Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
47.1.1
Περὶ τῶν δύο φύσεων Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν ἀλλήλαις αἱ φύσεις μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς θεότητος φύσιν ἢ εἰς ἀνυπαρξίαν χωρησάσης μήτε ἐκ τῶν δύο μιᾶς γεγενημένης συνθέτου φύσεως· ἡ γὰρ σύνθετος φύσις οὐδ' ὁποτέρας τῶν, ἐξ ὧν συνετέθη, φύσεων ὁμοούσιος ὑπάρχειν δύναται ἐξ ἑτέρων ἀποτελεσθεῖσα ἕτερον. Οἷον τὸ σῶμα τὸ ἐκ τῶν τεσσάρων στοιχείων συντεθειμένον οὐδὲ τῷ πυρὶ λέγεται ὁμοούσιον οὔτε πῦρ ὀνομάζεται οὔτε ἀὴρ λέγεται οὔτε ὕδωρ οὔτε γῆ οὐδέ τινι τούτων ἐστὶν ὁμοούσιον. Εἰ τοίνυν κατὰ τοὺς αἱρετικοὺς μιᾶς συνθέτου φύσεως ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ἐχρημάτισεν, ἐξ ἁπλῆς φύσεως ἐτράπη εἰς σύνθεσιν καὶ οὔτε τῷ πατρὶ ἁπλῆς φύσεως ὄντι ἐστὶν ὁμοούσιος οὔτε τῇ μητρί (οὐ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος αὕτη συντέθειται) οὔτε μὴν ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι, οὔτε δὲ θεὸς ὀνομασθήσεται οὐδὲ ἄνθρωπος, ἀλλὰ Χριστὸς μόνον. Καὶ ἔσται τὸ Χριστὸς οὐ τῆς ὑποστάσεως αὐτοῦ ὄνομα, ἀλλὰ τῆς μιᾶς κατ' αὐτοὺς φύσεως. Ἡμεῖς δὲ οὐ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν δογματίζομεν οὐδὲ ἐξ ἑτέρων ἕτερον ὥσπερ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἢ ὡς ἐκ τεσσάρων στοιχείων σῶμα, ἀλλ' ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος μὲν γὰρ καὶ ἀνθρωπότητος θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν καὶ εἶναι καὶ λέγεσθαι ἐκ δύο τε καὶ ἐν δυσὶ φύσεσιν ὁμολογοῦμεν. Τὸ δὲ Χριστὸς ὄνομα τῆς ὑποστάσεως λέγομεν, οὐ μονοτρόπως λεγόμενον, ἀλλὰ τῶν δύο φύσεων ὑπάρχον σημαντικόν· αὐτὸς γὰρ ἑαυτὸν ἔχρισε, χρίων μὲν ὡς θεὸς τὸ σῶμα τῇ θεότητι αὐτοῦ, χριόμενος δὲ ὡς ἄνθρωπος· αὐτὸς γάρ ἐστι τοῦτο κἀκεῖνο. Χρίσις δὲ ἡ θεότης τῆς ἀνθρωπότητος. Εἰ γὰρ μιᾶς φύσεως συνθέτου ὢν ὁ Χριστὸς ὁμοούσιός ἐστι τῷ πατρί, ἔσται ἄρα καὶ ὁ πατὴρ σύνθετος καὶ τῇ σαρκὶ ὁμοούσιος, ὅπερ ἄτοπον καὶ πάσης βλασφημίας ἀνάπλεον. Πῶς δὲ καὶ μία φύσις τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ γενήσεται; Πῶς γὰρ δυνατὸν τὴν αὐτὴν φύσιν κατὰ ταὐτὸν κτιστὴν εἶναι καὶ ἄκτιστον, θνητὴν καὶ ἀθάνατον, περιγραπτὴν καὶ ἀπερίγραπτον; Εἰ δὲ καὶ μιᾶς λέγοντες τὸν Χριστὸν φύσεως ἁπλῆν ταύτην εἴποιεν, ἢ γυμνὸν αὐτὸν θεὸν ὁμολογήσουσι καὶ φαντασίαν εἰσάξουσιν τὴν ἐνανθρώπησιν ἢ ψιλὸν ἄνθρωπον κατὰ Νεστόριον. Καὶ ποῦ τὸ τέλειον ἐν θεότητι καὶ τὸ ἐν ἀνθρωπότητι τέλειον; Πότε δὲ καὶ δύο τὸν Χριστὸν λέξουσι φύσεων μιᾶς συνθέτου φύσεως αὐτὸν μετὰ τὴν ἕνωσιν λέγοντες; Ὅτι γὰρ μιᾶς ὁ Χριστὸς φύσεως πρὸ τῆς ἑνώσεως, παντί που δῆλον. Ἀλλὰ τοῦτό ἐστι τὸ ποιοῦν τοῖς αἱρετικοῖς τὴν πλάνην, τὸ ταὐτὸν λέγειν τὴν φύσιν καὶ τὴν ὑπόστασιν. Ἐπειδὴ δὲ μίαν τῶν ἀνθρώπων φύσιν φαμέν, ἰστέον, ὡς οὐκ ἀφορῶντες εἰς τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος λόγον τοῦτο λέγομεν· ἀδύνατον γὰρ μιᾶς φύσεως λέγειν τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς ἄλληλα συγκρινόμενα. Ἀλλ' ἐπειδὴ πλεῖσται ὑποστάσεις τῶν ἀνθρώπων εἰσί, πάντες δὲ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς φύσεως (πάντες γὰρ ἐκ ψυχῆς εἰσι συντεθειμένοι καὶ σώματος καὶ πάντες τῆς φύσεως τῆς ψυχῆς μετειλήφασι καὶ τὴν οὐσίαν τοῦ σώματος κέκτηνται) τὸ κοινὸν εἶδος τῶν πλείστων καὶ διαφόρων ὑποστάσεων μίαν φύσιν φαμέν, ἑκάστης δηλαδὴ ὑποστάσεως δύο φύσεις ἐχούσης καὶ ἐν δυσὶ τελούσης ταῖς φύσεσι, ψυχῆς λέγω καὶ σώματος. Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἔστι κοινὸν εἶδος λαβεῖν· οὔτε γὰρ ἐγένετο οὐδὲ ἔστιν οὔτε ποτὲ γενήσεται ἄλλος Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἐν θεότητι καὶ ἀνθρωπότητι θεὸς τέλειος ὁ αὐτὸς καὶ ἄνθρωπος τέλειος. Ἐντεῦθεν οὐκ ἔστιν εἰπεῖν μίαν φύσιν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ δὴ ἐκ δύο φύσεων τελείων, θείας τε καὶ ἀνθρωπίνης, φαμὲν γεγενῆσθαι τὴν ἕνωσιν οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ ἀνάκρασιν, ὡς ὁ θεήλατος ἔφη Διόσκορος Σευῆρός τε καὶ ἡ τούτων ἐναγὴς συμμορία, οὐδὲ προσωπικὴν ἢ σχετικὴν ἢ κατ' ἀξίαν ἢ ταυτοβουλίαν ἢ ὁμοτιμίαν ἢ ὁμωνυμίαν ἢ εὐδοκίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος Διόδωρός τε καὶ ὁ Μομψουεστίας Θεόδωρος καὶ ἡ τούτων δαιμονιώδης ὁμήγυρις, ἀλλὰ κατὰ σύνθεσιν ἤτοι καθ' ὑπόστασιν ἀτρέπτως καὶ ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως καὶ ἀδιασπάστως καὶ ἐν δυσὶ φύσεσι τελείως ἐχούσαις μίαν ὑπόστασιν ὁμολογοῦμεν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ σεσαρκωμένου, τὴν αὐτὴν ὑπόστασιν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τὰς δύο φύσεις ὁμολογοῦντες σῴζεσθαι ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν, οὐκ ἰδίᾳ καὶ ἀναμέρος τιθέντες ἑκάστην, ἀλλ' ἡνωμένας ἀλλήλαις ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει. Οὐσιώδη γάρ φαμεν τὴν ἕνωσιν, τουτέστιν ἀληθῆ καὶ οὐ κατὰ φαντασίαν· οὐσιώδη δέ, οὐχ ὡς τῶν δύο φύσεων ἀποτελεσασῶν μίαν σύνθετον φύσιν, ἀλλ' ἑνωθεισῶν ἀλλήλαις κατὰ ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ τὸ θνητὸν ἔμεινε θνητὸν καὶ ἀθάνατον τὸ ἀθάνατον καὶ τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρατον· «Τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν». Οἰκειοῦται δὲ τὰ ἀνθρώπινα ὁ λόγος (αὐτοῦ γάρ εἰσι τὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ὄντα) καὶ μεταδιδοῖ τῇ σαρκὶ τῶν ἰδίων κατὰ τὸν τῆς ἀντιδόσεως τρόπον διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν, καὶ ὅτι εἷς ἦν καὶ ὁ αὐτὸς ὁ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα «ἐνεργῶν ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας». Διὸ δὴ καὶ ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται καίτοι τῆς θείας αὐτοῦ μὴ παθούσης φύσεως, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πρὸ τοῦ πάθους ἐν τῷ οὐρανῷ εἶναι ὡμολόγηται, ὡς αὐτὸς ὁ κύριος ἔφησεν. Εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς κύριος τῆς δόξης ὁ φύσει καὶ ἀληθείᾳ υἱὸς ἀνθρώπου ἤτοι ἄνθρωπος γενόμενος, καὶ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώσκομεν, εἰ καὶ κατ' ἄλλο ἐθαυματούργει καὶ κατ' ἄλλο τὰ πάθη ὁ αὐτὸς ὑπέμεινεν. Ἴσμεν γάρ, ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σῴζεσθαι. Πῶς δὲ σωθείη διαφορὰ μὴ σῳζομένων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; Διαφορὰ γὰρ διαφερόντων ἐστὶ διαφορά. Τῷ μὲν οὖν λόγῳ, ᾧ διαφέρουσιν ἀλλήλων αἱ φύσεις τοῦ Χριστοῦ τουτέστι τῷ λόγῳ τῆς οὐσίας, φαμὲν συνάπτεσθαι αὐτὸν τοῖς ἄκροις, κατὰ μὲν τὴν θεότητα τῷ τε πατρὶ καὶ τῷ πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ ἡμῖν· ὁμοούσιος γάρ ἐστιν ὁ αὐτός, κατὰ μὲν τὴν θεότητα τῷ τε πατρὶ καὶ τῷ πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ πᾶσι τοῖς ἀνθρώποις. Ὧι δὲ λόγῳ συνάπτονται αἱ φύσεις αὐτοῦ, διαφέρειν αὐτόν φαμεν τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος, τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων· συνάπτονται γὰρ αἱ φύσεις αὐτοῦ τῇ ὑποστάσει μίαν ὑπόστασιν σύνθετον ἔχουσαι, καθ' ἣν διαφέρει τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν. Ἀλλὰ καὶ πάσης συνθέτου φύσεως τὰ μέρη ἅμα τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ἔσχηκε πρὸς συμπλήρωσιν τοῦ παντός. Καὶ δυνατὸν τὰ ὁμόχρονα μίαν φύσιν ἀποτελεῖν σύνθετον, τοιοῦτον ὅρον καὶ φυσικὸν νόμον παρὰ τοῦ δημιουργοῦ δεχόμενα, ὥστε φύσεως νόμῳ κατὰ διαδοχὴν ὅμοια ἐξ ὁμοίων γεννᾶσθαι. Ἐπὶ δὲ τοῦ κυρίου τῶν ἑνωθεισῶν φύσεων ἡ μὲν ἄναρχός ἐστι καὶ ἄχρονος, ἡ δὲ ἠργμένη καὶ ὑπὸ χρόνον· καὶ οὐ γέγονεν εἶδος πρὸς συμπλήρωσιν τοῦ παντός (ἐπεὶ οὐ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ) οὔτε δύο φυσικῶς ἡνώθησαν, ἀλλὰ παραδόξως καὶ ὑπερφυῶς. Τὰ δὲ παράδοξα καὶ ὑπερφυῆ οὐ φύσιν ἀποτελεῖ· οὐ γάρ φαμεν βάτου φύσιν προσομιλοῦσαν πυρὶ καὶ μὴ φλεγομένην οὐδὲ φύσιν ἀνθρώπου μεταρσίου γενομένου ὡς (ὡς] ὢν ν) εἰς τὸν οὐρανὸν οὔτε φύσιν σώματος ἀνθρωπείου δροσιζομένην ἐν πυρί, ἀλλὰ παράδοξα ταῦτά φαμεν περὶ μίαν ὑπόστασιν. Οὕτω καὶ τὴν σάρκωσιν τοῦ κυρίου ἐν μιᾷ ὑποστάσει τῶν τῆς θεότητος ὑποστάσεων οὐ νόμῳ φύσεως, ἀλλ' ὑπερφυεῖ οἰκονομίᾳ τὴν ἕνωσιν τῶν φύσεων γεγενῆσθαί φαμεν καὶ οὔτε ὑπὸ φύσεως ὅρον, ὥστε ἀπὸ Χριστοῦ Χριστὸν γεννᾶσθαι καὶ εἶδος ἀποτελεῖσθαι Χριστῶν περιεκτικὸν πολλῶν ὑποστάσεων, ἀλλὰ μίαν ὑπόστασιν σύνθετον ἐκ δύο φύσεων καὶ ἐν δύο φύσεσι καὶ δύο φύσεις, ἑκάστης φύσεως καὶ μετὰ τὴν ἕνωσιν φυλαττούσης τὸν οἰκεῖον ὅρον τε καὶ νόμον καὶ τὴν πρὸς ἄλληλα διαφοράν. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου, καθὸ μὲν θεωρεῖται πρὸς ἄλληλα διαφορὰ ψυχῆς τε καὶ σώματος, δύο φύσεις φαμέν· καθὸ δὲ οὐ θεωρεῖται φυσικὴ διαφορὰ ὑποστάσεων ἐξ ὑποστάσεως μιᾶς, καὶ μιᾶς μὲν φύσεως λέγονται τὰ καθ' ὑπόστασιν διαφέροντα ὁμοειδῆ, μιᾶς δὲ ὑποστάσεως τὰ κατ' οὐσίαν διαφέροντα καὶ καθ' ὑπόστασιν ἡνωμένα. Αἱ οὖν ἑτεροειδεῖς ὑποστάσεις οὐχ ὑποστατικῶς συγκρίνονται ἢ διακρίνονται, ἀλλὰ φυσικῶς· καὶ αἱ ὁμοειδεῖς ὑποστάσεις οὐ φυσικῶς συγκρίνονται ἢ διακρίνονται. Καὶ ὥσπερ ἀδύνατον τὰ ὑποστατικῇ διαφορᾷ διαφέροντα μιᾶς εἶναι ὑποστάσεως, οὕτως ἀδύνατον τὰ φυσικῇ διαφορᾷ (φυσικὰ διάφορα ν) διαφέροντα μιᾶς εἶναι φύσεως. 48 Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεωσ Ὅτι μὲν οὖν ἕτερόν ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις, πλειστάκις εἰρήκαμεν, καὶ ὅτι ἡ μὲν οὐσία τὸ κοινὸν καὶ περιεκτικὸν εἶδος τῶν ὁμοειδῶν ὑποστάσεων σημαίνει οἷον θεός, ἄνθρωπος, ἡ δὲ ὑπόστασις ἄτομον δηλοῖ ἤτοι πατέρα, υἱόν, πνεῦμα ἅγιον, Πέτρον, Παῦλον. Ἰστέον τοίνυν, ὅτι τὸ μὲν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὄνομα τῶν οὐσιῶν ἤτοι φύσεών ἐστι παραστατικόν, τὸ δὲ θεὸς καὶ ἄνθρωπος καὶ ἐπὶ τῆς φύσεως τάττεται, ὁπόταν λέγωμεν· Θεός ἐστιν ἀκατάληπτος οὐσία, καὶ ὅτι εἷς ἐστι θεός· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ὑποστάσεων ὡς τοῦ μερικωτέρου δεχομένου τὸ τοῦ καθολικωτέρου ὄνομα, ὡς ὅταν φησὶν ἡ γραφή· «Διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου» (ἰδοὺ γὰρ τὸν πατέρα καὶ τὸν υἱὸν ἐδήλωσε), καὶ ὡς ὅταν λέγῃ· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι» (τὸν γὰρ Ἰὼβ μόνον ἐδήλωσεν). Ἐπὶ οὖν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο μὲν τὰς φύσεις γινώσκομεν, μίαν δὲ τὴν ὑπόστασιν ἐξ ἀμφοτέρων σύνθετον, ὅτε μὲν τὰς φύσεις ἀναθεωροῦμεν, θεότητα καὶ ἀνθρωπότητα καλοῦμεν, ὅτε δὲ τὴν ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν, ποτὲ μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν καὶ θεὸν καὶ ἄνθρωπον κατ' αὐτὸ καὶ θεὸν σεσαρκωμένον, ποτὲ δὲ ἐξ ἑνὸς τῶν μερῶν θεὸν μόνον καὶ υἱὸν θεοῦ καὶ ἄνθρωπον μόνον καὶ υἱὸν ἀνθρώπου, καὶ ποτὲ μὲν ἐκ τῶν ὑψηλῶν μόνον, ποτὲ δὲ ἐκ τῶν ταπεινῶν μόνον· εἷς γάρ ἐστιν ὁ κἀκεῖνο καὶ τοῦτο ὁμοίως ὑπάρχων, τὸ μὲν ὢν ἀεὶ ἀναιτίως ἐκ πατρός, τὸ δὲ γενόμενος ὕστερον διὰ φιλανθρωπίαν. Θεότητα μὲν οὖν λέγοντες οὐ κατονομάζομεν αὐτῆς τὰ τῆς ἀνθρωπότητος ἰδιώματα (οὐ γάρ φαμεν θεότητα παθητὴν ἢ κτιστήν) οὔτε δὲ τῆς σαρκὸς ἤτοι τῆς ἀνθρωπότητος κατηγοροῦμεν τὰ τῆς θεότητος ἰδιώματα (οὐ γάρ φαμεν σάρκα ἤτοι ἀνθρωπότητα ἄκτιστον). Ἐπὶ δὲ τῆς ὑποστάσεως, κἂν ἐκ τοῦ συναμφοτέρου, κἂν ἐξ ἑνὸς τῶν μερῶν ταύτην ὀνομάσωμεν, ἀμφοτέρων τῶν φύσεων τὰ ἰδιώματα αὐτῇ ἐπιτίθεμεν. Καὶ γὰρ ὁ Χριστός, ὅπερ ἐστὶ τὸ συναμφότερον, καὶ θεὸς καὶ ἄνθρωπος λέγεται καὶ κτιστὸς καὶ ἄκτιστος καὶ παθητὸς καὶ ἀπαθής. Καὶ ὅταν ἐξ ἑνὸς τῶν μερῶν καὶ υἱὸς θεοῦ καὶ θεὸς ὀνομάζηται, δέχεται τὰ τῆς συνυφεστηκυίας φύσεως ἰδιώματα ἤτοι τῆς σαρκός, θεὸς παθητὸς ὀνομαζόμενος καὶ κύριος τῆς δόξης ἐσταυρωμένος, οὐ καθὸ θεὸς ἀλλὰ καθὸ καὶ ἄνθρωπος ὁ αὐτός· καὶ ὅταν ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου ὀνομάζηται, δέχεται τὰ τῆς θείας οὐσίας ἰδιώματα καὶ αὐχήματα παιδίον προαιώνιον καὶ ἄνθρωπος ἄναρχος, οὐ καθὸ παιδίον καὶ ἄνθρωπος, ἀλλὰ καθὸ θεὸς ὢν προαιώνιος γέγονεν ἐπ' ἐσχάτων παιδίον. Καὶ οὗτός ἐστιν ὁ τρόπος τῆς ἀντιδόσεως ἑκατέρας φύσεως ἀντιδιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια διὰ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνά μεθα εἰπεῖν περὶ Χριστοῦ· «Οὗτος ὁ θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη», καί· Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος. 49 Περὶ ἀριθμοῦ τῶν φύσεων Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ διαφορὰν τῶν ὑποστάσεων ἐν μόναις ταῖς τρισὶν ἰδιότησι, τῇ ἀναιτίῳ καὶ πατρικῇ καὶ τῇ αἰτιατῇ καὶ υἱϊκῇ καὶ ἐκπορευτῇ ἐπιγινώσκομεν· ἀνεκφοιτήτους δὲ αὐτὰς καὶ ἀδιαστάτους ἀλλήλων καὶ ἡνωμένας καὶ ἐν ἀλλήλαις ἀσυγχύτως περιχωρούσας ἐπιστάμεθα, καὶ ἡνωμένας μὲν ἀσυγχύτως (τρεῖς γάρ εἰσιν, εἰ καὶ ἥνωνται), διαιρουμένας δὲ ἀδιαστάτως. Εἰ γὰρ καὶ ἑκάστη καθ' ἑαυτὴν ὑφέστηκεν ἤγουν τελεία ἐστὶν ὑπόστασις καὶ τὴν οἰκείαν ἰδιότητα ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον διάφορον κέκτηται, ἀλλ' ἥνωνται τῇ τε οὐσίᾳ καὶ τοῖς φυσικοῖς ἰδιώμασι καὶ τῷ μὴ διίστασθαι μηδὲ ἐκφοιτᾶν τῆς πατρικῆς ὑποστάσεως καὶ εἷς θεός εἰσί τε καὶ λέγονται. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς θείας καὶ ἀπορρήτου καὶ πάντα νοῦν καὶ κατάληψιν ὑπερεχούσης οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου κυρίου τε ἡμῶν Ἰησοῦ Χριστοῦ δύο μὲν φύσεις ὁμολογοῦμεν, θείαν τε καὶ ἀνθρωπίνην, συνεληλυθυίας ἀλλήλαις καὶ καθ' ὑπόστασιν ἑνωθείσας, μίαν δὲ ὑπόστασιν ἐκ τῶν δύο φύσεων ἀποτελεσθεῖσαν σύνθετον. Σῴζεσθαι δέ φαμεν τὰς δύο φύσεις καὶ μετὰ τὴν ἕνωσιν ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει ἤγουν ἐν τῷ ἑνὶ Χριστῷ καὶ κατὰ ἀλήθειαν αὐτὰς εἶναι καὶ τὰ τούτων φυσικὰ ἰδιώματα, ἡνωμένας μέντοι ἀσυγχύτως καὶ ἀδιαιρέτως διαφερούσας τε καὶ ἀριθμουμένας. Καὶ ὥσπερ αἱ τρεῖς ὑποστάσεις τῆς ἁγίας τριάδος ἀσυγχύτως ἥνωνται καὶ ἀδιαστάτως διῄρηνται καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς διαίρεσιν ἢ διάστασιν ἢ ἀλλοτρίωσιν καὶ διατομὴν ἐν αὐταῖς οὐκ ἐργάζεται (ἕνα γὰρ θεὸν ἐπιγινώσκομεν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον), τὸν αὐτὸν τρόπον καὶ αἱ τοῦ Χριστοῦ φύσεις, εἰ καὶ ἥνωνται, ἀλλ' ἀσυγχύτως ἥνωνται, καὶ εἰ ἐν ἀλλήλαις περιχωροῦσιν, ἀλλὰ τὴν εἰς ἀλλήλας τροπήν τε καὶ μεταβολὴν οὐ προσίενται· φυλάττει γὰρ ἑκατέρα φύσις τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα ἀμετάβλητον. Διὸ καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς οὐκ εἰσάγει διαίρεσιν. Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἐν θεότητι καὶ ἀνθρωπότητι τέλειος· ὁ γὰρ ἀριθμὸς οὐ διαιρέσεως ἢ ἑνώσεως αἴτιος πέφυκεν, ἀλλὰ τῆς ποσότητος τῶν ἀριθμουμένων σημαντικός, εἴτε ἡνωμένων εἴτε διῃρημένων· ἡνωμένων μέν, ὅτι πεντήκοντα λίθους ἔχει ὁ τοῖχος οὗτος, διῃρημένων δέ, ὅτι πεντήκοντα λίθοι κεῖνται ἐν τῷ πεδίῳ τούτῳ· καὶ ἡνωμένων μέν, ὅτι δύο φύσεις εἰσὶν ἐν τῷ ἄνθρακι, πυρὸς λέγω καὶ ξύλου, διῃρημένων δέ, ὅτι ἡ φύσις τοῦ πυρὸς ἑτέρα ἐστὶ καὶ ἡ τοῦ ξύλου ἑτέρα, ἄλλου τρόπου ἑνοῦντος καὶ διαιροῦντος αὐτὰ καὶ οὐ τοῦ ἀριθμοῦ. Ὥσπερ τοίνυν ἀδύνατον τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος, εἰ καὶ ἥνωνται ἀλλήλαις, μίαν ὑπόστασιν εἰπεῖν διὰ τὸ μὴ σύγχυσιν καὶ ἀφανισμὸν τῆς τῶν ὑποστάσεων διαφορᾶς ἐργάσασθαι, οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ τὰς καθ' ὑπόστασιν ἡνωμένας ἀδύνατον μίαν φύσιν εἰπεῖν, ἵνα μὴ ἀφανισμὸν καὶ σύγχυσιν καὶ ἀνυπαρξίαν τῆς αὐτῶν διαφορᾶς ἐργασώμεθα. 