Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1.1
Διὰ ποίαν αἰτίαν αὐτεξούσιοι γεγόναμεν Φαμὲν τοίνυν εὐθέως τῷ λογικῷ συνεισέρχεσθαι τὸ αὐτεξούσιον. Πᾶν γὰρ γεννητὸν καὶ τρεπτόν ἐστιν. Ὧν γὰρ ἡ ἀρχὴ τῆς γενέσεως ἀπὸ τροπῆς ἤρξατο, ἀνάγκῃ ταῦτα τρεπτὰ εἶναι. Τροπὴ δέ ἐστι τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραχθῆναι καὶ τὸ ἐξ ὑποκειμένης ὕλης ἕτερόν τι γενέσθαι. Τὰ μὲν οὖν ἄψυχα καὶ ἄλογα τρέπονται κατὰ τὰς προειρημένας σωματικὰς ἀλλοιώσεις, τὰ δὲ λογικὰ κατὰ προαίρεσιν· τοῦ γὰρ λογικοῦ τὸ μέν ἐστι θεωρητικόν, τὸ δὲ πρακτικόν, θεωρητικὸν μὲν τὸ κατανοοῦν, ὡς ἔχει τὰ ὄντα, πρακτικὸν δὲ τὸ βουλευτικόν, τὸ ὁρίζον τοῖς πρακτοῖς τὸν ὀρθὸν λόγον. Καὶ καλοῦσι τὸ μὲν θεωρητικὸν νοῦν, τὸ δὲ πρακτικὸν λόγον, καὶ τὸ μὲν θεωρητικὸν σοφίαν, τὸ δὲ πρακτικὸν φρόνησιν. Πᾶς οὖν ὁ βουλευόμενος ὡς ἐπ' αὐτῷ τῆς αἱρέσεως οὔσης τῶν πρακτῶν βουλεύεται, ἵνα τὸ προκριθὲν ἐκ τῆς βουλῆς ἕληται καὶ ἑλόμενος πράξῃ· εἰ δὲ τοῦτο, ἐξ ἀνάγκης παρυφίσταται τῷ λογικῷ τὸ αὐτεξούσιον· ἢ γὰρ οὐκ ἔσται λογικόν, ἢ λογικὸν ὂν κύριον ἔσται πράξεων καὶ αὐτεξούσιον. Ὅθεν καὶ τὰ ἄλογα οὔκ εἰσιν αὐτεξούσια· ἄγονται γὰρ μᾶλλον ὑπὸ τῆς φύσεως ἤπερ ἄγουσι· διὸ οὐδὲ ἀντιλέγουσι τῇ φυσικῇ ὀρέξει, ἀλλ', ἅμα ὀρεχθῶσί τινος, ὁρμῶσι πρὸς τὴν πρᾶξιν. Ὁ δὲ ἄνθρωπος λογικὸς ὢν ἄγει μᾶλλον τὴν φύσιν, ἤπερ ἄγεται· διὸ καὶ ὀρεγόμενος, εἴπερ ἐθέλοι, ἐξουσίαν ἔχει τὴν ὄρεξιν ἀναχαιτίσαι ἢ ἀκολουθῆσαι αὐτῇ. Ὅθεν τὰ μὲν ἄλογα οὐδὲ ἐπαινεῖται οὐδὲ ψέγεται, ὁ δὲ ἄνθρωπος καὶ ἐπαινεῖται καὶ ψέγεται. Χρὴ δὲ γινώσκειν, ὅτι καὶ οἱ ἄγγελοι λογικοὶ ὄντες αὐτεξούσιοι ὑπάρχουσι καὶ ὡς κτιστοὶ καὶ τρεπτοί. Καὶ ἔδειξεν ὁ μὲν διάβολος ἀγαθὸς ὑπὸ τοῦ δημιουργοῦ γενόμενος, αὐτεξουσίως δὲ τῆς κακίας εὑρετὴς γεγονώς, καὶ αἱ σὺν αὐτῷ ἀποστατήσασαι δυνάμεις ἤγουν οἱ δαίμονες, τὰ δὲ λοιπὰ τάγματα τῶν ἀγγέλων ἐν τῷ ἀγαθῷ διαμείναντα.