Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.1.1
Περὶ τοῦ τρισαγίου Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην ὑπὸ τοῦ ματαιόφρονος Πέτρου τοῦ κναφέως γεγενημένην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον παρεισάγουσαν πρόσωπον καὶ ἀναμέρος τιθεῖσαν τὸν τοῦ θεοῦ υἱὸν τὴν τοῦ πατρὸς ἐνυπόστατον δύναμιν καὶ ἀναμέρος τὸν ἐσταυρωμένον ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρὸν ἢ παθητὴν τὴν ἁγίαν τριάδα δοξάζουσαν καὶ συσταυροῦσαν τῷ υἱῷ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ἄπαγε ταύτην τὴν βλάσφημον καὶ παρέγγραπτον φλυαρίαν. Ἡμεῖς γὰρ τὸ «ἅγιος ὁ θεὸς» ἐπὶ τοῦ πατρὸς ἐκλαμβάνομεν οὐκ αὐτῷ μόνῳ τὸ τῆς θεότητος ἀφορίζοντες ὄνομα, ἀλλὰ καὶ τὸν υἱὸν θεὸν εἰδότες καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ «ἅγιος ἰσχυρὸς» ἐπὶ τοῦ υἱοῦ τίθεμεν οὐκ ἀπαμφιεννύντες τῆς ἰσχύος τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ «ἅγιος ἀθάνατος» ἐπὶ τοῦ ἁγίου πνεύματος τάττομεν οὐκ ἔξω τῆς ἀθανασίας τιθέντες τὸν πατέρα καὶ τὸν υἱόν, ἀλλ' ἐφ' ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἀπολύτως ἐκλαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· «Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ», οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον, ὧδέ πῃ λέγοντα· ««Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα», τοῦ «ἐξ οὗ» καὶ «δι' οὗ» καὶ «ἐξ ᾧ» μὴ φύσεις τεμνόντων (οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις ἢ αἱ τάξεις τῶν ὀνομάτων), ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας· καὶ τοῦτο δῆλον· ἐξ ὧν εἰς ἓν συνάγονται πάλιν, εἴ τῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ ἀποστόλῳ, τὸ «ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν»». Ὅτι γὰρ οὐκ εἰς τὸν υἱὸν μόνον λέλεκται τὸ τρισάγιον, ἀλλ' εἰς τὴν ἁγίαν τριάδα, μάρτυς ὁ θεῖος καὶ ἱερὸς Ἀθανάσιος Βασίλειός τε καὶ Γρηγόριος καὶ πᾶς ὁ τῶν θεοφόρων πατέρων χορός, ὅτιπερ διὰ τῆς τρισσῆς ἁγιότητος τὰς τρεῖς τῆς ὑπερουσίου θεότητος ὑποστάσεις τὰ ἅγια Σεραφὶμ ἡμῖν ὑπεμφαίνουσι. Διὰ δὲ τῆς μιᾶς κυριότητος τὴν μίαν τῆς θεαρχικῆς τριάδος οὐσίαν τε καὶ βασιλείαν γνωρίζουσι. Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς Σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα». Φασὶ μὲν οὖν οἱ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντάξαντες λιτανεύοντος τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἐπὶ Πρόκλου τοῦ ἀρχιεπισκόπου γεγενημένην, ἀφαρπαχθῆναι παιδίον τοῦ λαοῦ καὶ οὕτω μυηθῆναι ὑπ' ἀγγελικῆς τινος διδασκαλίας τὸν τρισάγιον ὕμνον «ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς» καὶ αὖθις ἐπιστραφέντος τοῦ παιδίου καὶ τὸ μυηθὲν ἀπαγγείλαντος ᾆσαι τὸν ὕμνον ἅπαν τὸ πλῆθος καὶ οὕτω κοπάσαι τὴν ἀπειλήν. Καὶ ἐν τῇ ἁγίᾳ δὲ καὶ μεγάλῃ τῇ οἰκουμενικῇ τετάρτῃ συνόδῳ, τῇ ἐν Χαλκηδόνι φημί, οὕτως ὑμνηθῆναι ὁ τρισάγιος οὗτος ὕμνος παραδέδοται· οὕτω γὰρ τοῖς πεπραγμένοις τῆς αὐτῆς ἁγίας συνόδου ἐμφέρεται. Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι' ἀγγέλων μυηθεῖσαν καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τοσῶνδε ἁγίων πατέρων συνόδῳ κυρωθεῖσαν καὶ βεβαιωθεῖσαν καὶ πρότερον ὑπὸ τῶν Σεραφὶμ ὑμνηθεῖσαν τὴν τρισάγιον ᾠδὴν ὡς τῆς τρισυποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ κναφέως οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει καὶ δῆθεν διορθωθῆναι ὡς τῶν Σεραφὶμ ὑπερβάλλοντος. Ἀλλ' ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας. Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς». 55 Περὶ τῆς ἐν εἴδει καὶ ἐν ἀτόμῳ θεωρουμένης φύσεως καὶ διαφορᾶς, ἑνώσεως καὶ σαρκώσεως, καὶ πῶς ἐκληπτέον «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» Ἡ φύσις ἢ ψιλῇ θεωρίᾳ κατανοεῖται (καθ' αὑτὴν γὰρ οὐχ ὑφέστηκεν), ἢ κοινῶς ἐν πάσαις ταῖς ὁμοειδέσιν ὑποστάσεσι ταύτας συνάπτουσα καὶ λέγεται ἐν τῷ εἴδει θεωρουμένη φύσις, ἢ ὁλικῶς ἡ αὐτὴ ἐν προσλήψει συμβεβηκότων ἐν μιᾷ ὑποστάσει καὶ λέγεται ἐν ἀτόμῳ θεωρουμένη φύσις. Ὁ οὖν θεὸς λόγος σαρκωθεὶς οὔτε τὴν ἐν ψιλῇ θεωρίᾳ κατανοουμένην φύσιν ἀνέλαβεν (οὐ γὰρ σάρκωσις τοῦτο, ἀλλ' ἀπάτη καὶ πλάσμα σαρκώσεως) οὔτε τὴν ἐν τῷ εἴδει θεωρουμένην (οὐ γὰρ πάσας τὰς ὑποστάσεις ἀνέλαβεν), ἀλλὰ τὴν ἐν ἀτόμῳ τὴν αὐτὴν οὖσαν τῷ εἴδει (ἀπαρχὴν γὰρ ἀνέλαβε τοῦ ἡμετέρου φυράματος), οὐ καθ' αὑτὴν ὑποστᾶσαν καὶ ἄτομον χρηματίσασαν πρότερον καὶ οὕτως ὑπ' αὐτοῦ προσληφθεῖσαν, ἀλλ' ἐν τῇ αὐτοῦ ὑποστάσει ὑπάρξασαν. Αὐτὴ γὰρ ἡ ὑπόστασις τοῦ θεοῦ λόγου ἐγένετο τῇ σαρκὶ ὑπόστασις, καὶ κατὰ τοῦτο «ὁ λόγος σὰρξ ἐγένετο», ἀτρέπτως δηλαδή, καὶ ἡ σὰρξ λόγος ἀμεταβλήτως, καὶ ὁ θεὸς ἄνθρωπος· θεὸς γὰρ ὁ λόγος, καὶ ὁ ἄνθρωπος θεὸς διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν φύσιν τοῦ λόγου καὶ τὴν ἐν ἀτόμῳ φύσιν· οὔτε γὰρ τὸ ἄτομον ἤγουν τὴν ὑπόστασιν κυρίως καὶ μόνως δηλοῖ οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν μιᾷ τῶν ὑποστάσεων θεωρουμένην καὶ ἐξεταζομένην. Ἄλλο μὲν οὖν ἐστιν ἕνωσις, καὶ ἕτερον σάρκωσις· ἡ μὲν γὰρ ἕνωσις μόνην δηλοῖ τὴν συνάφειαν, πρὸς τί δὲ γέγονεν ἡ συνάφεια, οὐκέτι. Ἡ δὲ σάρκωσις, ταὐτὸν δ' ἐστὶν εἰπεῖν καὶ ἐνανθρώπησις, τὴν πρὸς σάρκα ἤτοι πρὸς ἄνθρωπον συνάφειαν δηλοῖ, καθάπερ καὶ ἡ πύρωσις τὴν πρὸς τὸ πῦρ ἕνωσιν. Αὐτὸς μὲν οὖν ὁ μακάριος Κύριλλος ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ ἑρμηνεύων τὸ «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» οὕτω φησίν· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἀλλ' οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι; Ἢ πῶς ὑφέστηκεν ἡ καθ' ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ' ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν «σεσαρκωμένην», παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες». Ἐνταῦθα μὲν οὖν τὴν φύσιν τοῦ λόγου ἐπὶ τῆς φύσεως ἔταξεν. Εἰ γὰρ ἀντὶ ὑποστάσεως τὴν φύσιν παρείληφεν, οὐκ ἄτοπον ἦν, καὶ δίχα τοῦ «σεσαρκωμένην» τοῦτο εἰπεῖν· μίαν γὰρ ὑπόστασιν τοῦ θεοῦ λόγου ἀπολύτως λέγοντες οὐ σφαλλόμεθα. Ὁμοίως δὲ καὶ Λεόντιος ὁ Βυζάντιος ἐπὶ τῆς φύσεως τὸ ῥητὸν ἐνόησεν, οὐκ ἀντὶ τῆς ὑποστάσεως. Ἐν δὲ τῇ πρὸς τὰς Θεοδωρήτου μέμψεις τοῦ δευτέρου ἀναθεματισμοῦ οὕτω φησὶν ὁ μακάριος Κύριλλος· «Ἡ φύσις τοῦ λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος». Ὥστε τὸ εἰπεῖν «φύσιν τοῦ λόγου» οὔτε τὴν ὑπόστασιν μόνην σημαίνει οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν τῇ τοῦ λόγου ὑποστάσει ὁλικῶς θεωρουμένην. Ὅτι μὲν οὖν ἡ φύσις τοῦ λόγου ἐσαρκώθη ἤτοι ἡνώθη σαρκί, εἴρηται. Φύσιν δὲ τοῦ λόγου παθοῦσαν σαρκὶ οὐδέπω καὶ νῦν ἀκηκόαμεν, Χριστὸν δὲ παθόντα σαρκὶ ἐδιδάχθημεν· ὥστε οὐ τὴν ὑπόστασιν δηλοῖ τὸ εἰπεῖν «φύσιν τοῦ λόγου». Λείπεται τοίνυν εἰπεῖν, ὅτι τὸ σεσαρκῶσθαι μὲν ἡνῶσθαί ἐστι σαρκί, τὸ δὲ σάρκα γενέσθαι τὸν λόγον αὐτὴν τὴν τοῦ λόγου ὑπόστασιν ἀτρέπτως γενέσθαι τῆς σαρκὸς ὑπόστασιν. Καὶ ὅτι μὲν ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὁ ἄνθρωπος θεός, εἴρηται. Θεὸς γὰρ ὁ λόγος, γέγονεν δὲ ἀμεταβλήτως ἄνθρωπος. Ὅτι δὲ ἡ θεότης ἄνθρωπος γέγονεν ἢ ἐσαρκώθη ἢ ἐνηνθρώπησεν, οὐδαμῶς ἀκηκόαμεν. Ὅτι δὲ ἡ θεότης ἡνώθη τῇ ἀνθρωπότητι ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων, μεμαθήκαμεν. Καὶ ὅτι ὁ θεὸς μορφοῦται ἤτοι οὐσιοῦται τὸ ἀλλότριον ἤτοι τὸ καθ' ἡμᾶς, εἴρηται. Ἐφ' ἑκάστης γὰρ τῶν ὑποστάσεων τὸ θεὸς ὄνομα τάττεται, θεότητα δὲ ἐπὶ ὑποστάσεως εἰπεῖν οὐ δυνάμεθα. Θεότητα γὰρ τὸν πατέρα μόνον ἢ τὸν υἱὸν μόνον ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀκηκόαμεν· θεότης μὲν γὰρ τὴν φύσιν δηλοῖ, τὸ δὲ πατὴρ τὴν ὑπόστασιν, ὥσπερ καὶ ἀνθρωπότης τὴν φύσιν, Πέτρος δὲ τὴν ὑπόστασιν. Θεὸς δὲ καὶ τὸ κοινὸν τῆς φύσεως σημαίνει καὶ ἐφ' ἑκάστῃ τῶν ὑποστάσεων τάττεται παρωνύμως ὥσπερ καὶ ἄνθρωπος· θεὸς γάρ ἐστιν ὁ θείαν ἔχων φύσιν, καὶ ἄνθρωπος ὁ ἀνθρωπίνην. Ἐπὶ πᾶσι τούτοις ἰστέον, ὡς ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον κατ' οὐδένα λόγον τῇ σαρκώσει τοῦ λόγου κεκοινώνηκεν εἰ μὴ κατὰ τὰς θεοσημίας καὶ κατ' εὐδοκίαν καὶ βούλησιν. 56 Ὅτι θεοτόκος ἡ ἁγία παρθένοσ Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον κηρύττομεν· ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς θεοτόκος ἡ τὸν ἀληθινὸν θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα. Θεὸν γάρ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι, οὐχ ὡς τῆς θεότητος τοῦ λόγου ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς, ἀλλ' ὡς αὐτοῦ τοῦ θεοῦ λόγου τοῦ πρὸ αἰώνων ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντος καὶ ἀνάρχως καὶ ἀιδίως ὑπάρχοντος σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ἐπ' ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν ἐν τῇ γαστρὶ αὐτῆς ἐνοικήσαντος καὶ ἐξ αὐτῆς ἀμεταβλήτως σαρκωθέντος καὶ γεννηθέντος. Οὐ γὰρ ἄνθρωπον ψιλὸν ἐγέννησεν ἡ ἁγία παρθένος, ἀλλὰ θεὸν ἀληθινόν, οὐ γυμνὸν ἀλλὰ σεσαρκωμένον, οὐκ οὐρανόθεν τὸ σῶμα καταγαγόντα καὶ ὡς διὰ σωλῆνος δι' αὐτῆς παρελθόντα, ἀλλ' ἐξ αὐτῆς ὁμοούσιον ἡμῖν σάρκα ἀναλαβόντα καὶ ἐν ἑαυτῷ ὑποστήσαντα. Εἰ γὰρ οὐρανόθεν τὸ σῶμα κεκόμισται καὶ οὐκ ἐκ τῆς καθ' ἡμᾶς φύσεως εἴληπται, τίς χρεία τῆς ἐνανθρωπήσεως; Ἡ γὰρ ἐνανθρώπησις τοῦ θεοῦ λόγου διὰ τοῦτο γέγονεν, ἵνα αὐτὴ ἡ ἁμαρτήσασα καὶ πεσοῦσα καὶ φθαρεῖσα φύσις νικήσῃ τὸν ἀπατήσαντα τύραννον καὶ οὕτω τῆς φθορᾶς ἐλευθερωθῇ, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Ἐπειδὴ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν»· εἰ τὸ πρῶτον ἀληθῶς, καὶ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγει· «Ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ δεύτερος Ἀδάμ, ὁκύριος, ἐξ οὐρανοῦ», οὐ τὸ σῶμά φησιν ἐξ οὐρανοῦ, ἀλλὰ δηλῶν ὡς οὐ ψιλὸς ἄνθρωπός ἐστιν. Ἰδοὺ γὰρ καὶ Ἀδὰμ αὐτὸν ὠνόμασε καὶ κύριον τὸ συναμφότερον σημαίνων. Ἀδὰμ μὲν γὰρ ἑρμηνεύεται γηγενής· γηγενὴς δὲ δῆλον, ὡς ἔστιν ἡ ἀνθρώπου φύσις ἡ ἐκ χοὸς πλασθεῖσα· κύριος δὲ τῆς θείας οὐσίας ἐστὶ παραστατικόν. Πάλιν δέ φησιν ὁ ἀπόστολος· «Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ γεννώμενον ἐκ γυναικός». Οὐκ εἶπε διὰ γυναικός, ἀλλ' «ἐκ γυναικός». Ἐσήμανεν οὖν ὁ θεῖος ἀπόστολος, ὡς αὐτός ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ ἐκ τῆς παρθένου γενόμενος ἄνθρωπος καὶ αὐτός ἐστιν ὁ ἐκ τῆς παρθένου γεννηθεὶς ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, γεννηθεὶς δὲ σωματικῶς, καθὸ γέγονεν ἄνθρωπος, οὐ προδιαπλασθέντι ἀνθρώπῳ ἐνοικήσας ὡς ἐν προφήτῃ, ἀλλ' αὐτὸς οὐσιωδῶς καὶ ἀληθῶς γενόμενος ἄνθρωπος ἤτοι ἐν τῇ ὑποστάσει αὐτοῦ ἐψυχωμένην σάρκα ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑποστήσας, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις· τοῦτο γὰρ σημαίνει τὸ «γενόμενον ἐκ γυναικός». Πῶς γὰρ ἂν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπὸ νόμον γέγονεν, εἰ μὴ ἄνθρωπος ἡμῖν ὁμοούσιος γέγονεν; Ὅθεν δικαίως καὶ ἀληθῶς θεοτόκον τὴν ἁγίαν Μαρίαν ὀνομάζομεν· τοῦτο γὰρ τὸ ὄνομα ἅπαν τὸ μυστήριον τῆς οἰκονομίας συνίστησι. Εἰ γὰρ θεοτόκος ἡ γεννήσασα, πάντως θεὸς ὁ ἐξ αὐτῆς γεννηθείς, πάντως δὲ καὶ ἄνθρωπος. Πῶς γὰρ ἂν ἐκ γυναικὸς γεννηθείη θεὸς ὁ πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, εἰ μὴ ἄνθρωπος γέγονεν; Ὁ γὰρ υἱὸς ἀνθρώπου ἄνθρωπος δηλονότι. Εἰ δὲ αὐτὸς ὁ γεννηθεὶς ἐκ γυναικὸς θεός ἐστιν, εἷς ἐστι δηλονότι ὁ ἐκ θεοῦ πατρὸς γεννηθεὶς κατὰ τὴν θείαν καὶ ἄναρχον οὐσίαν καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐκ τῆς παρθένου τεχθεὶς κατὰ τὴν ἠργμένην καὶ ὑπὸ χρόνον οὐσίαν ἤτοι τὴν ἀνθρωπίνην. Τοῦτο δὲ μίαν ὑπόστασιν καὶ δύο φύσεις καὶ δύο γεννήσεις σημαίνει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χριστοτόκον δὲ οὔ φαμεν τὴν ἁγίαν παρθένον, διότι ἐπ' ἀναιρέσει τῆς θεοτόκος φωνῆς ὁ μιαρὸς καὶ βδελυρὸς καὶ ἰουδαιόφρων Νεστόριος, τὸ σκεῦος τῆς ἀτιμίας, καὶ ἐπὶ ἀτιμίᾳ τῆς μόνης ὄντως τετιμημένης ὑπὲρ πᾶσαν κτίσιν θεοτόκου, κἂν αὐτὸς διαρρήγνυται σὺν τῷ πατρὶ αὐτοῦ τῷ σατανᾷ, ἐξηύρατο ὡς ἐπηρεαζομένην· χριστὸς γὰρ καὶ Δαυὶδ ὁ βασιλεὺς καὶ Ἀαρὼν ὁ ἀρχιερεύς (ταῦτα γὰρ τὰ χριόμενα, βασιλεία τε καὶ ἱερωσύνη) καὶ πᾶς θεοφόρος ἄνθρωπος Χριστὸς λέγεσθαι δύναται, ἀλλ' οὐ θεὸς φύσει, ὡς καὶ Νεστόριος ὁ θεήλατος τὸν ἐκ παρθένου τεχθέντα θεοφόρον εἰπεῖν ἐφρυάξατο. Ἡμᾶς δὲ μὴ γένοιτο θεοφόρον αὐτὸν εἰπεῖν ἢ νοῆσαι, ἀλλὰ θεὸν σεσαρκωμένον. Αὐτὸς γὰρ ὁ λόγος σὰρξ ἐγένετο, κυηθεὶς μὲν ἐκ τῆς παρθένου, προελθὼν δὲ θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ' αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία, τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ λόγου, καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι θεοτόκον τὴν ἁγίαν παρθένον οὐ μόνον διὰ τὴν φύσιν τοῦ λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται, ἡ μὲν σύλληψις τοῦ λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ λόγῳ ὕπαρξις, αὐτῆς τῆς θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ θεῷ καὶ ποιητῇ τοῦ παντὸς θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωνται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τὸ ὑπὲρ ἡμᾶς καὶ καθ' ἡμᾶς. Οὔτε γὰρ γενόμενος πρότερον καθ' ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ' ἢ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρξε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι· ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς. Ἔτι δὲ καὶ τῆς ἐμψύχου σαρκὸς τὰ ἰδιώματα ἔσχε· κατεδέξατο γὰρ αὐτὰ ὁ λόγος οἰκονομίας λόγῳ, φυσικῆς κινήσεως τάξει κατὰ ἀλήθειαν φυσικῶς γινόμενα. 57 Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων Τέλειον δὲ θεὸν ὁμολογοῦντες τὸν αὐτὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ ὁ πρῶτος, δίχα μόνης ἁμαρτίας, ἅτινά ἐστι σῶμα καὶ ψυχὴ λογική τε καὶ νοερά· ἔχειν δὲ αὐτὸν καταλλήλως ταῖς δύο φύσεσι διπλᾶ τὰ τῶν δύο φύσεων φυσικά· δύο θελήσεις φυσικάς, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, καὶ σοφίαν καὶ γνῶσιν, θείαν τε καὶ ἀνθρωπίνην. Ὁμοούσιος γὰρ ὢν τῷ θεῷ καὶ πατρὶ αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς θεός, ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος ὁ αὐτός· αὐτοῦ γὰρ τὰ θαύματα, αὐτοῦ καὶ τὰ παθήματα.

Intertext edge

Open linked passage

Note