Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1.1
Περὶ θελημάτων καὶ αὐτεξουσίων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν. Ἐπειδὴ δὲ μία τῶν δύο αὐτοῦ φύσεων ἡ ὑπόστασις, ἕνα καὶ τὸν αὐτόν φαμεν θέλοντά τε καὶ ἐνεργοῦντα φυσικῶς κατ' ἄμφω, ἐξ ὧν καὶ ἐν αἷς καὶ ἅπερ ἐστὶ Χριστὸς ὁ θεὸς ἡμῶν, θέλειν δὲ καὶ ἐνεργεῖν οὐ διῃρημένως, ἀλλ' ἡνωμένως· θέλει γὰρ καὶ «ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας». Ὧν γὰρ ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή· ὧν δὲ διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. Καὶ τὸ ἀνάπαλιν, ὧν ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή, τούτων καὶ ἡ οὐσία ἡ αὐτή· ὧν δὲ διάφορος ἡ θέλησις καὶ ἡ ἐνέργεια, τούτων καὶ ἡ οὐσία διάφορος. Διὸ δὴ ἐπὶ μὲν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐκ τῆς ταυτότητος τῆς τε ἐνεργείας καὶ τοῦ θελήματος τὴν ταυτότητα τῆς φύσεως ἐπιγινώσκομεν. Ἐπὶ δὲ τῆς θείας οἰκονομίας ἐκ τῆς διαφορᾶς τῶν ἐνεργειῶν καὶ τῶν θελημάτων καὶ τὴν τῶν φύσεων διαφορὰν ἐπιγινώσκομεν καὶ τὴν τῶν φύσεων διαφορὰν εἰδότες συνομολογοῦμεν καὶ τὸ τῶν θελημάτων καὶ ἐνεργειῶν διάφορον. Ὥσπερ γὰρ τῶν τοῦ αὐτοῦ ἑνὸς φύσεων Χριστοῦ ὁ ἀριθμὸς εὐσεβῶς νοούμενός τε καὶ λεγόμενος οὐ διαιρεῖ τὸν ἕνα Χριστόν, ἀλλὰ σῳζομένην καὶ ἐν τῇ ἑνώσει παρίστησι τῶν φύσεων τὴν διαφοράν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς αὐτοῦ φύσεσι θελημάτων καὶ ἐνεργειῶν (κατ' ἄμφω γὰρ τὰς φύσεις θελητικὸς ἦν καὶ ἐνεργητικὸς τῆς ἡμῶν σωτηρίας) οὐ διαίρεσιν εἰσάγει– μὴ γένοιτο–, ἀλλὰ τὴν αὐτῶν δηλοῖ καὶ μόνον, κἂν τῇ ἑνώσει, φυλακὴν καὶ σωτηρίαν· φυσικὰ γὰρ καὶ οὐχ ὑποστατικά φαμεν τὰ θελήματα καὶ τὰς ἐνεργείας. Λέγω δὲ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ' ἣν θέλει καὶ ἐνεργεῖ τά τε θέλοντα καὶ ἐνεργοῦντα. Εἰ γὰρ ὑποστατικὰ δῶμεν αὐτά, ἑτεροθελεῖς καὶ ἑτεροενεργεῖς τὰς τρεῖς ὑποστάσεις τῆς ἁγίας τριάδος εἰπεῖν ἀναγκασθησόμεθα. Ἰστέον γάρ, ὡς οὐ ταὐτόν ἐστι, θέλειν καὶ πῶς θέλειν· τὸ μὲν γὰρ θέλειν φύσεως ὥσπερ καὶ τὸ ὁρᾶν (πᾶσι γὰρ ἀνθρώποις πρόσεστι), τὸ δὲ πῶς θέλειν οὐ φύσεως, ἀλλὰ τῆς ἡμετέρας γνώμης ὥσπερ καὶ τὸ πῶς ὁρᾶν, καλῶς ἢ κακῶς (οὐ γὰρ πάντες ἄνθρωποι ὁμοίως θέλουσιν οὐδ' ὁμοίως ὁρῶσι). Τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν δώσομεν· τὸ γὰρ πῶς θέλειν, πῶς ὁρᾶν, πῶς ἐνεργεῖν τρόπος ἐστὶ τῆς τοῦ θέλειν καὶ ὁρᾶν καὶ ἐνεργεῖν χρήσεως, μόνῳ τῷ κεχρημένῳ προσὸν καὶ τῶν ἄλλων αὐτὸν κατὰ τὴν κοινῶς λεγομένην διαφορὰν χωρίζον. Λέγεται οὖν τὸ μὲν ἁπλῶς θέλειν θέλησις ἤτοι ἡ θελητικὴ δύναμις λογικὴ οὖσα ὄρεξις καὶ θέλημα φυσικόν· τὸ δὲ πῶς θέλειν ἤτοι τὸ τῇ θελήσει ὑποκείμενον θελητὸν καὶ θέλημα γνωμικόν· θελητικὸν δέ ἐστι τὸ πεφυκὸς θέλειν, οἷον θελητική ἐστιν ἡ θεία φύσις, ὡσαύτως καὶ ἡ ἀνθρωπίνη· θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει ἤτοι ἡ ὑπόστασις οἷον ὁ Πέτρος. Ἐπειδὴ τοίνυν εἷς μέν ἐστιν ὁ Χριστὸς καὶ μία αὐτοῦ ἡ ὑπόστασις, εἷς καὶ ὁ αὐτός ἐστιν ὁ θέλων καὶ ἐνεργῶν θεϊκῶς τε καὶ ἀνθρωπίνως. Ἐπειδὴ δὲ δύο φύσεις ἔχει θελητικὰς ὡς λογικάς (πᾶν γὰρ λογικὸν θελητικόν τε καὶ αὐτεξούσιον), δύο θελήσεις ἤτοι θελήματα φυσικὰ ἐπ' αὐτοῦ ἐροῦμεν. Θελητικὸς γάρ ἐστιν ὁ αὐτὸς κατ' ἄμφω ταῖς αὐτοῦ φύσεσιν· τὴν γὰρ φυσικῶς ἐνυπάρχουσαν ἡμῖν θελητικὴν δύναμιν ἀνέλαβε. Καὶ ἐπειδὴ εἷς ἐστιν ὁ Χριστὸς καὶ ὁ αὐτὸς ὁ θέλων καθ' ἑκατέραν φύσιν, τὸ αὐτὸ θελητὸν λέξομεν ἐπ' αὐτοῦ οὐχὶ μόνα θέλοντος, ἃ φυσικῶς ὡς θεὸς ἤθελεν (οὐ γὰρ θεότητος τὸ θέλειν φαγεῖν, πιεῖν καὶ τὰ τοιαῦτα), ἀλλὰ καὶ τὰ συστατικὰ τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐναντιότητι γνώμης, ἀλλ' ἐν ἰδιότητι τῶν φύσεων· τότε γὰρ ταῦτα φυσικῶς ἤθελεν, ὅτε ἡ θεία αὐτοῦ θέλησις ἤθελε καὶ παρεχώρει τῇ σαρκὶ πάσχειν καὶ πράττειν τὰ ἴδια. Ὅτι δὲ φυσικῶς πρόσεστι τῷ ἀνθρώπῳ ἡ θέλησις, ἐντεῦθεν δῆλον. Ὑπεξαιρουμένης τῆς θείας τρία εἴδη ζωῆς εἰσιν· ἡ φυτική, ἡ αἰσθητική, ἡ νοερά. Τῆς μὲν οὖν φυτικῆς ἴδιον ἡ θρεπτική, ἡ αὐξητική, ἡ γεννητικὴ κίνησις· τῆς δὲ αἰσθητικῆς ἡ καθ' ὁρμὴν κίνησις· τῆς δὲ λογικῆς καὶ νοερᾶς ἡ αὐτεξούσιος. Εἰ οὖν κατὰ φύσιν πρόσεστι τῇ φυτικῇ ἡ θρεπτικὴ καὶ τῇ αἰσθητικῇ ἡ καθ' ὁρμὴν κίνησις, κατὰ φύσιν ἄρα πρόσεστι καὶ τῇ λογικῇ καὶ νοερᾷ ἡ αὐτεξούσιος· αὐτεξουσιότης δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἡ θέλησις· γεγονὼς τοίνυν ὁ λόγος σὰρξ ἔμψυχος, νοερὰ καὶ αὐτεξούσιος, γέγονε καὶ θελητικός. Ἔτι δὲ καὶ ἀδίδακτά εἰσι τὰ φυσικά· οὐδεὶς γὰρ λογίζεσθαι ἢ ζῆν ἢ πεινῆν ἢ διψῆν ἢ ὑπνοῖν μανθάνει. Οὔτε δὲ θέλειν μανθάνομεν· ὥστε φυσικὸν τὸ θέλειν. Καὶ πάλιν· Εἰ ἐν τοῖς ἀλόγοις ἄγει μὲν ἡ φύσις, ἄγεται δὲ ἐν τῷ ἀνθρώπῳ ἐξουσιαστικῶς κατὰ θέλησιν κινουμένῳ, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ πάλιν· Εἰ κατ' εἰκόνα τῆς μακαρίας καὶ ὑπερουσίου θεότητος ὁ ἄνθρωπος γεγένηται, αὐτεξούσιος δὲ φύσει καὶ θελητικὴ ἡ θεία φύσις, ἄρα καὶ ὁ ἄνθρωπος ὡς αὐτῆς εἰκὼν αὐτεξούσιος φύσει καὶ θελητικός. Τὸ γὰρ αὐτεξούσιον θέλησιν ὡρίσαντο οἱ πατέρες. Ἔτι δὲ εἰ πᾶσιν ἀνθρώποις ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν ὑπάρχει, τοῖς δὲ οὐκ ἐνυπάρχει, τὸ δὲ κοινῶς πᾶσιν ἐνθεωρούμενον φύσιν χαρακτηρίζει ἐν τοῖς ὑπ' αὐτὸ ἀτόμοις, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ αὖθις· Εἰ τὸ μᾶλλον καὶ ἧττον ἡ φύσις οὐκ ἐπιδέχεται, ἐπίσης δὲ πᾶσιν ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος· ὥστε εἰ φύσει θελητικὸς ὁ ἄνθρωπος, καὶ ὁ κύριος, οὐ μόνον καθὸ θεός, ἀλλὰ καὶ καθὸ ἄνθρωπος γέγονε, φύσει θελητικός ἐστιν. Ὥσπερ γὰρ τὴν ἡμετέραν φύσιν ἀνέλαβεν, οὕτω καὶ τὸ ἡμέτερον θέλημα φύσει ἀνείληφεν, καὶ κατὰ τοῦτο οἱ πατέρες τὸ ἡμέτερον ἐν αὐτῷ τυπῶσαι αὐτὸν ἔφησαν θέλημα. Εἰ φυσικὸν οὐκ ἔστι τὸ θέλημα, ἢ ὑποστατικὸν ἔσται ἢ παρὰ φύσιν· ἀλλ' εἰ μὲν ὑποστατικόν, ἑτερόβουλος οὕτω γε ἔσται ὁ υἱὸς τῷ πατρί· μόνης γὰρ ὑποστάσεως χαρακτηριστικὸν τὸ ὑποστατικόν· εἰ δὲ παρὰ φύσιν, ἔκπτωσις τῆς φύσεως ἔσται τὸ θέλημα· φθαρτικὰ γὰρ τῶν κατὰ φύσιν τὰ παρὰ φύσιν. Ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ καθὸ πατὴρ θέλει ἢ καθὸ θεός. Ἀλλ' εἰ μὲν καθὸ πατήρ, ἄλλο αὐτοῦ ἔσται παρὰ τὸ τοῦ υἱοῦ θέλημα· οὐ γὰρ πατὴρ ὁ υἱός. Εἰ δὲ καθὸ θεός, θεὸς δὲ ὁ υἱός, θεὸς δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον· ἄρα τὸ θέλημα φύσεως ἤγουν φυσικόν. Ἔτι εἰ κατὰ τοὺς πατέρας, ὧν τὸ θέλημα ἕν, τούτων καὶ ἡ οὐσία μία, ἓν δὲ θέλημα τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἄρα μία καὶ ἡ αὐτὴ τούτων ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· Εἰ κατὰ τοὺς πατέρας ἡ τῆς φύσεως διαφορὰ τῷ ἑνὶ θελήματι οὐ διαφαίνεται, ἀνάγκη ἢ ἓν θέλημα λέγοντας φυσικὴν ἐν Χριστῷ μὴ λέγειν διαφορὰν ἢ φυσικὴν λέγοντας διαφορὰν ἓν θέλημα μὴ λέγειν. Καὶ αὖθις· Εἰ, καθώς φησι τὸ θεῖον εὐαγγέλιον, ἐλθὼν ὁ κύριος εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος «καὶ εἰσελθὼν εἰς οἶκον οὐδένα ἠθέλησε γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν», εἰ τὸ θεῖον αὐτοῦ θέλημα παντοδύναμον, θελήσας δὲ λαθεῖν οὐ δεδύνηται, ἄρα καθὸ ἄνθρωπος θελήσας οὐκ ἠδυνήθη καὶ θελητικὸς ἦν καὶ καθὸ ἄνθρωπος. Καὶ πάλιν· «Ἐλθών», φησίν, «εἰς τὸν τόπον» «εἶπε· Διψῶ». «Καὶ ἔδωκαν