50 Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεως ἔχει, μέρος δὲ οὐκ ἔχει, ἀλλὰ μερικὸν τῷ ἀριθμῷ ὡς ἄτομον· ἀριθμῷ γὰρ καὶ οὐ φύσει διαφέρειν λέγονται αἱ ὑποστάσεις. Κατηγορεῖται δὲ ἡ οὐσία τῆς ὑποστάσεως, διότι ἐν ἑκάστῃ τῶν ὁμοειδῶν ὑποστάσεων τελεία ἡ οὐσία ἐστί. Διὸ οὐδὲ διαφέρουσιν ἀλλήλων αἱ ὑποστάσεις κατ' οὐσίαν, ἀλλὰ κατὰ συμβεβηκότα, ἅτινά εἰσι τὰ χαρακτηριστικὰ ἰδιώματα, χαρακτηριστικὰ δὲ ὑποστάσεως καὶ οὐ φύσεως· καὶ γὰρ τὴν ὑπόστασιν ὁρίζονται οὐσίαν μετὰ συμβεβηκότων. Ὥστε τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος ἔχει ἡ ὑπόστασις· ἡ οὐσία δέ, καθ' ἑαυτὴν οὐχ ὑφίσταται, ἀλλ' ἐν ταῖς ὑποστάσεσι θεωρεῖται. Πασχούσης τοίνυν μιᾶς τῶν ὑποστάσεων πᾶσα ἡ οὐσία, καθ' ἣν ἡ ὑπόστασις, πεπονθέναι λέγεται ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων. Οὐ μέντοιγε ἀνάγκη καὶ πάσας τὰς ὁμοειδεῖς ὑποστάσεις συμπάσχειν τῇ πασχούσῃ ὑποστάσει. Οὕτω τοίνυν ὁμολογοῦμεν τὴν τῆς θεότητος φύσιν πᾶσαν τελείως εἶναι ἐν ἑκάστῃ τῶν αὐτῆς ὑποστάσεων, πᾶσαν ἐν πατρί, πᾶσαν ἐν υἱῷ, πᾶσαν ἐν ἁγίῳ πνεύματι. Διὸ καὶ τέλειος θεὸς ὁ πατήρ, τέλειος θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα τὸ ἅγιον. Οὕτω καὶ ἐν τῇ ἐνανθρωπήσει τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου φαμὲν πᾶσαν καὶ τελείαν τὴν φύσιν τῆς θεότητος ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἑνωθῆναι τῇ ἀνθρωπίνη φύσει πάσῃ καὶ οὐ μέρος μέρει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ, καὶ ὁ τούτου φοιτητὴς ὁ θεοφόρος καὶ τὰ θεῖα πολὺς Διονύσιος, «ὅτι ὁλικῶς ἡμῖν ἐν μιᾷ τῶν ἑαυτῆς ἐκοινώνησεν ὑποστάσεων». Οὐ μὴν λέγειν ἀναγκασθησόμεθα, πάσας τὰς ὑποστάσεις τῆς ἁγίας θεότητος ἤτοι τὰς τρεῖς πάσαις ταῖς τῆς ἀνθρωπότητος ὑποστάσεσι καθ' ὑπόστασιν ἡνῶσθαι· κατ' οὐδένα γὰρ κεκοινώνηκε λόγον ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον τῇ σαρκώσει τοῦ θεοῦ λόγου εἰ μὴ κατ' εὐδοκίαν καὶ βούλησιν. Πάσῃ δὲ τῇ ἀνθρωπίνῃ φύσει φαμὲν ἑνωθῆναι πᾶσαν τὴν τῆς θεότητος οὐσίαν. Οὐδὲν γάρ, ὧν ἐνεφύτευσε τῇ ἡμετέρᾳ φύσει ὁ θεὸς λόγος ἀρχῆθεν πλάσας ἡμᾶς, ἐνέλιπεν, ἀλλὰ πάντα ἀνέλαβε, σῶμα, ψυχὴν νοερὰν καὶ λογικὴν καὶ τὰ τούτων ἰδιώματα (τὸ γὰρ ἑνὸς τούτων ἀμοιροῦν ζῷον οὐκ ἄνθρωπος)· ὅλον γὰρ ὅλος ἀνέλαβέ με, καὶ ὅλος ὅλῳ ἡνώθη, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται· «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἥνωται τοίνυν σαρκὶ διὰ μέσου νοῦ ὁ λόγος τοῦ θεοῦ μεσιτεύοντος θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι. Ἡγεμονικὸν μὲν γὰρ ψυχῆς τε καὶ σαρκὸς νοῦς, τῆς ψυχῆς τὸ καθαρώτατον, ἀλλὰ καὶ νοῦ ὁ θεός· καὶ ὅτε μὲν παραχωρεῖται ὑπὸ τοῦ κρείττονος, τὴν οἰκείαν ὁ νοῦς ἡγεμονίαν ἐνδείκνυται. Ἐκνικᾶται δὲ καὶ ἕπεται τῷ κρείττονι καὶ ταῦτα ἐνεργεῖ, ἃ ἡ θεία βούλεται θέλησις. Χωρίον ὁ νοῦς γέγονε τῆς καθ' ὑπόστασιν αὐτῷ ἡνωμένης θεότητος ὥσπερ δηλαδὴ καὶ ἡ σάρξ, οὐ σύνοικος, ὡς ἡ τῶν αἱρετικῶν ἐναγὴς πλανᾶται οἴησις· «οὐ γὰρ ἂν μεδιμναῖον», λέγουσα, «χωρήσει διμέδιμνον». σωματικῶς τὰ ἄυλα κρίνουσα. Πῶς δὲ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὁμοούσιος τῷ τε πατρὶ καὶ ἡμῖν ὁ Χριστὸς λεχθήσεται, εἰ μέρος τῆς θείας φύσεως μέρει τῆς ἀνθρωπίνης ἐν αὐτῷ ἥνωται φύσεως; Λέγομεν δὲ τὴν φύσιν ἡμῶν ἐγηγέρθαι ἐκ τῶν νεκρῶν καὶ ἀνεληλυθέναι καὶ κεκαθικέναι ἐκ δεξιῶν τοῦ πατρός, οὐ καθὸ πᾶσαι αἱ τῶν ἀνθρώπων ὑποστάσεις ἀνέστησαν καὶ ἐκάθισαν ἐκ δεξιῶν τοῦ πατρός, ἀλλὰ πᾶσα ἡ φύσις ἐν τῇ τοῦ Χριστοῦ ὑποστάσει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τῷ Χριστῷ». Καὶ τοῦτο δέ φαμεν, ὅτι ἐκ κοινῶν οὐσιῶν ἡ ἕνωσις γέγονε· πᾶσα γὰρ οὐσία κοινή ἐστι πασῶν τῶν ὑπ' αὐτῆς περιεχομένων ὑποστάσεων, καὶ οὐκ ἔστιν εὑρεῖν μερικὴν καὶ ἰδιάζουσαν φύσιν ἤτοι οὐσίαν, ἐπεὶ ἀνάγκη τὰς αὐτὰς ὑποστάσεις καὶ ὁμοουσίους καὶ ἑτεροουσίους λέγειν καὶ τὴν ἁγίαν τριάδα καὶ ὁμοούσιον καὶ ἑτεροούσιον κατὰ τὴν θεότητα λέγειν. Ἡ αὐτὴ τοίνυν φύσις ἐν ἑκάστῃ τῶν ὑποστάσεων θεωρεῖται. Καὶ ὅτε εἴπωμεν τὴν φύσιν τοῦ λόγου σεσαρκῶσθαι κατὰ τοὺς μακαρίους Ἀθανάσιόν τε καὶ Κύριλλον, τὴν θεότητα λέγομεν ἡνῶσθαι σαρκί. Διὸ οὐ δυνάμεθα εἰπεῖν· Ἡ φύσις τοῦ λόγου ἔπαθεν (οὐ γὰρ ἔπαθεν ἡ θεότης ἐν αὐτῷ), λέγομεν δὲ τὴν ἀνθρωπίνην φύσιν πεπονθέναι ἐν τῷ Χριστῷ, οὐ μὴν δὲ πάσας τὰς ὑποστάσεις τῶν ἀνθρώπων ἐμφαίνοντες, καὶ τῇ ἀνθρωπίνῃ φύσει πεπονθέναι ὁμολογοῦμεν τὸν Χριστόν. Ὥστε φύσιν τοῦ λόγου λέγοντες αὐτὸν τὸν λόγον σημαίνομεν. Ὁ δὲ λόγος καὶ τὸ κοινὸν τῆς οὐσίας κέκτηται καὶ τὸ ἰδιάζον τῆς ὑποστάσεως. 