Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1.1
Περὶ τοῦ ἐφ' ἡμῖν, τουτέστι τοῦ αὐτεξουσίου Ὁ περὶ τοῦ αὐτεξουσίου λόγος τουτέστι τοῦ ἐφ' ἡμῖν πρώτην μὲν ἔχει ζήτησιν, εἰ ἔστι ἐφ' ἡμῖν· πολλοὶ γὰρ οἱ πρὸς τοῦτο ἀντιβαίνοντες. Δευτέραν δέ, τίνα ἐστὶ τὰ ἐφ' ἡμῖν καὶ τίνων ἐξουσίαν ἔχομεν. Τρίτην τὴν αἰτίαν ἐξετάσαι, δι' ἣν ὁ ποιήσας ἡμᾶς θεὸς αὐτεξουσίους ἐποίησεν. Ἀναλαβόντες οὖν περὶ τοῦ πρώτου, πρῶτον εἴπωμεν ἀποδεικνύντες, ὅτι ἔστι τινὰ ἐφ' ἡμῖν, ἐκ τῶν παρ' ἐκείνοις ὁμολογουμένων καὶ εἴπωμεν οὕτως· Τῶν γινομένων πάντων ἢ θεόν φασιν αἴτιον εἶναι ἢ ἀνάγκην ἢ εἱμαρμένην ἢ φύσιν ἢ τύχην ἢ τὸ αὐτόματον. Ἀλλὰ τοῦ μὲν θεοῦ ἔργον οὐσία καὶ πρόνοια· τῆς δὲ ἀνάγκης τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἡ κίνησις· τῆς δὲ εἱμαρμένης τὸ ἐξ ἀνάγκης τὰ δι' αὐτῆς ἐπιτελεῖσθαι (καὶ γὰρ αὕτη τῆς ἀνάγκης ἐστί)· τῆς δὲ φύσεως γένεσις, αὔξησις, φθορά, φυτὰ καὶ ζῷα· τῆς δὲ τύχης τὰ σπάνια καὶ ἀπροσδόκητα (ὁρίζονται γὰρ τὴν τύχην σύμπτωσιν καὶ συνδρομὴν δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων, ἄλλο τι, παρ' ὃ πέφυκεν, ἀποτελούντων, ὡς τάφρον ὀρύσσοντα θησαυρὸν εὑρεῖν· οὔτε γὰρ ὁ θεὶς τὸν θησαυρὸν οὕτως ἔθηκεν, ὥστε τοῦτον εὑρεῖν, οὔτε ὁ εὑρὼν οὕτως ὤρυξεν, ὡς εὑρεῖν θησαυρόν, ἀλλ' ὁ μὲν ἵν' ὅταν θέλῃ, ἀνέληται, ὁ δὲ ἵνα τάφρον ὀρύξῃ· συνέπεσε δὲ ἄλλο τι, παρ' ὃ προῃροῦντο ἀμφότεροι)· τοῦ δὲ αὐτομάτου τὰ τῶν ἀψύχων ἢ ἀλόγων συμπτώματα ἄνευ φύσεως καὶ τέχνης. Οὕτως αὐτοί φασι. Τίνι τοίνυν τούτων ὑπαγάγωμεν τὰ διὰ τῶν ἀνθρώπων, εἴπερ ὁ ἄνθρωπος οὐκ ἔστιν αἴτιος καὶ ἀρχὴ πράξεως; Οὐδὲ γὰρ θεῷ θεμιτὸν ἐπιγράφειν αἰσχρὰς ἔσθ' ὅτε πράξεις καὶ ἀδίκους οὐδὲ ἀνάγκῃ (οὐ γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἐστίν) οὐδὲ εἱμαρμένῃ (οὐ γὰρ τῶν ἐνδεχομένων, ἀλλὰ τῶν ἀναγκαίων τὰ τῆς εἱμαρμένης λέγουσιν) οὔτε φύσει (φύσεως γὰρ ἔργα ζῷα καὶ φυτά) οὐδὲ τύχῃ (οὐ γὰρ σπάνιοι καὶ ἀπροσδόκητοι τῶν ἀνθρώπων αἱ πράξεις) οὔτε τῷ αὐτομάτῳ (ἀψύχων γὰρ λέγουσιν ἢ ἀλόγων συμπτώματα τοῦ αὐτομάτου). Λείπεται δὴ αὐτὸν τὸν πράττοντα καὶ ποιοῦντα ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων ἔργων καὶ αὐτεξούσιον. Ἔτι, εἰ μηδεμιᾶς ἐστιν ἀρχὴ πράξεως ὁ ἄνθρωπος, περιττῶς ἔχει τὸ βουλεύεσθαι· εἰς τί γὰρ χρήσεται τῇ βουλῇ μηδεμιᾶς ὢν κύριος πράξεως; Πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα. Τὸ δὲ κάλλιστον καὶ τιμιώτατον τῶν ἐν ἀνθρώπῳ περιττὸν ἀποφαίνειν τῶν ἀτοπωτάτων ἂν εἴη. Εἰ τοίνυν βουλεύεται, πράξεως ἕνεκα βουλεύεται· πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν.

Intertext edge

Open linked passage

Note