Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1.1
Περὶ προνοίασ Πρόνοια τοίνυν ἐστὶν ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Καὶ πάλιν· Πρόνοιά ἐστι βούλησις θεοῦ, δι' ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει. Εἰ δὲ θεοῦ βούλησίς ἐστιν ἡ πρόνοια, πᾶσα ἀνάγκη πάντα τὰ τῇ προνοίᾳ γινόμενα κατὰ τὸν ὀρθὸν λόγον κάλλιστά τε καὶ θεοπρεπέστατα γίνεσθαι καὶ ὡς οὐκ ἔνι κρείττω γενέσθαι. Ἀνάγκη γὰρ τὸν αὐτὸν εἶναι ποιητὴν τῶν ὄντων καὶ προνοητήν· οὔτε γὰρ πρέπον οὔτε ἀκόλουθον ἄλλον μὲν ποιητὴν εἶναι τῶν ὄντων, ἄλλον δὲ προνοητήν· οὕτω γὰρ ἐν ἀσθενείᾳ πάντως εἰσὶν ἀμφότεροι, ὁ μὲν τοῦ ποιεῖν, ὁ δὲ τοῦ προνοεῖν. Ὁ θεὸς τοίνυν ἐστὶν ὅ τε ποιητὴς καὶ προνοητής, καὶ ἡ ποιητικὴ δὲ αὐτοῦ δύναμις καὶ ἡ συνεκτικὴ καὶ ἡ προνοητικὴ ἡ ἀγαθὴ αὐτοῦ θέλησίς ἐστι· «πάντα γάρ, ὅσα ἠθέλησεν, ὁ κύριος ἐποίησεν», καὶ τῷ θελήματι αὐτοῦ οὐδεὶς ἀνθέστηκεν. Ἠθέλησε γενέσθαι τὰ πάντα, καὶ γέγονε· θέλει συνίστασθαι τὸν κόσμον, καὶ συνίσταται, καὶ πάντα, ὅσα θέλει, γίνεται. Ὅτι δὲ προνοεῖ καὶ ὅτι καλῶς προνοεῖ, ὀρθότατα σκοπήσειεν ἄν τις οὕτως· Μόνος ὁ θεός ἐστι φύσει ἀγαθὸς καὶ σοφός· ὡς οὖν ἀγαθὸς προνοεῖ (ὁ γὰρ μὴ προνοῶν οὐκ ἀγαθός· καὶ γὰρ καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλογα τῶν οἰκείων τέκνων προνοοῦνται φυσικῶς, καὶ ὁ μὴ προνοῶν ψέγεται), ὡς δὲ σοφὸς ἄριστα τῶν ὄντων ἐπιμελεῖται. Χρὴ τοίνυν τούτοις προσέχοντας πάντα θαυμάζειν, πάντα ἐπαινεῖν, πάντα ἀνεξετάστως ἀποδέχεσθαι τὰ τῆς προνοίας ἔργα, κἂν φαίνηται τοῖς πολλοῖς ἄδικα διὰ τὸ ἄγνωστον καὶ ἀκατάληπτον εἶναι τοῦ θεοῦ τὴν πρόνοιαν. Πάντα δὲ λέγω τὰ οὐκ ἐφ' ἡμῖν· τὰ γὰρ ἐφ' ἡμῖν οὐ τῆς προνοίας ἐστίν, ἀλλὰ τοῦ ἡμετέρου αὐτεξουσίου. Τῆς δὲ προνοίας τὰ μὲν κατ' εὐδοκίαν ἐστί, τὰ δὲ κατὰ συγχώρησιν· Κατ' εὐδοκίαν μέν, ὅσα ἀναντιρρήτως εἰσὶν ἀγαθά, κατὰ συγχώρησιν δὲ. Συγχωρεῖ γὰρ πολλάκις καὶ τὸν δίκαιον περιπεσεῖν συμφοραῖς, ἵνα τὴν ἐν αὐτῷ λανθάνουσαν ἀρετὴν δείξῃ τοῖς ἄλλοις ὡς ἐπὶ τοῦ Ἰώβ. Ἄλλοτε συγχωρεῖ τῶν ἀτόπων τι πραχθῆναι, ἵνα διὰ τῆς πράξεως τῆς δοκούσης ἀτόπου μέγα τι καὶ θαυμαστὸν κατορθωθῇ ὡς διὰ τοῦ σταυροῦ τὴν σωτηρίαν τῶν ἀνθρώπων. Κατ' ἄλλον τρόπον συγχωρεῖ τὸν ὅσιον πάσχειν κακῶς, ἵνα μὴ ἐκ τοῦ ὀρθοῦ συνειδότος ἐκπέσῃ ἢ καὶ ἐκ τῆς δοθείσης αὐτῷ δυνάμεώς τε καὶ χάριτος εἰς ἀλαζονείαν ἐκπέσῃ ὡς ἐπὶ τοῦ Παύλου. Ἐγκαταλείπεταί τις πρὸς καιρὸν πρὸς διόρθωσιν ἄλλου, ἵνα τὸ κατ' αὐτὸν σκοποῦντες οἱ ἄλλοι παιδεύωνται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· φυσικῶς γὰρ ὁρῶντές τινας πάσχοντας συστελλόμεθα. Ἐγκαταλείπεταί τις καὶ εἰς ἄλλου δόξαν, οὐ δι' οἰκείας ἢ γονέων ἁμαρτίας ὡς ὁ ἐκ γενετῆς τυφλὸς εἰς δόξαν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Πάλιν συγχωρεῖταί τις παθεῖν εἰς ἄλλου ζῆλον, ἵνα τῆς δόξης τοῦ παθόντος μεγαλυνθείσης ἄοκνον τὸ πάθος τοῖς ἄλλοις γένηται ἐλπίδι τῆς μελλούσης δόξης καὶ ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν ὡς ἐπὶ τῶν μαρτύρων. Παραχωρεῖταί τις καὶ εἰς αἰσχρὰν ἐμπεσεῖν πρᾶξιν ἐνίοτε εἰς διόρθωσιν ἑτέρου χείρονος πάθους, οἷον ἔστι τις ἐπαιρόμενος ἐπὶ ταῖς ἀρεταῖς καὶ τοῖς κατορθώμασιν αὐτοῦ, παραχωρεῖ τοῦτον ὁ θεὸς εἰς πορνείαν ἐμπεσεῖν, ὅπως διὰ τοῦ πτώματος εἰς συναίσθησιν τῆς οἰκείας ἀσθε νείας ἐλθὼν ταπεινωθῇ καὶ προσελθὼν ἐξομολογήσηται τῷ κυρίῳ. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν αἵρεσις τῶν πρακτῶν ἐφ' ἡμῖν ἐστι, τὸ δὲ τέλος τῶν μὲν ἀγαθῶν τῆς τοῦ θεοῦ συνεργίας δικαίως συνεργοῦντος τοῖς προαιρουμένοις τὸ ἀγαθὸν ὀρθῷ τῷ συνειδότι κατὰ τὴν πρόγνωσιν αὐτοῦ, τῶν δὲ πονηρῶν τῆς ἐγκαταλείψεως τοῦ θεοῦ πάλιν κατὰ τὴν πρόγνωσιν αὐτοῦ δικαίως ἐγκαταλιμπάνοντος. Τῆς δὲ ἐγκαταλείψεώς εἰσιν εἴδη δύο· ἔστι γὰρ ἐγκατάλειψις οἰκονομικὴ καὶ παιδευτικὴ καὶ ἔστιν ἐγκατάλειψις τελεία ἀπογνωστική. Οἰκονομικὴ μὲν καὶ παιδευτικὴ ἡ πρὸς διόρθωσιν καὶ σωτηρίαν καὶ δόξαν τοῦ πάσχοντος γινομένη ἢ καὶ πρὸς ἄλλων ζῆλον καὶ μίμησιν ἢ καὶ πρὸς δόξαν θεοῦ· ἡ δὲ τελεία ἐγκατάλειψις, ὅτε τοῦ θεοῦ πάντα πρὸς σωτηρίαν πεποιηκότος ἀνεπαίσθητος καὶ ἀνιάτρευτος, μᾶλλον δὲ ἀνίατος ἐξ οἰκείας προθέσεως διαμείνῃ ὁ ἄνθρωπος· τότε παραδίδοται εἰς τελείαν ἀπώλειαν ὡς ὁ Ἰούδας. Φείσεται ἡμῶν ὁ θεὸς καὶ ἐξελεῖται τῆς