αὐτῷ οἶνον μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν». Εἰ μὲν οὖν καθὸ θεὸς ἐδίψησε καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν, ἐμπαθὴς ἄρα καθὸ θεός· πάθος γὰρ ἥ τε δίψα καὶ ἡ γεῦσις. Εἰ δὲ οὐ καθὸ θεός, πάντως καθὸ ἄνθρωπος θελητικὸς ἦν. Καὶ ὁ μακάριος δὲ Παῦλος ὁ ἀπόστολος· «Γενόμενος», φησίν, «ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». Ἡ ὑπακοὴ τοῦ ὄντος θελήματός ἐστιν ὑποταγή, οὐ τοῦ μὴ ὄντος· οὐ γὰρ τὸ ἄλογον ὑπήκοον ἢ παρήκοον λέξομεν· ὑπήκοος δὲ γενόμενος τῷ πατρὶ ὁ κύριος οὐ καθὸ θεὸς γέγονεν, ἀλλὰ καθὸ ἄνθρωπος. «Καθὸ γὰρ θεὸς οὔτε ὑπήκοος οὔτε παρήκοος· τῶν ὑπὸ χεῖρα γὰρ ταῦτα», καθὼς ὁ θεηγόρος ἔφη Γρηγόριος. Θελητικὸς ἄρα καὶ καθὸ ἄνθρωπος ὁ Χριστός. Φυσικὸν δὲ τὸ θέλημα λέγοντες, οὐκ ἠναγκασμένον τοῦτό φαμεν, ἀλλ' αὐτεξούσιον· εἰ γὰρ λογικόν, πάντως καὶ αὐτεξούσιον. Οὐ μόνον γὰρ ἡ θεία καὶ ἄκτιστος φύσις οὐδὲν ἠναγκασμένον ἔχει, ἀλλ' οὐδὲ ἡ νοερὰ καὶ κτιστή. Τοῦτο δὲ δῆλον· φύσει γὰρ ὢν ἀγαθὸς ὁ θεὸς καὶ φύσει δημιουργὸς καὶ φύσει θεὸς οὐκ ἀνάγκῃ ταῦτά ἐστι. Τίς γὰρ ὁ τὴν ἀνάγκην ἐπάγων; Δεῖ δὲ εἰδέναι, ὡς αὐτεξουσιότης ὁμωνύμως λέγεται, ἄλλως μὲν ἐπὶ θεοῦ, ἄλλως δὲ ἐπὶ ἀγγέλων, καὶ ἄλλως ἐπὶ ἀνθρώπων. Ἐπὶ θεοῦ μὲν γὰρ ὑπερουσίως, ἐπὶ δὲ ἀγγέλων ὡς συντρεχούσης τῇ ἕξει τῆς προχειρήσεως καὶ παρενθήκην ὅλως χρόνου μὴ παραδεχομένης (ἔχων γὰρ φυσικῶς τὸ αὐτεξούσιον ἀπαρεμποδίστως τούτῳ κέχρηται, μηδὲ τὴν ἐκ σωμάτων ἀντιπάθειαν ἔχων μηδὲ τὸν προσβάλλοντα), ἐπὶ δὲ ἀνθρώπων ὡς χρονικῶς τῆς ἕξεως προεπινοουμένης τῆς ἐγχειρήσεως· αὐτεξούσιος μὲν γάρ ἐστιν ὁ ἄνθρωπος καὶ φυσικῶς ἔχει τὸ αὐτεξούσιον, ἔχει δὲ καὶ τὴν ἐκ τοῦ διαβόλου προσβολὴν καὶ τὴν τοῦ σώματος κίνησιν. Διὰ οὖν τὴν προσβολὴν καὶ τὸ βάρος τοῦ σώματος ἐφυστερίζει ἡ προχείρησις τῆς ἕξεως. Εἰ οὖν θέλων ὁ Ἀδὰμ ὑπήκουσε καὶ θελήσας ἔφαγεν, ἄρα πρωτοπαθὴς ἐν ἡμῖν ἡ θέλησις· εἰ δὲ πρωτοπαθὴς ἡ θέλησις, ταύτην δὲ μετὰ τῆς φύσεως ὁ λόγος σαρκωθεὶς οὐκ ἀνέλαβεν, οὐκ ἄρα ἔξω τῆς ἁμαρτίας γεγόναμεν. Ἔτι δὲ εἰ ἔργον αὐτοῦ ἡ αὐτεξούσιος τῆς φύσεως ὑπάρχει δύναμις, ταύτην δὲ οὐκ ἀνέλαβεν, ἢ καταγνοὺς τῆς οἰκείας δημιουργίας ὡς οὐ καλῆς ἢ φθονήσας ἡμῖν τῆς κατ' αὐτὴν θεραπείας, ἡμᾶς μὲν τῆς παντελοῦς ἀποστερῶν θεραπείας, ἑαυτὸν δὲ ὑπὸ πάθος ὄντα δεικνὺς τῷ μὴ θέλειν ἢ τῷ μὴ δύνασθαι τελείως σῴζειν. Ἀδύνατον δὲ ἕν τι σύνθετον ἐκ τῶν δύο θελημάτων λέγειν ὥσπερ ἐκ τῶν φύσεων σύνθετον τὴν ὑπόστασιν. Πρῶτον μὲν ὅτι αἱ συνθέσεις τῶν ἐν ὑποστάσει ὄντων καὶ οὐ τῶν ἑτέρῳ λόγῳ καὶ οὐκ ἰδίῳ θεωρουμένων εἰσί· δεύτερον δέ, ὅτι, εἰ τῶν θελημάτων καὶ ἐνεργειῶν σύνθεσιν λέξομεν, καὶ τῶν ἄλλων φυσικῶν ἰδιωμάτων σύνθεσιν εἰπεῖν ἀναγκασθησόμεθα, τοῦ ἀκτίστου καὶ κτιστοῦ, τοῦ ἀοράτου καὶ ὁρατοῦ καὶ τῶν τοιούτων. Πῶς δὲ καὶ τὸ ἐκ τῶν θελημάτων σύνθετον θέλημα προσαγορευθήσεται (ἀδύνατον γὰρ τὸ σύνθετον τῇ τῶν συντεθέντων ὀνομάζεσθαι προσηγορίᾳ), ἐπεὶ καὶ τὸ ἐκ τῶν φύσεων σύνθετον φύσιν προσαγορεύσομεν καὶ οὐχ ὑπόστασιν; Ἔτι δὲ καὶ εἰ ἓν σύνθετον θέλημα ἐπὶ Χριστοῦ λέξομεν, θελήματι τοῦ πατρὸς αὐτὸν χωρίζομεν· οὐ γὰρ σύνθετον τὸ τοῦ πατρὸς θέλημα. Λείπεται τοίνυν εἰπεῖν μόνην τὴν ὑπόστασιν τοῦ Χριστοῦ σύνθετον καὶ κοινὴν ὥσπερ τῶν φύσεων, οὕτω καὶ τῶν φυσικῶν αὐτοῦ. Γνώμην δὲ καὶ προαίρεσιν ἐπὶ τοῦ κυρίου λέγειν ἀδύνατον, εἴπερ κυριολεκτεῖν βουλόμεθα. Ἡ γνώμη γὰρ μετὰ τὴν περὶ τοῦ ἀγνοουμένου ζήτησιν καὶ βούλευσιν ἤτοι βουλὴν καὶ κρίσιν πρὸς τὸ κριθέν ἐστι διάθεσις. Μεθ' ἣν ἡ προαίρεσις ἐκλεγομένη καὶ αἱρουμένη πρὸ τοῦ ἑτέρου τὸ ἕτερον. Ὁ δὲ κύριος οὐ φιλὸς ὢν ἄνθρωπος ἀλλὰ καὶ θεὸς καὶ πάντα εἰδὼς ἀνενδεὴς σκέψεως καὶ ζητήσεως καὶ βουλῆς ὑπῆρχε καὶ κρίσεως καὶ φυσικῶς τήν τε πρὸς τὸ καλὸν εἶχεν οἰκείωσιν καὶ τὴν πρὸς τὸ κακὸν ἀλλοτρίωσιν. Οὕτω γοῦν καὶ Ἡσαΐας φησίν, ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν». Τὸ γὰρ «πρὶν» δηλοῖ, ὅτι οὐ καθ' ἡμᾶς ζητήσας καὶ βουλευσάμενος ἀλλὰ θεὸς ὢν καὶ θεϊκῶς καὶ τὸ κατὰ σάρκα ὑποστάς, τουτέστι καθ' ὑπόστασιν ἡνωμένος τῇ σαρκί, αὐτῷ τῷ εἶναι καὶ τὸ πάντα εἰδέναι τὸ ἐκ φύσεως εἶχεν ἀγαθόν· φυσικαὶ γάρ εἰσιν αἱ ἀρεταὶ καὶ φυσικῶς καὶ ἐπίσης πᾶσιν ἐνυπάρχουσιν, εἰ καὶ μὴ πάντες ἐπίσης ἐνεργοῦμεν τὰ τῆς φύσεως. Ἐκ τοῦ κατὰ φύσιν γὰρ εἰς τὸ παρὰ φύσιν διὰ τῆς παραβάσεως ἠλάσα μεν. Ὁ δὲ κύριος ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἡμᾶς ἐπανήγαγε· τοῦτο γάρ ἐστι τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν. Καὶ ἡ ἄσκησις δὲ καὶ οἱ ταύτης πόνοι οὐ πρὸς τὸ ἐπικτήσασθαι τὴν ἀρετὴν ἔξωθεν ἐπείσακτον οὖσαν ἐπενοήθησαν, ἀλλὰ πρὸς τὸ τὴν ἐπείσακτον καὶ παρὰ φύσιν κακίαν ἀποβαλέσθαι, ὥσπερ καὶ τὸν τοῦ σιδήρου ἰὸν οὐ φυσικὸν ὄντα, ἀλλ' ἐξ ἀμελείας ἐπιγενόμενον διὰ μόχθου ἀποβάλλοντες τὴν φυσικὴν τοῦ σιδήρου λαμπρότητα ἐμφανίζομεν. Ἰστέον δέ, ὡς τὸ τῆς γνώμης ὄνομα πολύτροπον καὶ πολυσήμαντόν ἐστι. Ποτὲ μὲν γὰρ δηλοῖ τὴν παραίνεσιν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι·» ποτὲ δὲ βουλήν, ὡς ὅταν φησὶν ὁ προφήτης Δαυίδ· «Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην», ποτὲ δὲ ψῆφον, ὡς ὁ Δανιήλ· «Περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη;», ποτὲ δὲ ἐπὶ πίστεως ἢ δόξης ἢ φρονήματος, καὶ ἁπλῶς εἰπεῖν, κατὰ εἴκοσιν ὀκτὼ σημαινόμενα λαμβάνεται τὸ τῆς γνώμης ὄνομα. 59 Περὶ ἐνεργειῶν τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Δύο δὲ καὶ τὰς ἐνεργείας φαμὲν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· εἶχε γὰρ ὡς μὲν θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος τὴν θείαν ἐνέργειαν καὶ ὡς ἄνθρωπος γενόμενος καὶ ἡμῖν ὁμοούσιος τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν. Ἰστέον δέ, ὡς ἄλλο ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικὸν καὶ ἄλλο ἐνέργημα καὶ ἄλλο ἐνεργῶν. Ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ ἤτοι ἡ ὑπόστασις. Λέγεται δὲ καὶ ἡ ἐνέργεια ἐνέργημα, καὶ τὸ ἐνέργημα ἐνέργεια, ὡς καὶ τὸ κτίσμα κτίσις. Οὕτω φαμέν· πᾶσα ἡ κτίσις, τὰ κτίσματα δηλοῦντες. Ἰστέον, ὡς ἡ ἐνέργεια κίνησίς ἐστι καὶ ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ, καθώς φησιν ὁ θεηγόρος Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου πνεύματος λόγῳ· «Εἰ δὲ ἐνέργειά ἐστιν, ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται». Δεῖ δὲ γινώσκειν, ὅτι αὐτὴ ἡ ζωὴ ἐνέργειά ἐστι καὶ ἡ τροπὴ τοῦ ζῴου ἐνέργεια, καὶ πᾶσα ἡ τοῦ ζῴου οἰκονομία ἥ τε θρεπτικὴ καὶ αὐξητικὴ ἤγουν φυτικὴ καὶ ἡ καθ' ὁρμὴν κίνησις ἤγουν αἰσθητικὴ καὶ ἡ νοερὰ καὶ αὐτεξούσιος κίνησις. Δυνάμεως δὲ ἀποτέλεσμα ἡ ἐνέργεια. Εἰ οὖν ταῦτα πάντα θεωροῦμεν ἐν τῷ Χριστῷ, ἄρα καὶ ἀνθρωπίνην ἐνέργειαν ἐπ' αὐτοῦ φήσομεν. Ἐνέργεια λέγεται τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα· καὶ ἔστιν ἁπλῆ καὶ ἄσχετος ἐνέργεια τοῦ νοῦ καθ' αὑτὸν ἀφανῶς τὰ ἴδια νοήματα προβαλλομένου, ὧν χωρὶς οὐδὲ νοῦς ἂν κληθείη δικαίως. Λέγεται δὲ πάλιν ἐνέργεια καὶ ἡ διὰ τῆς προφορᾶς τοῦ λόγου φανέρωσις καὶ ἐξάπλωσις τῶν νενοημένων. Αὕτη δὲ οὐκέτι ἄσχετός ἐστι καὶ ἁπλῆ, ἀλλ' ἐν σχέσει θεωρουμένη ἐκ νοήματος καὶ λόγου συντεθειμένη. Καὶ αὐτὴ δὲ ἡ σχέσις, ἣν ἔχει ὁ ποιῶν πρὸς τὸ γινόμενον, ἐνέργειά ἐστι· καὶ αὐτὸ τὸ ἀποτελούμενον ἐνέργεια λέγεται. Καὶ τὸ μέν ἐστι ψυχῆς μόνης, τὸ δὲ ψυχῆς σώματι κεχρημένης, τὸ δὲ σώματος νοερῶς ἐψυχωμένου, τὸ δὲ ἀποτέλεσμα· ὁ νοῦς γὰρ προθεωρήσας τὸ ἐσόμενον οὕτω διὰ τοῦ σώματος ἐργάζεται. Τῆς ψυχῆς τοίνυν ἐστὶν ἡ ἡγεμονία· κέχρηται γὰρ ὡς ὀργάνῳ τῷ σώματι, ἄγουσα τοῦτο καὶ ἰθύνουσα. Ἑτέρα δέ ἐστιν ἡ τοῦ σώματος ἐνέργεια ἀγομένου ὑπὸ τῆς ψυχῆς καὶ κινουμένου. Τὸ δὲ ἀποτέλεσμα τοῦ μὲν σώματος ἡ ἁφὴ καὶ ἡ κράτησις καὶ ἡ τοῦ ποιουμένου οἱονεὶ περιένεξις, τῆς δὲ ψυχῆς ἡ τοῦ γινομένου οἱονεὶ μόρφωσις καὶ σχηματισμός. Οὕτω καὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ μὲν τῶν θαυμάτων δύναμις τῆς θεότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια, ἡ δὲ χειρουργία καὶ τὸ θελῆσαι καὶ τὸ εἰπεῖν «θέλω, καθαρίσθητι» τῆς ἀνθρωπότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης ἡ τῶν ἄρτων κλάσις, τὸ ἀκοῦσαι τὸν λεπρὸν τὸ «θέλω», τῆς δὲ θείας ὁ τῶν ἄρτων πληθυσμὸς καὶ ἡ τοῦ λεπροῦ κάθαρσις· δι' ἀμφοτέρων γάρ, διά τε τῆς ψυχικῆς ἐνεργείας καὶ τοῦ σώματος, μίαν καὶ τὴν αὐτὴν συγγενῆ καὶ ἴσην ἐνεδείκνυτο αὐτοῦ τὴν θείαν ἐνέργειαν. Ὥσπερ γὰρ τὰς φύσεις ἡνωμένας γινώσκομεν καὶ τὴν ἐν ἀλλήλαις ἐχούσας περιχώρησιν καὶ τὴν τούτων διαφορὰν οὐκ ἀρνούμεθα, ἀλλὰ καὶ ἀριθμοῦμεν καὶ ἀδιαιρέτους αὐτὰς γινώσκομεν, οὕτω καὶ τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν καὶ τὸ συναφὲς γινώσκομεν καὶ τὸ διάφορον ἐπιγινώσκομεν καὶ ἀριθμοῦμεν καὶ διαίρεσιν οὐκ εἰσάγομεν. Ὃν τρόπον γὰρ ἡ σὰρξ καὶ τεθέωται καὶ μεταβολὴν τῆς οἰκείας οὐ πέπονθε φύσεως, τὸν αὐτὸν τρόπον καὶ τὸ θέλημα καὶ ἡ ἐνέργεια καὶ τεθέωνται καὶ τῶν οἰκείων οὐκ ἐξίστανται ὅρων· εἷς γάρ ἐστιν ὁ τοῦτο κἀκεῖνο ὢν καὶ οὕτως κἀκείνως ἤτοι θεϊκῶς τε καὶ ἀνθρωπίνως θέλων καὶ ἐνεργῶν. Δύο τοίνυν τὰς ἐνεργείας ἐπὶ Χριστοῦ λέγειν ἀναγκαῖον διὰ τὸ διττὸν τῆς φύσεως· ὧν γὰρ ἡ φύσις παρηλλαγμένη, τούτων διάφορος ἡ ἐνέργεια, καὶ ὧν ἡ ἐνέργεια παρηλλαγμένη, τούτων ἡ φύσις διάφορος. Καὶ τὸ ἀνάπαλιν· Ὧν ἡ φύσις ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, καὶ ὧν ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία, κατὰ τοὺς θεηγόρους πατέρας. Ἀνάγκη τοίνυν δυοῖν θάτερον ἢ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγοντας μίαν λέγειν καὶ τὴν οὐσίαν ἤ, εἴπερ τῆς ἀληθείας ἐχόμεθα καὶ δύο τὰς οὐσίας εὐαγγελικῶς τε καὶ πατρικῶς ὁμολογοῦμεν, δύο καὶ τὰς ἐνεργείας καταλλήλως αὐτοῖς ἑπομένους συνομολογεῖν· ὁμοούσιος γὰρ ὢν τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν. Ὁμοούσιος δὲ ὢν ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν. Φησὶ γοῦν ὁ μακάριος Γρηγόριος, ὁ Νυσαέων ἐπίσκοπος· «Ὧν δὲ ἡ ἐνέργεια μία, τούτων πάντως καὶ ἡ δύναμις ἡ αὐτή· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα». Ἀδύνατον δὲ ἀκτίστου καὶ κτιστῆς φύσεως μίαν φύσιν ἢ δύναμιν ἢ ἐνέργειαν εἶναι. Εἰ δὲ μίαν Χριστοῦ τὴν ἐνέργειαν εἴποιμεν, τῇ τοῦ λόγου θεότητι προσάψομεν τῆς νοερᾶς ψυχῆς τὰ πάθη, φόβον φημὶ καὶ λύπην καὶ ἀγωνίαν. Εἰ δὲ λέγοιεν, ὡς περὶ τῆς ἁγίας τριάδος διαλεγόμενοι οἱ πατέρες οἱ ἅγιοι ἔφασαν· Ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια, καὶ ὧν διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ ἐνέργεια, καὶ ὡς οὐ χρὴ τὰ τῆς θεολογίας ἐπὶ τὴν οἰκονομίαν μετάγειν, ἐροῦμεν· Εἰ ἐπὶ τῆς θεολογίας μόνον εἴρηται τοῖς πατράσι, καὶ οὐκ ἔτι μετὰ τὴν σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ὁ υἱὸς τῷ πατρὶ οὐδὲ τῆς αὐτῆς ἔσται οὐσίας. Τίνι δὲ ἀπονεμοῦμεν τὸ «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», καὶ «ἃ βλέπει τὸν πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», καὶ «εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύσατε», καὶ «τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ», καὶ «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ»; Ταῦτα γὰρ πάντα οὐ μόνον ὁμοούσιον καὶ μετὰ σάρκωσιν τῷ πατρὶ δείκνυσιν αὐτόν, ἀλλὰ καὶ τῆς αὐτῆς ἐνεργείας. Καὶ πάλιν· Εἰ ἡ περὶ τὰ ὄντα πρόνοια οὐ μόνον πατρὸς καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τοῦ υἱοῦ ἐστι καὶ μετὰ σάρκωσιν, ἐνέργεια δὲ τοῦτό ἐστιν· ἄρα καὶ μετὰ σάρκωσιν τῆς αὐτῆς ἐστιν ἐνεργείας τῷ πατρί. Εἰ ἐκ τῶν θαυμάτων τῆς αὐτῆς οὐσίας ὄντα τῷ πατρὶ τὸν Χριστὸν ἔγνωμεν, ἐνέργεια δὲ θεοῦ τυγχάνει τὰ θαύματα, ἄρα καὶ μετὰ σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ἐστὶ τῷ πατρί. Εἰ δὲ μία ἐνέργεια τῆς θεότητος αὐτοῦ καὶ τῆς σαρκὸς αὐτοῦ, σύνθετος ἔσται, καὶ ἔσται ἢ ἑτέρας ἐνεργείας παρὰ τὸν πατέρα ἢ καὶ ὁ πατὴρ συνθέτου ἐνεργείας ἔσται. Εἰ δὲ συνθέτου ἐνεργείας, δῆλον ὅτι καὶ φύσεως. Εἰ δὲ εἴποιεν, ὅτι τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, ἐροῦμεν, ὅτι, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, κατὰ τὴν εὔλογον ἀντιστροφὴν καὶ τῷ προσώπῳ ἐνέργεια συνεισαχθήσεται, καὶ ἔσονται, ὥσπερ τρία πρόσωπα ἤτοι ὑποστάσεις τῆς ἁγίας τριάδος, οὕτω καὶ τρεῖς ἐνέργειαι, ἢ ὥσπερ μία ἡ ἐνέργεια, οὕτω καὶ ἓν πρόσωπον καὶ μία ὑπόστασις. Οἱ δὲ ἅγιοι πατέρες συμφώνως εἰρήκασι τὰ τῆς αὐτῆς οὐσίας καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας. Ἔτι δέ, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, οἱ μήτε μίαν μήτε δύο Χριστοῦ τὰς ἐνεργείας λέγειν θεσπίσαντες οὔτε ἓν πρόσωπον αὐτοῦ λέγειν οὔτε δύο προσέταξαν. Καὶ ἐπὶ τῆς πεπυρακτωμένης μαχαίρας ὥσπερ αἱ φύσεις σῴζονται τοῦ τε πυρὸς καὶ τοῦ σιδήρου, οὕτω καὶ αἱ δύο ἐνέργειαι καὶ τὰ τούτων ἀποτελέσματα. Ἔχει γὰρ ὁ μὲν σίδηρος τὸ τμητικόν, τὸ δὲ πῦρ τὸ καυστικόν, καὶ ἡ τομὴ μὲν τῆς τοῦ σιδήρου ἐνεργείας ἐστὶν ἀποτέλεσμα, ἡ δὲ καῦσις τοῦ πυρός· καὶ σῴζεται τὸ τούτων διάφορον ἐν τῇ κεκαυμένῃ τομῇ καὶ ἐν τῇ τετμημένῃ καύσει, εἰ καὶ μήτε ἡ καῦσις τῆς τομῆς δίχα γίγνοιτο μετὰ τὴν ἕνωσιν μήτε ἡ τομὴ δίχα τῆς καύσεως· καὶ οὔτε διὰ τὸ διττὸν τῆς φυσικῆς ἐνεργείας δύο πεπυρακτωμένας μαχαίρας φαμὲν οὔτε διὰ τὸ μοναδικὸν τῆς πεπυρακτωμένης μαχαίρας σύγχυσιν τῆς οὐσιώδους αὐτῶν διαφορᾶς ἐργαζόμεθα. Οὕτω καὶ ἐν τῷ Χριστῷ τῆς μὲν θεότητος αὐτοῦ ἡ θεία καὶ παντοδύναμος ἐνέργεια, τῆς δὲ ἀνθρωπότητος αὐτοῦ ἡ καθ' ἡμᾶς. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης τὸ κρατηθῆναι τὴν χεῖρα τῆς παιδὸς καὶ ἑλκυσθῆναι, τῆς δὲ θείας ἡ ζωοποίησις· ἄλλο γὰρ τοῦτο, κἀκεῖνο ἕτερον, εἰ καὶ ἀλλήλων ἀχώριστοι ὑπάρχουσιν ἐν τῇ θεανδρικῇ ἐνεργείᾳ. Εἰ διὰ τὸ μίαν εἶναι τὴν τοῦ κυρίου ὑπόστασιν μία ἔσται καὶ ἡ ἐνέργεια, διὰ τὴν μίαν ὑπόστασιν μία ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· Εἰ μίαν ἐνέργειαν ἐπὶ τοῦ κυρίου εἴποιμεν, ἢ θείαν ταύτην λέξομεν ἢ ἀνθρωπίνην ἢ οὐδετέραν. Ἀλλ' εἰ μὲν θείαν, θεὸν αὐτὸν μόνον γυμνὸν τῆς καθ' ἡμᾶς ἀνθρωπότητος λέξομεν. Εἰ δὲ ἀνθρωπίνην, ψιλὸν αὐτὸν ἄνθρωπον βλασφημήσομεν. Εἰ δὲ οὐδὲ θείαν οὐδὲ ἀνθρωπίνην, οὐδὲ θεὸν οὐδὲ ἄνθρωπον, οὐδὲ τῷ πατρὶ οὐδὲ ἡμῖν ὁμοούσιον· ἐκ γὰρ τῆς ἑνώσεως ἡ καθ' ὑπόστασιν ταυτότης γέγονεν, οὐ μὴν δὲ καὶ ἡ διαφορὰ τῶν φύσεων ἀνῄρηται. Τῆς δὲ διαφορᾶς σῳζομένης τῶν φύσεων, σωθήσονται δηλαδὴ καὶ αἱ τούτων ἐνέργειαι· οὐ γάρ ἐστι φύσις ἀνενέργητος. Εἰ μία τοῦ δεσπότου Χριστοῦ ἡ ἐνέργεια, ἢ κτιστὴ ἔσται ἢ ἄκτιστος· μέσον γὰρ τούτων οὐκ ἔστιν ἐνέργεια ὥσπερ οὐδὲ φύσις. Εἰ οὖν κτιστή, κτιστὴν μόνην δηλώσει