Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1.1
Περὶ ἑκουσίου καὶ ἀκουσίου Ἐπειδὴ τὸ ἑκούσιον ἐν πράξει τινί ἐστι καὶ τὸ νομιζόμενον δὲ ἀκούσιον ἐν πράξει τινί ἐστι, πολλοὶ δέ τινες καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχειν ἀλλὰ καὶ ἐν τῷ πράττειν τίθενται, δεῖ εἰδέναι, ὅτι πρᾶξίς ἐστιν ἐνέργεια λογική. Ταῖς δὲ πράξεσιν ἕπεται ἔπαινος ἢ ψόγος, καὶ αἱ μὲν αὐτῶν μεθ' ἡδονῆς, αἱ δὲ μετὰ λύπης πράττονται, καὶ αἱ μὲν αὐτῶν εἰσιν αἱρεταὶ τῷ πράττοντι, αἱ δὲ φευκταί, καὶ τῶν αἱρετῶν αἱ μὲν ἀεὶ αἱρεταί, αἱ δὲ κατά τινα χρόνον, ὁμοίως καὶ τῶν φευκτῶν. Καὶ πάλιν αἱ μὲν τῶν πράξεων ἐλεοῦνται, αἱ δὲ συγγνώμης ἀξιοῦνται, αἱ δὲ μισοῦνται καὶ κολάζονται. Τῷ μὲν οὖν ἑκουσίῳ πάντως ἐπακολουθεῖ ἔπαινος ἢ ψόγος καὶ τὸ μεθ' ἡδονῆς πράττεσθαι καὶ τὸ αἱρετὰς εἶναι τὰς πράξεις τοῖς πράττουσιν ἢ ἀεὶ ἢ τότε, ὅτε πράττονται, τῷ δὲ ἀκουσίῳ τὸ συγγνώμης ἢ ἐλέους ἀξιοῦσθαι καὶ τὸ μετὰ λύπης πράττεσθαι καὶ τὸ μὴ εἶναι αἱρετὰς μηδὲ δι' ἑαυτοῦ τελεῖν τὸ πραττόμενον, εἰ καὶ βιάζοιτο. Τοῦ δὲ ἀκουσίου τὸ μέν ἐστι κατὰ βίαν, τὸ δὲ δι' ἄγνοιαν· κατὰ βίαν μέν, ὅταν ἡ ποιητικὴ ἀρχὴ ἤγουν αἰτία ἔξωθέν ἐστιν ἤγουν ὅταν ὑφ' ἑτέρου βιαζώμεθα, μηδ' ὅλως πειθόμενοι μηδὲ συμβαλλώμεθα κατ' οἰκείαν ὁρμὴν μηδὲ ὅλως συμπράττωμεν ἢ δι' ἑαυτῶν τὸ βιασθὲν ποιῶμεν, ὃ καὶ ὁριζόμενοί φαμεν· Οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου κατ' οἰκείαν ὁρμὴν τοῦ βιασθέντος. Ἀρχὴν δέ φαμεν τὴν ποιητικὴν αἰτίαν. Τὸ δὲ δι' ἄγνοιαν ἀκούσιόν ἐστιν, ὅταν μὴ αὐτοὶ παρέχωμεν αἰτίαν τῆς ἀγνοίας, ἀλλ' οὕτω συμβῇ. Εἰ γὰρ μεθύων τις φόνον ποιήσει, ἀγνοῶν ἐφόνευσεν, οὐ μὴν ἀκουσίως· τὴν γὰρ αἰτίαν τῆς ἀγνοίας ἤγουν τὴν μέθην αὐτὸς ἔπραξεν. Εἰ δέ τις ἐν τῷ συνήθει τόπῳ τοξεύων τὸν πατέρα παριόντα ἀπέκτεινε, δι' ἄγνοιαν λέγεται ἀκουσίως τοῦτο πεποιηκέναι. Τοῦ οὖν ἀκουσίου διττοῦ ὄντος, τοῦ μὲν κατὰ βίαν, τοῦ δὲ δι' ἄγνοιαν, τὸ ἑκούσιον ἀμφοτέροις ἀντίκειται· ἔστι γὰρ ἑκούσιον τὸ μήτε κατὰ βίαν μήτε δι' ἄγνοιαν γινόμενον. Ἑκούσιον τοίνυν ἐστίν, οὗ ἡ ἀρχὴ τουτέστιν ἡ αἰτία ἐν αὑτῷ εἰδότι τὰ καθ' ἕκαστα, δι' ὧν καὶ ἐν οἷς ἡ πρᾶξις. «Καθ' ἕκαστα» δέ ἐστιν, ἃ καλεῖται παρὰ τοῖς ῥήτορσι περιστατικὰ μόρια, οἷον τίς ἤγουν ὁ πράξας, τίνα ἤγουν τὸν παθόντα, τί ἤγουν αὐτὸ τὸ πραχθέν, τυχὸν ἐφόνευσε· τίνι ἤγουν ὀργάνῳ, ποῦ ἤγουν τόπῳ, πότε ἤγουν ἐν ποίῳ χρόνῳ, πῶς ὁ τρόπος τῆς πράξεως, διὰ τί ἤγουν διὰ ποίαν αἰτίαν. Ἰστέον, ὥς εἰσί τινα μέσα ἑκουσίων καὶ ἀκουσίων, ἅτινα ἀηδῆ καὶ λυπηρὰ ὄντα διὰ μεῖζον κακὸν καταδεχόμεθα, ὡς διὰ ναυάγιον ἀποβάλλομεν τὰ ἐν τῷ πλοίῳ. Ἰστέον, ὡς τὰ παιδία καὶ τὰ ἄλογα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν δὲ καὶ προαιρούμενα, καὶ ὅσα διὰ θυμὸν πράττομεν μὴ προβουλευσάμενοι, ἑκουσίως ποιοῦμεν, οὐ μὴν καὶ κατὰ προαίρεσιν. Καὶ ὁ φίλος αἰφνιδίως ἐπέστη ἑκουσίως μὲν ἡμῖν, οὐ μὴν καὶ προαιρούμενος. Καὶ ὁ θησαυρῷ ἀνελπίστως περιτυχὼν ἑκουσίως περιέτυχεν, οὐ μὴν καὶ προαιρούμενος. Πάντα ταῦτα ἑκούσια μὲν διὰ τὸ ἐπ' αὐτοῖς ἥδεσθαι, οὐ μὴν καὶ κατὰ προαίρεσιν, διότι οὐκ ἀπὸ βουλῆς. Δεῖ δὲ πάντως βουλὴν προηγεῖσθαι τῆς προαιρέσεως, καθὼς εἴρηται.

Intertext edge

Open linked passage

Note