματικὸν καὶ δυνάμει γραμματικὸν καὶ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, ὅτι ἔχει τὴν γνῶσιν τῆς γραμ ματικῆς, δυνάμει δέ, ὅτι δύναται ἐξηγεῖσθαι, οὐκ ἐνεργεῖ δὲ τὴν ἐξήγησιν. Λέγομεν πάλιν ἐνεργείᾳ γραμματικόν, ὅτε ἐνεργεῖ ἤγουν ἐξηγεῖται. Χρὴ οὖν γινώσκειν, ὅτι ὁ δεύτερος τρόπος κοινός ἐστι τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, δεύτερος μὲν τοῦ δυνάμει, πρῶτος δὲ τοῦ ἐνεργείᾳ. Ἐνέργεια φύσεώς ἐστι πρώτη καὶ μόνη καὶ ἀληθὴς ἡ αὐθαίρετος ἤτοι λογικὴ καὶ αὐτεξούσιος ζωὴ καὶ τοῦ καθ' ἡμᾶς εἴδους συστατική· ἧς ἀποστεροῦντες τὸν κύριον, οὐκ οἶδα, ὅπως αὐτὸν θεὸν ἐνανθρωπήσαντα λέγουσιν. Ἐνέργειά ἐστι φύσεως κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ ἑαυτοῦ κινούμενον.