φύσιν· εἰ δὲ ἄκτιστος, ἄκτιστον μόνην χαρακτηρίσει οὐσίαν. Δεῖ γὰρ πάντως κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά· ἀδύνατον γὰρ ἐλλιποῦς φύσεως ὕπαρξιν εἶναι. Ἡ δὲ κατὰ φύσιν ἐνέργεια οὐ τῶν ἐκτὸς ὑπάρχει, καὶ δῆλον, ὅτι οὔτε εἶναι οὔτε γινώσκεσθαι τὴν φύσιν δυνατὸν ἐνεργείας δίχα· δι' ὧν γὰρ ἐνεργεῖ ἕκαστον, τὴν οἰκείαν φύσιν πιστοῦται, ὅπερ ἐστὶ μὴ τρεπόμενον. Εἰ μία Χριστοῦ ἡ ἐνέργεια, ἡ αὐτὴ τῶν θείων καὶ τῶν ἀνθρωπίνων ποιητική. Οὐδὲν δὲ τῶν ὄντων ἐν τοῖς κατὰ φύσιν μένον τὰ ἐναντία ποιεῖν δύναται· οὐ γὰρ τὸ πῦρ ψύχει καὶ θερμαίνει, οὐδὲ ξηραίνει καὶ ὑγραίνει τὸ ὕδωρ. Πῶς οὖν ὁ φύσει ὢν θεὸς καὶ φύσει γενόμενος ἄνθρωπος τά τε θαύματα καὶ τὰ πάθη μιᾷ ἐνεργείᾳ ἐπετέλεσεν; Εἰ οὖν ἔλαβεν ὁ Χριστὸς νοῦν ἀνθρώπινον ἤγουν ψυχὴν νοεράν τε καὶ λογικήν, διανοηθήσεται πάντως καὶ ἀεὶ διανοηθήσεται· ἐνέργεια δὲ νοῦ ἡ διάνοια. Ἄρα καὶ καθὸ ἄνθρωπος ἐνεργὴς ὁ Χριστὸς καὶ ἀεὶ ἐνεργής. Ὁ δὲ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῶν Πράξεων δευτέρῳ λόγῳ οὕτω φησίν· «Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ τὰ πάντα παθεῖν ἐποίησε τὸ μέγα καὶ θαυμαστὸν ἐκεῖνο ἔργον τὸν θάνατον καταλύσας καὶ τὰ ἄλλα πάντα ἐργασάμενος». Εἰ πᾶσα ἐνέργεια φύσεώς τινος οὐσιώδης ὁρίζεται κίνησις, ὡς οἱ περὶ ταῦτα δεινοὶ διειλήφασι, ποῦ φύσιν τις εἶδεν ἀκίνητον ἢ παντελῶς ἀνενέργητον ἢ ἐνέργειαν εὕρηκεν οὐ φυσικῆς δυνάμεως ὑπάρχουσαν κίνησιν; «Μίαν δὲ φυσικὴν τὴν ἐνέργειαν θεοῦ καὶ ποιήματος» οὐκ ἄν τις εὖ φρονῶν δοίη κατὰ τὸν μακάριον Κύριλλον· οὐδὲ ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὐδὲ δακρύει ἡ θεϊκὴ ἐξουσία· τὸ μὲν γὰρ δάκρυον τῆς ἀνθρωπότητος ἴδιον, ἡ δὲ ζωὴ τῆς ἐνυποστάτου ζωῆς. Ἀλλ' ὅμως κοινῶς ἀμφοτέρων ἑκάτερα διὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως. Εἷς μὲν γάρ ἐστιν ὁ Χριστὸς καὶ ἓν αὐτοῦ τὸ πρόσωπον ἤτοι ἡ ὑπόστασις, ἀλλ' ὅμως ἔχει δύο φύσεις, τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ. Ἐκ μὲν οὖν τῆς θεότητος ἡ δόξα φυσικῶς προϊοῦσα ἑκατέρου κοινὴ διὰ τὴν τῆς ὑποστάσεως ἐγένετο ταυτότητα, ἐκ δὲ τῆς σαρκὸς τὰ ταπεινὰ ἑκατέρῳ κοινά· εἷς γάρ ἐστι καὶ ὁ αὐτὸς ὁ τοῦτό τε κἀκεῖνο ὢν ἤτοι θεὸς καὶ ἄνθρωπος, καὶ τοῦ αὐτοῦ, τά τε τῆς θεότητος καὶ τὰ τῆς ἀνθρωπότητος· τὰς μὲν γὰρ θεοσημίας ἡ θεότης εἰργάζετο, ἀλλ' οὐ δίχα τῆς σαρκός, τὰ δὲ ταπεινὰ ἡ σάρξ, ἀλλ' οὐ χωρὶς τῆς θεότητος. Καὶ πασχούσῃ γὰρ τῇ σαρκὶ συνημμένη ἦν ἡ θεότης ἀπαθὴς διαμένουσα καὶ τὰ πάθη ἐκτελοῦσα σωτήρια, καὶ ἐνεργούσῃ τῇ τοῦ λόγου θεότητι συνημμένος ἦν ὁ ἅγιος νοῦς νοῶν καὶ εἰδὼς τὰ τελούμενα. Τῶν μὲν οὖν οἰκείων αὐχημάτων ἡ θεότης τῷ σώματι μεταδίδωσιν, αὐτὴ δὲ τῶν τῆς σαρκὸς παθῶν διαμένει ἀμέτοχος. Οὐ γάρ, ὥσπερ διὰ τῆς σαρκὸς ἡ θεότης τοῦ λόγου ἐνήργει, οὕτω καὶ διὰ τῆς θεότητος ἡ σὰρξ αὐτοῦ ἔπασχεν· ὄργανον γὰρ ἡ σὰρξ τῆς θεότητος ἐχρημάτισεν. Εἰ καὶ τοίνυν ἐξ ἄκρας συλλήψεως οὐδ' ὁτιοῦν διῃρημένον ἦν τῆς ἑκατέρας μορφῆς, ἀλλ' ἑνὸς προσώπου αἱ τοῦ παντὸς χρόνου πράξεις ἑκατέρας μορφῆς γεγόνασιν, ὅμως αὐτά, ἅπερ ἀχωρίστως γεγένηνται, κατ' οὐδένα τρόπον συγχέομεν, ἀλλά, τί ποίας εἴη μορφῆς, ἐκ τῆς τῶν ἔργων ποιότητος αἰσθανόμεθα. Ἐνεργεῖ τοίνυν ὁ Χριστὸς καθ' ἑκατέραν αὐτοῦ τῶν φύσεων, καὶ «ἐνεργεῖ ἑκατέρα φύσις ἐν αὐτῷ μετὰ τῆς θατέρου κοινωνίας», τοῦ μὲν λόγου κατεργαζομένου, ἅπερ ἐστὶ τοῦ λόγου, διὰ τὴν αὐθεντίαν καὶ ἐξουσίαν τῆς θεότητος, ὅσα ἐστὶν ἀρχικὰ καὶ βασιλικά, τοῦ δὲ σώματος ἐκτελοῦντος, ὅσα ἐστὶ τοῦ σώματος, πρὸς τὸ βούλημα τοῦ ἑνωθέντος αὐτῷ λόγου, οὗ καὶ γέγονεν ἴδιον. Οὐ γὰρ ἀφ' ἑαυτοῦ πρὸς τὰ φυσικὰ πάθη τὴν