51 Περὶ τῆς μιᾶς τοῦ θεοῦ λόγου συνθέτου ὑποστάσεωσ Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀιδίως φαμὲν τὴν θείαν τοῦ θεοῦ λόγου ὑπόστασιν ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πάντα ἔχουσαν ὅσα ἔχει ὁ πατὴρ ὡς αὐτῷ ὁμοούσιον, τῷ τῆς γεννήσεως τρόπῳ καὶ σχέσει τῆς πατρικῆς ὑποστάσεως διαφέρουσαν, τελείως ἔχουσαν, οὐδέποτε τῆς πατρικῆς ἐκφοιτῶσαν ὑποστάσεως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τῶν πατρικῶν κόλπων οὐκ ἀποστάντα τὸν λόγον (ἀπεριγράπτως γάρ) ἐνῳκηκέναι τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἀσπόρως καὶ ἀπεριλήπτως, ὡς οἶδεν αὐτός, καὶ ἐν αὐτῇ τῇ προαιωνίῳ αὐτοῦ ὑποστάσει ὑποστήσασθαι ἑαυτῷ σάρκα ἐκ τῆς ἁγίας παρθένου. Ἐν πᾶσι μὲν οὖν καὶ ὑπὲρ τὰ πάντα ἦν καὶ ἐν τῇ γαστρὶ ὑπάρχων τῆς ἁγίας θεοτόκου, ἀλλ' ἐν αὐτῇ ἐνεργείᾳ σαρκώσεως. Σεσάρκωται τοίνυν ἐξ αὐτῆς προσλαβόμενος τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ὥστε αὐτὴν χρηματίσαι τῇ σαρκὶ ὑπόστασιν τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν καὶ σύνθετον γενέσθαι τὴν πρότερον ἁπλῆν οὖσαν τοῦ λόγου ὑπόστασιν, σύνθετον δὲ ἐκ δύο τελείων φύσεων θεότητός τε καὶ ἀνθρωπότητος, καὶ φέρειν αὐτὴν τῆς θείας τοῦ θεοῦ λόγου υἱότητος τὸ χαρακτηριστικὸν καὶ ἀφοριστικὸν ἰδίωμα, καθ' ὃ διακέκριται τοῦ πατρὸς καὶ τοῦ πνεύματος, τά τε τῆς σαρκὸς χαρακτηριστικὰ καὶ ἀφοριστικὰ ἰδιώματα, καθ' ἃ διαφέρει τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων, φέρειν δὲ καὶ τὰ τῆς θείας φύσεως ἰδιώματα, καθ' ἃ ἥνωται τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως γνωρίσματα, καθ' ἃ ἥνωται τῇ τε μητρὶ καὶ ἡμῖν. Ἔτι δὲ διαφέρει τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος τῆς τε μητρὸς καὶ ἡμῶν κατὰ τὸ ὑπάρχειν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτόν· τοῦτο γὰρ τῆς τοῦ Χριστοῦ ὑποστάσεως ἰδιαίτατον ἰδίωμα γινώσκομεν. Τοιγαροῦν ὁμολογοῦμεν αὐτὸν ἕνα υἱὸν τοῦ θεοῦ καὶ μετὰ τὴν ἐνανθρώπησιν καὶ υἱὸν ἀνθρώπου τὸν αὐτόν, ἕνα Χριστόν, ἕνα κύριον, τὸν μόνον μονογενῆ υἱὸν καὶ λόγον τοῦ θεοῦ, Ἰησοῦν, τὸν κύριον ἡμῶν. Δύο αὐτοῦ τὰς γεννήσεις σέβοντες, μίαν τὴν ἐκ πατρὸς προαιώνιον ὑπὲρ αἰτίαν καὶ λόγον καὶ χρόνον καὶ φύσιν καὶ μίαν τὴν ἐπ' ἐσχάτων δι' ἡμᾶς καὶ καθ' ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς–» δι' ἡμᾶς» ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν, «καθ' ἡμᾶς» ὅτι γενόμενος ἄνθρωπος ἐκ γυναικὸς καὶ χρόνῳ κυήσεως, «ὑπὲρ ἡμᾶς» ὅτι οὐκ ἐκ σπορᾶς, ἀλλ' ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου ὑπὲρ νόμον κυήσεως–, οὐ θεὸν αὐτὸν μόνον κηρύττοντες γυμνὸν τῆς καθ' ἡμᾶς ἀνθρωπότητος οὐδὲ μὴν ἄνθρωπον μόνον ψιλοῦντες αὐτὸν τῆς θεότητος, οὐκ ἄλλον καὶ ἄλλον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ὁμοῦ θεόν τε καὶ ἄνθρωπον, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον, τὸν αὐτὸν ὅλον θεὸν καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον καὶ μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος, διὰ τοῦ εἰπεῖν «τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον» τὸ πλῆρες καὶ ἀνελλιπὲς δηλοῦντες τῶν φύσεων, διὰ δὲ τοῦ εἰπεῖν «ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον» τὸ μοναδικὸν καὶ ἄτμητον δεικνύντες τῆς ὑποστάσεως. Καὶ «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» ὁμολογοῦμεν διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην» τὴν τῆς σαρκὸς οὐσίαν σημαίνοντες κατὰ τὸν μακάριον Κύριλλον. Καὶ σεσάρκωται τοίνυν ὁ λόγος καὶ τῆς οἰκείας ἀυλό τητος οὐκ ἐξέστηκε καὶ ὅλος σεσάρκωται καὶ ὅλος ἐστὶν ἀπερίγραπτος. Σμικρύνεται σωματικῶς καὶ συστέλλεται καὶ θεϊκῶς ἐστιν ἀπερίγραπτος οὐ συμπαρεκτεινομένης τῆς σαρκὸς αὐτοῦ τῇ ἀπεριγράπτῳ αὐτοῦ θεότητι. Ὅλος μὲν οὖν ἐστι θεὸς τέλειος, οὐχ ὅλον δὲ θεός (οὐ γὰρ μόνον θεός, ἀλλὰ καὶ ἄνθρωπος), καὶ ὅλος ἄνθρωπος τέλειος, οὐχ ὅλον δὲ ἄνθρωπος (οὐ μόνον γὰρ ἄνθρωπος, ἀλλὰ καὶ θεός). Τὸ μὲν «ὅλον» φύσεως ἐστι παραστατικόν, τὸ «ὅλος» δὲ ὑποστάσεως, ὥσπερ τὸ μὲν «ἄλλο» φύσεως, τὸ «ἄλλος» δὲ ὑποστάσεως. Ἰστέον δέ, ὡς, εἰ καὶ περιχωρεῖν ἐν ἀλλήλαις τὰς τοῦ κυρίου φύσεις φαμέν, ἀλλ' οἴδαμεν, ὡς ἐκ τῆς θείας φύσεως ἡ περιχώρησις γέγονεν· αὕτη μὲν γὰρ διὰ πάντων διήκει, καθὼς βούλεται, καὶ περιχωρεῖ, δι' αὐτῆς δὲ οὐδέν. Καὶ αὐτὴ μὲν τῶν οἰκείων αὐχημάτων τῇ σαρκὶ μεταδίδωσι μένουσα αὐτὴ ἀπαθὴς καὶ τῶν τῆς σαρκὸς παθῶν ἀμέτοχος· εἰ γὰρ ὁ ἥλιος ἡμῖν τῶν οἰκείων ἐνεργειῶν μεταδιδοὺς μένει τῶν ἡμετέρων ἀμέτοχος, πόσῳ μᾶλλον ὁ τοῦ ἡλίου ποιητής τε καὶ κύριος. Οὐ γὰρ πέπονθεν σαρκωθείς– πῶς γὰρ ἂν πάθοι τὸ φύσει ἀπαθές;– οὐδὲ ἐτράπη ὁ ἁπλοῦς σύνθετος γενόμενος· ἡ γὰρ τροπὴ πάθος ἐστί, τὸ δὲ ἀπαθὲς πάντως καὶ ἄτρεπτον. Ἐνήργησε τοιγαροῦν σαρκωθείς, οὐκ ἔπαθεν· οὔτε γὰρ ἡ φύσις αὐτοῦ ἡ θεία ἐτράπη ἢ προσθήκην ἐδέξατο, οὐδὲ τὸ τῆς ὑποστάσεως αὐτοῦ ἰδίωμα, τουτέστιν ἡ υἱότης, ἐτράπη· ἔμεινε γὰρ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου γενόμενος. Οὐκ ἔπαθεν οὖν, ἀλλ' ἐνήργησε δημιουργήσας ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ δοὺς αὐτῇ ἑαυτὸν ὑπόστασιν καὶ ἐν ἑαυτῷ αὐτὴν ὑποστήσας.– Ἰστέον γάρ, ὡς ἐπὶ τῆς πυρώσεως δύο χρὴ ἐννοεῖν. Πεπυρῶσθαι γὰρ λέγεται τὸ πυρούμενον καθ' ἕνα μὲν τρόπον, ὅτι ὁ σίδηρος τυχὸν ἢ τὸ ξύλον εἰς πῦρ προϋφεστὼς εἰσερχόμενον λαμβάνει ἐξ αὐτοῦ πῦρ μήπω καθ' αὑτὸ προϋποστὰν καὶ γίνεται αὐτῷ ὑπόστασις (ἐν αὐτῷ γὰρ τῷ ξύλῳ προϋπάρχοντι καὶ προϋφεστῶτι ὑφίσταται τὸ πῦρ, ὃ λαμβάνει ἐκ τοῦ προϋφεστῶτος πυρός) καὶ γίνεται ἡ τοῦ σιδήρου ὑπόστασις καὶ τοῦ ἐν αὐτῷ θεωρουμένου πυρὸς ὑπόστασις μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ πυρός (οὐ γὰρ ὑπέστη καθ' αὑτὸ τὸ ἐν τῷ ξύλῳ πῦρ, ἀλλ' αἰτίαν τῆς ὑποστάσεως καὶ τῆς ἀναμέρος κεχωρισμένης ἐκ τῶν λοιπῶν πυρῶν ὑπάρξεως καὶ συμπήξεως τὸ ξύλον ἔσχε) καὶ ἔστι μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ ὑποστάντος πυρός, προηγουμένως μὲν τοῦ ξύλου, ἑπομένως δὲ τοῦ πυρός· προϋπάρχουσα γὰρ τοῦ ξύλου μετὰ ταῦτα ἐγένετο καὶ τοῦ πυρός. Λέγεται δὲ καὶ καθ' ἕτερον τρόπον πύρωσις ὡς τοῦ πυρουμένου ξύλου δεχομένου τὴν τοῦ πυρὸς ἐνέργειαν· τὸ γὰρ λεπτότερον μεταδίδωσι τῷ παχυτέρῳ τῆς οἰκείας ἐνεργείας. Ἐπὶ μὲν οὖν τῆς πυρώσεως τὸ ξύλον ἐστὶ τὸ πυρούμενον, καὶ λέγεται πύρωσις τοῦ ξύλου καὶ οὐ ξύλωσις τοῦ πυρός· τὸ γὰρ ξύλον προϋπάρχει τε καὶ ὑπόστασις τῷ πυρὶ γίνεται καὶ τὴν τοῦ πυρὸς ἐνέργειαν δέχεται. Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ σάρκωσις μὲν τοῦ λόγου λέγεται ὡς τοῦ λόγου γενομένου τῇ σαρκὶ ὑποστάσεως (προϋπῆρχε γὰρ ἡ ὑπόστασις τοῦ λόγου, καὶ ἐν αὐτῇ ὑπέστη ἡ σάρξ), θέωσις δὲ τῆς σαρκός· αὕτη γὰρ μετέσχε τῶν τῆς θεότητος, καὶ οὐχ ἡ θεότης τῶν αὐτῆς παθῶν· διὰ γὰρ τῆς σαρκὸς ἡ θεότης ἐνήργει ὡς τὸ πῦρ διὰ τοῦ ξύλου, οὐχ ἡ σὰρξ διὰ τοῦ λόγου. Οὐκ ἔπαθε τοίνυν σαρκωθεὶς ὁ λόγος, ἀλλ' ἐνήργησε τὴν σάρκωσιν μεταδοὺς τῇ σαρκὶ τῆς τε ὑποστάσεως καὶ τῆς θεώσεως. Θεώσεως δὲ λέγω οὐχὶ τραπείσης εἰς θεότητος φύσιν, ἀλλὰ τῆς μεθέξεως τῆς ὑπὸ τῶν τῆς θεότητος αὐχημάτων· ἐζωοποίει γὰρ οὐ κατ' οἰκείαν φύσιν, ἀλλὰ τῇ ἑνώσει τῇ πρὸς τὴν θεότητα. Καὶ ἐν Θαβὼρ ἤστραψε καὶ ἀπαστράπτει οὐ διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν τῆς καθ' ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος ἐνέργειαν, ὡς τὸ ξύλον λάμπει καὶ καίει οὐ κατὰ τὴν οἰκείαν φυσικὴν ἐνέργειαν, ἀλλὰ διὰ τὴν τοῦ καθ' ὑπόστασιν ἡνωμένου αὐτῷ πυρὸς τῆς ἐνεργείας μέθεξιν. 