τοιαύτης ἐγκαταλείψεως. Χρὴ δὲ εἰδέναι, ὡς πολλοί εἰσιν οἱ τρόποι τῆς τοῦ θεοῦ προνοίας καὶ μήτε λόγῳ ἑρμηνευθῆναι μήτε νῷ περιληφθῆναι δυνάμενοι. Δεῖ γινώσκειν, ὡς πᾶσαι αἱ σκυθρωπαὶ ἐπιφοραὶ τοῖς μετ' εὐχαριστίας δεχομένοις πρὸς σωτηρίαν ἐπάγονται καὶ πάντως ὠφελείας γίνονται πρόξενοι. Χρὴ εἰδέναι, ὡς ὁ θεὸς προηγουμένως θέλει πάντας σωθῆναι καὶ τῆς βασιλείας αὐτοῦ τυχεῖν· οὐ γὰρ ἐπὶ τὸ κολάσαι ἔπλασεν ἡμᾶς, ἀλλὰ πρὸς τὸ μετασχεῖν τῆς ἀγαθότητος αὐτοῦ ὡς ἀγαθός. Ἁμαρτάνοντας δὲ θέλει κολάζεσθαι δικαίως. Λέγεται οὖν τὸ μὲν πρῶτον προηγούμενον θέλημα καὶ εὐδοκία ἐξ αὐτοῦ ὄν, τὸ δὲ δεύτερον ἑπόμενον θέλημα καὶ παραχώρησις ἐξ ἡμετέρας αἰτίας. Καὶ αὕτη διττή· ἡ μὲν οἰκονομικὴ καὶ παιδευτικὴ πρὸς σωτηρίαν, ἡ δὲ ἀπογνωστικὴ πρὸς τελείαν κόλασιν, ὡς εἰρήκαμεν. Ταῦτα δὲ ἐπὶ τῶν οὐκ ἐφ' ἡμῖν. Τῶν δὲ ἐφ' ἡμῖν τὰ μὲν ἀγαθὰ προηγουμένως θέλει καὶ εὐδοκεῖ, τὰ δὲ πονηρὰ καὶ ὄντως κακὰ οὔτε προηγουμένως οὔτε ἑπομένως θέλει. Παραχωρεῖ δὲ τῷ αὐτεξουσίῳ· τὸ γὰρ κατὰ βίαν γινόμενον οὐ λογικὸν οὐδὲ ἀρετή. Προνοεῖ δὲ ὁ θεὸς πάσης τῆς κτίσεως καὶ διὰ πάσης τῆς κτίσεως εὐεργετῶν καὶ παιδεύων καὶ δι' αὐτῶν πολλάκις τῶν δαιμόνων ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ τῶν χοίρων. 44 Περὶ προγνώσεως καὶ προορισμοῦ Χρὴ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ θεός, οὐ πάντα δὲ προορίζει· προγινώσκει γὰρ καὶ τὰ ἐφ' ἡμῖν, οὐ προορίζει δὲ αὐτά· οὐ γὰρ θέλει τὴν κακίαν γενέσθαι οὐδὲ βιάζεται τὴν ἀρετήν. Ὥστε τῆς θείας προγνωστικῆς κελεύσεως ἔργον ἐστὶν ὁ προορισμός. Προορίζει δὲ τὰ οὐκ ἐφ' ἡμῖν κατὰ τὴν πρόγνωσιν αὐτοῦ· ἤδη γὰρ κατὰ τὴν πρόγνωσιν αὐτοῦ προέκρινε πάντα ὁ θεὸς κατὰ τὴν ἀγαθότητα καὶ τὴν δικαιοσύνην αὐτοῦ. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν ἀρετὴ ἐκ τοῦ θεοῦ ἐδόθη ἐν τῇ φύσει καὶ αὐτός ἐστι παντὸς ἀγαθοῦ ἀρχὴ καὶ αἰτία καὶ ἐκτὸς τῆς αὐτοῦ συνεργίας καὶ βοηθείας ἀδύνατον ἀγαθὸν θελῆσαι ἢ πρᾶξαι ἡμᾶς. Ἐφ' ἡμῖν δέ ἐστιν ἢ ἐμμεῖναι τῇ ἀρετῇ καὶ ἀκολουθῆσαι τῷ θεῷ πρὸς ταύτην καλοῦντι ἢ ἀποφοιτῆσαι τῆς ἀρετῆς, ὅπερ ἐστὶν ἐν τῇ κακίᾳ γενέσθαι καὶ ἀκολουθῆσαι τῷ διαβόλῳ πρὸς ταύτην καλοῦντι ἀβιάστως· ἡ γὰρ κακία οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀναχώρησις τοῦ ἀγαθοῦ, ὥσπερ καὶ τὸ σκότος τοῦ φωτός ἐστιν ἀναχώρησις. Μένοντες οὖν ἐν τῷ κατὰ φύσιν ἐν τῇ ἀρετῇ ἐσμεν, ἐκκλίνοντες δὲ ἐκ τοῦ κατὰ φύσιν παρὰ φύσιν ἐρχόμεθα καὶ ἐν τῇ κακίᾳ γινόμεθα. Μετάνοιά ἐστιν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν καὶ ἐκ τοῦ διαβόλου πρὸς τὸν θεὸν ἐπάνοδος δι' ἀσκήσεως καὶ πόνων. Τοῦτον τοίνυν τὸν ἄνθρωπον ὁ δημιουργὸς ἄρρενα κατεσκεύασε μεταδοὺς αὐτῷ τῆς ἑαυτοῦ θείας χάριτος καὶ ἐν κοινωνίᾳ ἑαυτοῦ διὰ ταύτης αὐτὸν ποιησάμενος· ὅθεν καὶ τὴν τῶν ζῴων ὀνομασίαν προφητικῶς ὡς δούλων αὐτῷ δοθέντων δεσποτικῶς ἐποιήσατο. Κατ' εἰκόνα γὰρ θεοῦ λογικός τε καὶ νοερὸς καὶ αὐτεξούσιος γενόμενος εἰκότως τὴν τῶν ἐπιγείων ἀρχὴν ἐνεχειρίζετο ὑπὸ τοῦ κοινοῦ τῶν ἁπάντων δημιουργοῦ τε καὶ δεσπότου. Εἰδὼς δὲ ὁ προγνώστης θεός, ὡς ἐν παραβάσει γενήσεται καὶ τῇ φθορᾷ ὑποπεσεῖται, ἐποίησεν ἐξ αὐτοῦ τὸ θῆλυ, «βοηθὸν αὐτῷ κατ' αὐτόν», βοηθὸν δὲ πρὸς τὴν διὰ γεννήσεως μετὰ τὴν παράβασιν τοῦ γένους ἐκ διαδοχῆς σύστασιν. Ἡ γὰρ πρώτη πλάσις γένεσις λέγεται καὶ οὐ γέννησις· γένεσις μὲν γάρ ἐστιν ἡ ἐκ θεοῦ πρώτη πλάσις, γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Τοῦτον ἔθετο ἐν τῷ παραδείσῳ τῷ τε νοητῷ καὶ τῷ αἰσθητῷ· ἐν μὲν γὰρ τῷ αἰσθητῷ ἐπὶ γῆς σωματικῶς διαιτώμενος ψυχικῶς τοῖς ἀγγέλοις συνανεστρέφετο θείας γεωργῶν ἐννοίας καὶ ταύταις τρεφόμενος, γυμνὸς τῇ ἁπλότητι καὶ ἀτέχνῳ ζωῇ πρὸς μόνον τὸν δημιουργὸν διὰ τῶν κτισμάτων ἐναγόμενος καὶ τῇ αὐτοῦ θεωρίᾳ ἐνηδυνόμενός τε καὶ εὐφραινόμενος. Ἐπειδὴ τοίνυν αὐτὸν αὐτεξουσίῳ θελήματι φυσικῶς κατεκόσμησε, δίδωσι νόμον αὐτῷ μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως. Περὶ οὗ ξύλου αὐταρκῶς ἐν τῷ περὶ παραδείσου κεφαλαίῳ κατά γε τὴν ἡμετέραν εἰρήκαμεν δύναμιν. Ταύτην τὴν ἐντολὴν αὐτῷ δίδωσιν ἐπαγγειλάμενος, ὡς, εἰ μὲν φυλάξοι τὸ τῆς ψυχῆς ἀξίωμα τῷ λόγῳ τὴν νίκην διδούς, ἐπιγινώσκων τὸν κτίσαντα καὶ τούτου φυλάττων τὸ πρόσταγμα, τῆς ἀιδίου μεθέξει μακαριότητος καὶ ζήσεται εἰς τὸν αἰῶνα κρείττων θανάτου γενόμενος. Εἰ δέ γε τὴν ψυχὴν ὑποτάξει τῷ σώματι καὶ τὰ τοῦ σώματος προτιμήσει τερπνὰ τὴν οἰκείαν τιμὴν ἀγνοήσας καὶ τοῖς ἀνοήτοις παρεικασθεὶς κτήνεσι, τοῦ πεποιηκότος τὴν ζεύγλην ἀποσεισάμενος καὶ τὸ θεῖον αὐτοῦ παριδὼν ἐπίταγμα, θανάτῳ ἔσται ὑπεύθυνος καὶ φθορᾷ καὶ πόνῳ καθυποβληθήσεται τὸν ταλαίπωρον ἕλκων βίον. Οὐ γὰρ ἦν λυσιτελὲς ἀπείραστον ἔτι τυγχάνοντα καὶ ἀδόκιμον τῆς ἀφθαρσίας τυχεῖν, ἵνα μὴ εἰς τῦφον ἐμπέσῃ καὶ κρῖμα τοῦ διαβόλου. Ἐκεῖνος διὰ τὸ ἄφθαρτον μετὰ τὴν ἐκ προαιρέσεως ἔκπτωσιν τὴν ἐν τῷ κακῷ ἀμεταμέλητον ἔσχε καὶ ἄτρεπτον παγιότητα ὥσπερ αὖ πάλιν καὶ οἱ ἄγγελοι μετὰ τὴν ἐκ προαιρέσεως τῆς ἀρετῆς ἐκλογὴν τὴν ἐν τῷ καλῷ διὰ τῆς χάριτος ἀμετακίνητον ἵδρυσιν. Ἔδει τοίνυν πρότερον δοκιμασθέντα τὸν ἄνθρωπον καὶ τῇ πείρᾳ διὰ τῆς τηρήσεως τῆς ἐντολῆς τελειωθέντα οὕτω τὴν ἀφθαρσίαν ἀρετῆς κομίσασθαι ἔπαθλον· μέσος γὰρ θεοῦ καὶ ὕλης γενόμενος διὰ μὲν τῆς τηρήσεως τῆς ἐντολῆς μετὰ τὴν ἀπαλλαγὴν τῆς πρὸς τὰ ὄντα φυσικῆς σχέσεως ἑνωθεὶς τῷ θεῷ καθ' ἕξιν τὴν περὶ τὸ καλὸν παγιότητα λαμβάνειν ἀμετακίνητον ἔμελλε, διὰ δὲ τῆς παραβάσεως πρὸς τὴν ὕλην μᾶλλον κινηθεὶς καὶ τῆς αὐτοῦ αἰτίας, τοῦ θεοῦ φημι, ἀποσπάσας τὸν νοῦν τῇ φθορᾷ προσοικειοῦσθαι καὶ παθητὸς ἀντὶ ἀπαθοῦς καὶ θνητὸς ἀντὶ ἀθανάτου γίνεσθαι καὶ συνδυασμοῦ καὶ ῥευστῆς γεννήσεως ἐπιδέεσθαι καὶ τῇ ἐφέσει τῆς ζωῆς τῶν μὲν ἡδέων ὡς δῆθεν ταύτην συνιστώντων ἀντέχεσθαι, πρὸς δὲ τοὺς τούτων προμηθουμένους τὴν στέρησιν ἀδεῶς ἀπεχθάνεσθαι καὶ τὴν μὲν ἔφεσιν ἐκ θεοῦ πρὸς τὴν ὕλην, τὸν δὲ θυμὸν ἐκ τοῦ τῆς σωτηρίας ὄντως ἐχθροῦ μεταφέρειν πρὸς τὸ ὁμόφυλον. Φθόνῳ τοίνυν διαβόλου ἡττήθη ὁ ἄνθρωπος· οὐ γὰρ ἔφερεν ὁ φθονερὸς καὶ μισόκαλος δαίμων αὐτὸς διὰ τὴν ἔπαρσιν κάτω γενόμενος ἡμᾶς τῶν ἄνω τυχεῖν, ὅθεν καὶ θεότητος ἐλπίδι ὁ ψεύστης δελεάζει τὸν ἄθλιον καὶ πρὸς τὸ ἴδιον τῆς ἐπάρσεως ὕψος ἀναγαγὼν πρὸς τὸ ὅμοιον καταφέρει τῆς πτώσεως βάραθρον. 45 Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι' ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίασ Ταύτῃ τοίνυν τῇ προσβολῇ τοῦ ἀρχεκάκου δαίμονος δελεασθέντα τὸν ἄνθρωπον καὶ τὴν τοῦ δημιουργοῦ ἐντολὴν οὐ φυλάξαντα καὶ γυμνωθέντα τῆς χάριτος καὶ τὴν πρὸς θεὸν παρρησίαν ἀπεκδυσάμενον καὶ σκεπασθέντα τῇ τοῦ μοχθηροῦ βίου τραχύτητι (τοῦτο γὰρ τὰ φύλλα τῆς συκῆς) καὶ περιβληθέντα τὴν νέκρωσιν ἤτοι τὴν θνητότητα καὶ παχύτητα τῆς σαρκός (τοῦτο γὰρ ἡ τῶν νεκρῶν δερμάτων ἀμφίασις) καὶ τοῦ παραδείσου κατὰ τὴν τοῦ θεοῦ δικαιοκρισίαν γεγονότα ἐξόριστον καὶ θανάτῳ κατάκριτον καὶ φθορᾷ ὑποχείριον οὐ παρεῖδεν ὁ συμπαθὴς ὁ τὸ εἶναι δοὺς καὶ τὸ εὖ εἶναι χαρισάμενος, ἀλλὰ πολλοῖς πρότερον παιδαγωγή σας καὶ πρὸς ἐπιστροφὴν καλέσας στόνῳ καὶ τρόμῳ, ὕδατος κατακλυσμῷ καὶ παντὸς τοῦ γένους μικροῦ δεῖν πανωλεθρίᾳ, συγχύσει καὶ διαιρέσει γλωσσῶν, ἀγγέλων ἐπιστασίᾳ, πόλεων ἐμπρησμῷ, τυπικαῖς θεοφανείαις, πολέμοις, νίκαις, ἥτταις, σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, νόμῳ, προφήταις, δι' ὧν τὸ σπουδαζόμενον ἦν ἡ τῆς ἁμαρτίας ἀναίρεσις πολυσχεδῶς χεθείσης καὶ καταδουλωσαμένης τὸν ἄνθρωπον καὶ πᾶν εἶδος κακίας ἐπισωρευσάσης τῷ βίῳ καὶ ἡ πρὸς τὸ εὖ εἶναι τοῦ ἀνθρώπου ἐπάνοδος. Ἐπειδὴ δι' ἁμαρτίας ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν ὥσπερ τι θηρίον ἄγριον καὶ ἀνήμερον τὸν ἀνθρώπινον λυμαινόμενος βίον, ἔδει δὲ τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον, ἔτι δὲ νευρωθῆναι καὶ ἀνακαινισθῆναι τὴν φύσιν καὶ ἔργῳ παιδαγωγηθῆναι καὶ διδαχθῆναι ἀρετῆς ὁδὸν τῆς μὲν φθορᾶς ἀπάγουσαν, πρὸς δὲ τὴν ζωὴν ποδηγοῦσαν τὴν αἰώνιον· τέλος τὸ μέγα περὶ αὐτὸν τῆς φιλανθρωπίας ἐνδείκνυται πέλαγος· αὐτὸς γὰρ ὁ δημιουργός τε καὶ κύριος τὴν ὑπὲρ τοῦ οἰκείου πλάσματος ἀναδέχεται πάλην καὶ ἔργῳ διδάσκαλος γίνεται· καὶ ἐπειδὴ θεότητος ἐλπίδι ὁ ἐχθρὸς δελεάζει τὸν ἄνθρωπον, σαρκὸς προβλήματι δελεάζεται καὶ δείκνυται ἅμα τὸ ἀγαθὸν καὶ τὸ σοφόν, τὸ δίκαιόν τε καὶ τὸ δυνατὸν τοῦ θεοῦ· τὸ μὲν ἀγαθόν, ὅτι οὐ παρεῖδε τοῦ οἰκείου πλάσματος τὴν ἀσθένειαν, ἀλλ' ἐσπλαγχνίσθη ἐπ' αὐτῷ πεσόντι καὶ χεῖρα ὤρεξε· τὸ δίκαιον, ὅτι ἀνθρώπου ἡττηθέντος οὐχ ἕτερον ποιεῖ νικῆσαι τὸν τύραννον οὐδὲ βίᾳ ἐξαρπάζει τοῦ θανάτου τὸν ἄνθρωπον, ἀλλ' ὃν πάλαι διὰ τῆς ἁμαρτίας καταδουλοῦται ὁ θάνατος, τοῦτον ὁ ἀγαθὸς καὶ δίκαιος νικητὴν πάλιν πεποίηκε καὶ τῷ ὁμοίῳ τὸν ὅμοιον ἀνεσώσατο, ὅπερ ἄπορον ἦν· τὸ δὲ σοφόν, ὅτι εὗρε τοῦ ἀπόρου λύσιν εὐπρεπεστάτην· εὐδοκίᾳ γὰρ τοῦ θεοῦ καὶ πατρὸς ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ ὁμοούσιος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν καὶ πατέρα ὢν καὶ θεὸς ὤν, ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων κλίνας οὐρανοὺς κατέρχεται, τουτέστιν τὸ ἀταπείνωτον αὐτοῦ ὕψος ἀταπεινώτως ταπεινώσας συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστόν τε καὶ ἀκατάληπτον (τοῦτο γὰρ δηλοῖ ἡ κατάβασις) καὶ θεὸς ὢν τέλειος ἄνθρωπος τέλειος γίνεται καὶ ἐπιτελεῖται τὸ πάντων καινῶν καινότατον, τὸ μόνον καινὸν ὑπὸ τὸν ἥλιον, δι' οὗ ἡ ἄπειρος τοῦ θεοῦ ἐμφανίζεται δύναμις. Τί γὰρ μεῖζον τοῦ γενέσθαι τὸν θεὸν ἄνθρωπον; Καὶ ὁ λόγος σὰρξ ἀτρέπτως ἐγένετο ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων χρηματίζει ὁ μόνος φιλάνθρωπος, οὐκ ἐκ θελήματος ἢ ἐπιθυμίας ἢ συναφείας ἀνδρὸς ἢ γεννήσεως ἐνηδόνου ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς παρθένου συλληφθείς, ἀλλ' ἐκ πνεύματος ἁγίου καὶ τῆς πρώτης τοῦ Ἀδὰμ γενέσεως· καὶ γίνεται ὑπήκοος τῷ πατρὶ τῷ καθ' ἡμᾶς καὶ ἐξ ἡμῶν προσλήμματι τὴν ἡμετέραν παρακοὴν ἰώμενος καὶ ὑπογραμμὸς ἡμῖν ὑπακοῆς γινόμενος, ἧς ἐκτὸς οὐκ ἔστι σωτηρίας τυχεῖν. 46 Περὶ τοῦ τρόπου τῆς συλλήψεως τοῦ θεοῦ λόγου καὶ τῆς θείας αὐτοῦ σαρκώσεωσ Ἄγγελος γὰρ κυρίου ἀπεστάλη πρὸς τὴν ἁγίαν παρθένον ἐκ δαυιτικοῦ φύλου καταγομένην· «πρόδηλον γὰρ ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος», «ἐξ ἧς φυλῆς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ», ὡς ὁ θεῖος ἔφη ἀπόστολος· περὶ οὗ ὕστερον ἐροῦμεν ἀκριβέστερον. Ἣν εὐαγγελιζόμενος ἔλεγε· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Ἡ δὲ διεταράχθη ἐπὶ τῷ λόγῳ» καί φησι πρὸς αὐτὴν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ κυρίῳ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ὅθεν τὸ «Ἰησοῦς» σωτὴρ ἑρμηνεύεται. Τῆς δὲ διαπορούσης· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Πάλιν