Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1.1
Περὶ τῶν γινομένων Τῶν γινομένων τὰ μέν εἰσιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. Ἐφ' ἡμῖν μὲν οὖν εἰσιν, ὧν ἡμεῖς ἐσμεν αὐτεξούσιοι ποιεῖν τε καὶ μὴ ποιεῖν, τουτέστι πάντα τὰ δι' ἡμῶν ἑκουσίως πραττόμενα (οὐ γὰρ ἑκουσίως ἐλέγετο πράττεσθαι τῆς πράξεως οὐκ οὔσης ἐφ' ἡμῖν) καὶ ἁπλῶς, οἷς ἕπεται ψόγος ἢ ἔπαινος καὶ ἐφ' οἷς ἐστι προτροπὴ καὶ νόμος. Κυρίως δὲ ἐφ' ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα· ἡ δὲ βουλὴ τῶν ἐπίσης ἐνδεχομένων ἐστίν. Ἐπίσης δὲ ἐνδεχόμενόν ἐστιν, ὃ αὐτό τε δυνάμεθα, καὶ τὸ ἀντικείμενον αὐτῷ· ποιεῖται δὲ τούτου τὴν αἵρεσιν ὁ νοῦς ὁ ἡμέτερος, καὶ οὗτός ἐστιν ἀρχὴ πράξεως. Ταῦτα τοίνυν ἐστὶ τὰ ἐφ' ἡμῖν, τὰ ἐπίσης ἐνδεχόμενα, οἷον τὸ κινεῖσθαι καὶ μὴ κινεῖσθαι, ὁρμᾶν καὶ μὴ ὁρμᾶν, ὀρέγεσθαι τῶν μὴ ἀναγκαίων καὶ μὴ ὀρέγεσθαι, ψεύδεσθαι καὶ μὴ ψεύδεσθαι, διδόναι καὶ μὴ διδόναι, χαίρειν ἐφ' οἷς δεῖ καὶ μὴ χαίρειν ὁμοίως καὶ ἐφ' οἷς οὐ δεῖ, καὶ ὅσα τοιαῦτα, ἐν οἷς ἐστι τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας ἔργα· τούτων γάρ ἐσμεν αὐτεξούσιοι. Τῶν δὲ ἐπίσης ἐνδεχομένων εἰσὶ καὶ αἱ τέχναι· ἐφ' ἡμῖν γάρ ἐστι μετελθεῖν, ἣν ἂν θελήσωμεν, καὶ μὴ μετελθεῖν. Χρὴ δὲ γινώσκειν, ὡς ἡ μὲν αἵρεσις τῶν πρακτῶν ἀεὶ ἐφ' ἡμῖν ἐστιν· ἡ δὲ πρᾶξις πολλάκις κωλύεται κατά τινα τρόπον τῆς προνοίας.