52 Πρὸς τοὺς λέγοντας· Ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται αἱ τοῦ κυρίου φύσεις ἢ ὑπὸ τὸ διωρισμένον Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναφέροιντο ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν οὔτε μία ἐπιφάνεια οὔτε μία γραμμή, οὐ χρόνος, οὐ τόπος, ἵνα ὑπὸ τὸ συνεχὲς ἀναχθῶσι ποσόν· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα. Ἰστέον δέ, ὡς ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστὶ καὶ ἀδύνατον ἀριθμεῖσθαι τὰ κατὰ μηδὲν διαφέροντα· καθ' ὃ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται. Οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθ' ὃ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται· τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐ δύνανται λέγεσθαι, καθ' ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστί, καὶ ᾧ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτῳ τῷ τρόπῳ καὶ ἀριθμοῦνται. Ἥνωνται μὲν αἱ τοῦ Χριστοῦ φύσεις ἀσυγχύτως καθ' ὑπόστασιν, διῄρηνται δὲ ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ' ὑπόστασιν δύο εἶναί φαμεν τὰς φύσεις τοῦ Χριστοῦ. Ὧι δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται; δύο γάρ εἰσιν αἱ φύσεις τοῦ Χριστοῦ λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Ἡνωμέναι γὰρ καθ' ὑπόστασιν καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσαι ἀσυγχύτως ἥνωνται, τὴν οἰκείαν ἑκάστη φυσικὴν διαφορὰν διασῴζουσα. Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Εἷς τοίνυν ἐστὶν ὁ Χριστός, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὃν προσκυνοῦμεν σὺν πατρὶ καὶ πνεύματι μιᾷ προσκυνήσει μετὰ τῆς ἀχράντου σαρκὸς αὐτοῦ οὐκ ἀπροσκύνητον τὴν σάρκα λέγοντες (προσκυνεῖται γὰρ ἐν τῇ μιᾷ τοῦ λόγου ὑποστάσει, ἥτις αὐτῇ ὑπόστασις γέγονεν), οὐ τῇ κτίσει λατρεύοντες (οὐ γὰρ ὡς ψιλῇ σαρκὶ προσκυνοῦμεν ἀλλ' ὡς ἡνωμένῃ θεότητι καὶ ὡς εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου τῶν δύο αὐτοῦ ἀναγομένων φύσεων). Δέδοικα τοῦ ἄνθρακος ἅψασθαι διὰ τὸ τῷ ξύλῳ συνημμένον πῦρ. Προσκυνῶ τοῦ Χριστοῦ τὸ συναμφότερον διὰ τὴν τῇ σαρκὶ ἡνωμένην θεότητα· οὐ γὰρ τέταρτον παρεντίθημι πρόσωπον ἐν τῇ τριάδι– μὴ γένοιτο–, ἀλλ' ἓν πρόσωπον ὁμολογῶ τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ. Τριὰς γὰρ ἔμεινεν ἡ τριὰς καὶ μετὰ τὴν τοῦ λόγου σάρκωσιν. 53 Πρὸς τό, εἰ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἀπάντησισ Εἰ γὰρ καὶ μή ἐστι φύσις ἀνυπόστατος ἢ οὐσία ἀπρόσωπος (ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις ἥ τε οὐσία καὶ ἡ φύσις θεωρεῖται), ἀλλ' οὐκ ἀνάγκη τὰς ἀλλήλαις ἑνωθείσας φύσεις καθ' ὑπόστασιν ἑκάστην ἰδίαν κεκτῆσθαι ὑπόστασιν· δύνανται γὰρ εἰς μίαν συνδραμοῦσαι ὑπόστασιν μήτε ἀνυπόστατοι εἶναι μήτε ἰδιάζουσαν ἑκάστῃ ἔχειν ὑπόστασιν, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ἀμφότεραι. Ἡ αὐτὴ γὰρ τοῦ λόγου ὑπόστασις ἀμφοτέρων τῶν φύσεων ὑπόστασις χρηματίσασα οὔτε ἀνυπόστατον μίαν αὐτῶν εἶναι συγχωρεῖ οὔτε μὴν ἑτεροϋποστάτους ἀλλήλων εἶναι παραχωρεῖ, οὐδὲ ποτὲ μὲν τῆσδε ποτὲ δὲ ἐκείνης, ἀλλ' ἀεὶ ἀμφοτέρων ἀδιαιρέτως καὶ ἀχωρίστως ὑπάρχει ὑπόστασις, οὐ μεριζομένη καὶ διαιρουμένη καὶ μέρος μὲν αὑτῆς τῇδε, μέρος δὲ τῇδε διανέμουσα, ἀλλὰ πᾶσα ταύτης καὶ πᾶσα ἐκείνης ἀμερῶς καὶ ὁλοσχερῶς ὑπάρχουσα. Οὐ γὰρ ἰδιοσυστάτως ὑπέστη ἡ τοῦ θεοῦ λόγου σὰρξ οὐδὲ ἑτέρα ὑπόστασις γέγονε παρὰ τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν, ἀλλ' ἐν αὐτῇ ὑποστᾶσα ἐνυπόστατος μᾶλλον καὶ οὐ καθ' αὑτὴν ἰδιοσύστατος ὑπόστασις γέγονε. Διὸ οὐδὲ ἀνυπόστατός ἐστιν οὐδὲ ἑτέραν ἐν τῇ τριάδι παρεισφέρει ὑπόστασιν.