φησὶ πρὸς αὐτὴν ὁ ἄγγελος· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». Ἡ δὲ πρὸς αὐτόν· «Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου». Μετὰ οὖν τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ' αὐτὴν κατὰ τὸν τοῦ κυρίου λόγον, ὃν εἶπεν ὁ ἄγγελος, καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ λόγου θεότητος παρέχον, ἅμα δὲ καὶ γεννητικήν. Καὶ τότε ἐπεσκίασεν ἐπ' αὐτὴν ἡ τοῦ θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ υἱὸς τοῦ θεοῦ ὁ τῷ πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καὶ καθαρωτάτων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, οὐ σπερματικῶς ἀλλὰ δη μιουργικῶς διὰ τοῦ ἁγίου πνεύματος, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ' ὑφ' ἓν τελειωθέντος. Αὐτὸς ὁ τοῦ θεοῦ λόγος χρηματίσας τῇ σαρκὶ ὑπόστασις· οὐ γὰρ προϋποστάσῃ καθ' ἑαυτὴν σαρκὶ ἡνώθη ὁ θεὸς λόγος, ἀλλ' ἐνοικήσας τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἀπεριγράπτως ἐν τῇ ἑαυτοῦ ὑποστάσει ἐκ τῶν ἁγνῶν τῆς παρθένου αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑπεστήσατο ἀπαρχὴν προσλαβόμενος τοῦ ἀνθρωπίνου φυράματος, αὐτὸς ὁ λόγος γενόμενος τῇ σαρκὶ ὑπόστασις. Ὥστε ἅμα σάρξ, ἅμα θεοῦ λόγου σάρξ, ἅμα σὰρξ ἔμψυχος λογική τε καὶ νοερά, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική τε καὶ νοερά. Διὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα λέγομεν, ἀλλὰ θεὸν ἐνανθρωπήσαντα· ὢν γὰρ φύσει τέλειος θεὸς γέγονε φύσει τέλειος ἄνθρωπος ὁ αὐτὸς οὐ τραπεὶς τὴν φύσιν οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ τῆς ἁγίας παρθένου ληφθείσῃ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένῃ σαρκὶ καὶ ἐν αὐτῷ τὸ εἶναι λαχούσῃ ἑνωθεὶς καθ' ὑπόστασιν ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως, μὴ μεταβαλὼν τὴν τῆς θεότητος αὐτοῦ φύσιν εἰς τὴν τῆς σαρκὸς οὐσίαν μήτε μὴν τὴν οὐσίαν τῆς σαρκὸς αὐτοῦ εἰς τὴν φύσιν τῆς αὐτοῦ θεότητος οὐδὲ ἐκ τῆς θείας αὐτοῦ φύσεως καί, ἧς προσελάβετο ἀνθρωπίνης φύσεως, μίαν φύσιν ἀποτελέσας σύνθετον.

Intertext edge

Open linked passage

Note