ὁρμὴν ἐποιεῖτο οὐδ' αὐτὴν ἐκ τῶν λυπηρῶν ἀφορμὴν καὶ παραίτησιν ἢ τὰ ἔξωθεν προσπίπτοντα ἔπασχεν, ἀλλ' ἐκινεῖτο κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως τοῦ λόγου θέλοντος καὶ παραχωροῦντος οἰκονομικῶς πάσχειν αὐτὸ καὶ πράττειν τὰ ἴδια, ἵνα διὰ τῶν ἔργων τῆς φύσεως πιστωθῇ ἡ ἀλήθεια. Ὥσπερ δὲ ὑπὲρ οὐσίαν οὐσιώθη ἐκ παρθένου κυηθείς, οὕτω καὶ ὑπὲρ ἄνθρωπον τὰ ἀνθρώπων ἐνήργει ἐπὶ ἀστάτου ὕδατος γηΐνοις ποσὶ πορευόμενος οὐ γεωθέντος τοῦ ὕδατος, ἀλλὰ τῆς θεότητος ὑπερφυεῖ δυνάμει συνισταμένου πρὸς τὸ ἀδιάχυτον καὶ βάρει ὑλικῶν ποδῶν μὴ ὑπείκοντος. Οὐκ ἀνθρωπίνως γὰρ ἔπραττε τὰ ἀνθρώπινα (οὐ γὰρ ἄνθρωπος μόνον, ἀλλὰ καὶ θεός· ὅθεν καὶ τὰ τούτου πάθη ζωοποιὰ καὶ σωτήρια) οὐδὲ θεϊκῶς ἐνήργει τὰ θεῖα (οὐ γὰρ θεὸς μόνον, ἀλλὰ καὶ ἄνθρωπος· ὅθεν δι' ἁφῆς καὶ λόγου καὶ τῶν τοιούτων τὰς θεοσημίας εἰργάζετο). Εἰ δὲ λέγοι τις, ὡς «οὐκ ἐπ' ἀναιρέσει τῆς ἀνθρωπίνης ἐνεργείας μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγομεν, ἀλλ' ἐπειδὴ ἀντιδιαστελλομένη τῇ θείᾳ ἐνεργείᾳ πάθος λέγεται ἡ ἀνθρωπίνη ἐνέργεια, κατὰ τοῦτο μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγομεν, ἐροῦμεν· Κατὰ τοῦτον τὸν λόγον καὶ οἱ μίαν φύσιν λέγοντες οὐκ ἐπ' ἀναιρέσει τῆς ἀνθρωπίνης ταύτην λέγουσιν, ἀλλ' ἐπειδὴ ἀντιδιαστελλομένη ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν θείαν φύσιν παθητικὴ λέγεται. Ἡμᾶς δὲ μὴ γένοιτο τῇ πρὸς τὴν θείαν ἐνέργειαν διαστολῇ πάθος τὴν ἀνθρωπίνην προσαγορεῦσαι κίνησιν· οὐδενὸς γάρ, καθόλου φάναι, ὕπαρξις ἐκ παραθέσεως ἢ ἐκ συγκρίσεως γινώσκεται ἢ ὁρίζεται. Οὕτω γὰρ ἀλληλαίτια εὑρεθήσονται τὰ ὄντα πράγματα. Εἰ γὰρ διὰ τὸ ἐνέργειαν εἶναι τὴν θείαν κίνησιν ἡ ἀνθρωπίνη πάθος ἐστί, πάντως καὶ διὰ τὸ ἀγαθὴν εἶναι τὴν θείαν φύσιν πονηρὰ ἔσται ἡ ἀνθρωπίνη, καὶ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν διὰ τὸ πάθος λέγεσθαι τὴν ἀνθρωπίνην κίνησιν ἡ θεία κίνησις ἐνέργεια λέγεται, καὶ διὰ τὸ πονηρὰν εἶναι τὴν ἀνθρωπίνην φύσιν ἀγαθὴ ἔσται ἡ θεία». Καὶ πάντα δὲ τὰ κτίσματα οὕτως ἔσται πονηρά, καὶ ψεύσεται ὁ εἰπών· «Καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Ἡμεῖς δέ φαμεν, ὅτι «οἱ ἅγιοι πατέρες πολυτρόπως τὴν ἀνθρωπίνην ὠνόμασαν κίνησιν πρὸς τὰς ὑποκειμένας ἐννοίας. Προσηγόρευσαν γὰρ αὐτὴν καὶ δύναμιν καὶ ἐνέργειαν καὶ διαφορὰν καὶ κίνησιν καὶ ἰδιότητα καὶ ποιότητα καὶ πάθος· οὐ κατὰ ἀντιδιαστολὴν τῆς θείας, ἀλλ' ὡς συνεκτικὴν μὲν καὶ ἀναλλοίωτον δύναμιν, ἐνέργειαν δὲ ὡς χαρακτηριστικὴν καὶ τὴν ἐν πᾶσι τοῖς ὁμοειδέσιν ἀπαραλλαξίαν ἐμφαίνουσαν, διαφορὰν δὲ ὡς ἀφοριστικήν, κίνησιν δὲ ὡς ἐνδεικτικήν, ἰδιότητα δὲ ὡς συστατικὴν καὶ μόνῃ αὐτῇ καὶ οὐκ ἄλλῃ προσοῦσαν, ποιότητα δὲ ὡς εἰδοποιόν, πάθος δὲ ὡς κινουμένην· πάντα γὰρ τὰ ἐκ θεοῦ καὶ μετὰ θεὸν πάσχει τῷ κινεῖσθαι ὡς μὴ ὄντα αὐτοκίνησις ἢ αὐτοδύναμις, οὐ κατὰ ἀντιδιαστολὴν οὖν, ὡς εἴρηται, ἀλλὰ τὸν δημιουργικῶς αὐτοῖς ἐντεθέντα παρὰ τῆς τὸ πᾶν συστησαμένης αἰτίας λόγον· ὅθεν καὶ μετὰ τῆς θείας συνεκφωνοῦντες αὐτὴν ἐνέργειαν προσηγόρευσαν. Ὁ γὰρ εἰπών· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας», τί ἕτερον πεποίηκεν ἢ ὁ εἰπών· «Καὶ γὰρ τεσσαράκοντα ἡμέρας ἀπόσιτος μείνας ὕστερον ἐπείνασεν» (ἔδωκε γὰρ τῇ φύσει, ὅτε ἤθελε, τὰ ἴδια ἐνεργεῖν) ἢ οἱ διάφορον ἐν αὐτῷ φήσαντες ἐνέργειαν ἢ οἱ διπλῆν ἢ οἱ ἄλλην καὶ ἄλλην;» Ταῦτα γὰρ δι' ἀντωνυμίας δύο τὰς ἐνεργείας σημαίνουσι· καὶ δι' ἀντωνυμίας γὰρ πολλάκις ὁ ἀριθμὸς ἐνδείκνυται καὶ διὰ τοῦ εἰπεῖν θεῖόν τε καὶ ἀνθρώπινον. «Ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ διαφορά»· τὰ δὲ μὴ ὄντα, πῶς διοίσουσιν;