Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Ἀπόδειξις, ὅτι εἷς ἐστι θεὸς καὶ οὐ πολλοί Ὅτι μέν ἐστι θεός, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις γραφῇ οὐκ ἀμφιβάλλεται. Φησὶ γὰρ ὁ κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· «Ἐγὼ κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου. Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ πάλιν· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ θεός σου κύριος εἷς ἐστι», καὶ διὰ Ἡσαΐου τοῦ προφήτου· «Ἐγὼ γάρ, φησί, θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται καὶ πλὴν ἐμοῦ οὐκ ἔστι», καὶ ὁ κύριος δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις οὕτω φησὶ πρὸς τὸν πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν». Τοῖς δὲ τῇ θείᾳ γραφῇ μὴ πειθομένοις οὕτω διαλεξόμεθα. Τὸ θεῖον τέλειόν ἐστι καὶ ἀνελλιπὲς κατά τε ἀγαθότητα κατά τε σοφίαν κατά τε δύναμιν, ἄναρχον, ἀτελεύτητον, ἀίδιον, ἀπερίγραπτον καὶ ἁπλῶς εἰπεῖν κατὰ πάντα τέλειον. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλόν ἐστι καὶ οὐ πολλοί. Εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; Εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον ὑστερήσει τοῦ τελείου, οὐκ ἂν εἴη θεός. Ἡ δὲ διὰ πάντων ταυτότης ἕνα μᾶλλον δείκνυσι καὶ οὐ πολλούς. Πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; Ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ὁ ἕτερος. Πῶς δὲ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος καὶ οὐ διαλυθήσεται καὶ διαφθαρήσεται μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; Ἡ γὰρ διαφορὰ ἐναντίωσιν εἰσάγει. Εἰ δὲ εἴποι τις, ὅτι ἕκαστος μέρους ἄρχει, τί τὸ τάξαν καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; Ἐκεῖνο γὰρ ἂν εἴη μᾶλλον θεός. Εἷς τοίνυν ἐστὶ θεός, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητὴς συνοχεύς τε καὶ κυβερνήτης, ὑπερτελὴς καὶ προτέλειος. Πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη μονάδα εἶναι δυάδος ἀρχήν. 6 Περὶ λόγου θεοῦ Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος θεὸς οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων οὐκ ἀνυπόστατον ἕξει, οὐκ ἀρξάμενον τοῦ εἶναι οὐδὲ παυσόμενον· οὐ γὰρ ἦν, ὅτε ἦν ποτε θεὸς ἄλογος. Ἀεὶ δὲ ἔχει τὸν ἑαυτοῦ λόγον ἐξ αὐτοῦ γεννώμενον, οὐ κατὰ τὸν ἡμέτερον λόγον ἀνυπόστατον καὶ εἰς ἀέρα χεόμενον, ἀλλ' ἐνυπόστατον, ζῶντα, τέλειον, οὐκ ἔξω αὐτοῦ χωροῦντα, ἀλλ' ἐν αὐτῷ ἀεὶ ὄντα· ποῦ γὰρ ἔσται ἔξω αὐτοῦ γινόμενος; Ἐπειδὴ γὰρ ἡ ἡμετέρα φύσις ἐπίκηρός ἐστι καὶ εὐδιάλυτος, διὰ τοῦτο καὶ ὁ λόγος ἡμῶν ἐστιν ἀνυπόστατος. Ὁ δὲ θεὸς ἀεὶ ὢν καὶ τέλειος ὢν τέλειον καὶ ἐνυπόστατον ἕξει τὸν ἑαυτοῦ λόγον καὶ ἀεὶ ὄντα καὶ ζῶντα καὶ πάντα ἔχοντα, ὅσα ὁ γεννήτωρ ἔχει. Ὥσπερ γὰρ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ προερχόμενος οὔτε δι' ὅλου ὁ αὐτός ἐστι τῷ νῷ οὔτε παντάπασιν ἕτερος– ἐκ τοῦ νοῦ μὲν γὰρ ὢν ἄλλος ἐστὶ παρ' αὐτόν, αὐτὸν δὲ τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγων οὐκέτι παντάπασιν ἕτερός ἐστι παρὰ τὸν νοῦν, ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὢν ἕτερόν ἐστι τῷ ὑποκειμένῳ– οὕτως καὶ ὁ τοῦ θεοῦ λόγος, τῷ μὲν ὑφεστάναι καθ' ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον, παρ' οὗ τὴν ὑπόστασιν ἔχει, τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ· ὥσπερ γὰρ τὸ ἐν ἅπασι τέλειον ἐπὶ τοῦ πατρὸς θεωρεῖται, οὕτως καὶ ἐπὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου λόγου θεωρηθήσεται. 7 Περὶ πνεύματος ἁγίου Δεῖ δὲ τὸν λόγον καὶ πνεῦμα ἔχειν· καὶ γὰρ καὶ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος. Ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν οὐσίας· τοῦ ἀέρος γάρ ἐστιν ὁλκὴ καὶ φορὰ εἰσελκομένου καὶ προχεομένου πρὸς τὴν τοῦ σώματος σύστασιν, ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνὴ τοῦ λόγου γίνεται τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φανεροῦσα. Ἐπὶ δὲ τῆς θείας φύσεως τῆς ἁπλῆς καὶ ἀσυνθέτου τὸ μὲν εἶναι πνεῦμα θεοῦ εὐσεβῶς ὁμολογητέον διὰ τὸ μὴ εἶναι τὸν τοῦ θεοῦ λόγον ἐλλιπέστερον τοῦ ἡμετέρου λόγου, οὐκ ἔστι δὲ εὐσεβὲς ἀλλότριόν τι ἔξωθεν ἐπεισερχόμενον τῷ θεῷ τὸ πνεῦμα λογίζεσθαι ὡς καὶ ἐφ' ἡμῶν τῶν συνθέτων. Ἀλλ' ὥσπερ θεοῦ λόγον ἀκούσαντες οὐκ ἀνυπόστατον οὐδὲ ἐκ μαθήσεως προσγινόμενον οὐδὲ διὰ φωνῆς προφερόμενον οὐδὲ εἰς ἀέρα χεόμενον καὶ λυόμενον ᾠήθημεν, ἀλλ' οὐσιωδῶς ὑφεστῶτα προαιρετικόν τε καὶ ἐνεργὸν καὶ παντοδύναμον, οὕτω καὶ πνεῦμα μεμαθηκότες θεοῦ τὸ συμπαρομαρτοῦν τῷ λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν οὐ πνοὴν ἀνυπόστατον ἐννοοῦμεν– οὕτω γὰρ ἂν καθαιρεῖται πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ' ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος καὶ τὸ ἐν αὐτῷ πνεῦμα ὑπονοοῖτο–, ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ' ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ πατρὸς προερχομένην καὶ ἐν τῷ λόγῳ ἀναπαυομένην καὶ αὐτοῦ οὖσαν ἐκφαν τικήν, οὔτε χωρισθῆναι τοῦ θεοῦ, ἐν ᾧ ἐστι, καὶ τοῦ λόγου, ᾧ συμπαρομαρτεῖ, δυναμένην οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ' ὁμοιότητα τοῦ λόγου καθ' ὑπόστασιν οὖσαν, ζῶσαν, προαιρετικήν, αὐτοκίνητον, ἐνεργόν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν, μήτε ἀρχὴν ἔχουσαν μήτε τέλος· οὔτε γὰρ ἐνέλειψέ ποτε τῷ πατρὶ λόγος οὔτε τῷ λόγῳ πνεῦμα. Οὕτως διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν Ἑλλήνων ἐξαφανίζεται πλάνη, διὰ δὲ τῆς τοῦ λόγου παραδοχῆς καὶ τοῦ πνεύματος τῶν Ἰουδαίων καθαιρεῖται τὸ δόγμα, ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἡ τῆς φύσεως ἑνότης, ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη. Εἰ δὲ ἀντιλέγοι ὁ Ἰουδαῖος πρὸς τὴν τοῦ λόγου παραδοχὴν καὶ τοῦ πνεύματος, ὑπὸ τῆς θείας γραφῆς ἐλεγχέσθω τε καὶ ἐπιστομιζέσθω. Περὶ μὲν γὰρ τοῦ λόγου φησὶν ὁ Δαυίδ· «Εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ», καὶ πάλιν· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Λόγος δὲ προφορικὸς οὐκ ἀποστέλλεται οὐδὲ εἰς τὸν αἰῶνα διαμένει. Περὶ δὲ τοῦ πνεύματος ὁ αὐτὸς Δαυίδ· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται», καὶ πάλιν· «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν», καὶ ὁ Ἰώβ· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ συνέχουσά με.» Πνεῦμα δὲ ἀποστελλόμενον καὶ ποιοῦν καὶ στερεοῦν καὶ συνέχον οὐκ ἄσθμα ἐστὶ λυόμενον, ὥσπερ οὐδὲ σωματικὸν μέλος τὸ τοῦ θεοῦ στόμα· ἀμφότερα γὰρ θεοπρεπῶς νοητέον. 8 Περὶ τῆς ἁγίας τριάδοσ Πιστεύομεν τοιγαροῦν εἰς ἕνα θεόν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, ἀγέννητον ἀνόλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπεριόριστον, ἀπειροδύναμον, ἁπλῆν, ἀσύνθετον, ἀσώματον, ἄρρευστον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόρατον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης, φῶς νοερόν, ἀπρόσιτον, δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ οἰκείῳ βουλήματι μετρουμένην– πάντα γάρ, ὅσα θέλει, δύναται–, πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητικήν, πάντων συνεκτικὴν καὶ συντηρητικήν, πάντων προνοητικήν, πάντων κρατοῦσαν καὶ ἄρχουσαν καὶ βασιλεύουσαν ἀτελευτήτῳ καὶ ἀθανάτῳ βασιλείᾳ, μηδὲν ἐναντίον ἔχουσαν, πάντα πληροῦσαν, ὑπ' οὐδενὸς περιεχομένην, αὐτὴν δὲ μᾶλλον περιέχουσαν τὰ σύμπαντα καὶ συνέχουσαν καὶ προέχουσαν, ἀχράντως ταῖς ὅλαις οὐσίαις ἐπιβατεύουσαν καὶ πάντων ἐπέκεινα καὶ πάσης οὐσίας ἐξῃρημένην ὡς ὑπερούσιον καὶ ὑπὲρ τὰ ὄντα οὖσαν, ὑπέρθεον, ὑπεράγαθον, ὑπερπλήρη, τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσαν καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένην ὑπὲρ οὐσίαν καὶ ζωὴν καὶ λόγον καὶ ἔννοιαν, αὐτοφῶς, αὐτοαγαθότητα, αὐτοζωήν, αὐτοουσίαν ὡς μὴ παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν ἤ τι τῶν ὅσα ἐστίν, αὐτὴν δὲ πηγὴν οὖσαν τοῦ εἶναι τοῖς οὖσι, τοῖς ζῶσι τῆς ζωῆς, τοῖς λόγου μετέχουσι τοῦ λόγου, τοῖς πᾶσι πάντων ἀγαθῶν αἰτίαν, πάντα εἰδυῖαν πρὶν γενέσεως αὐτῶν, μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἀρχήν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην τε καὶ προσκυνουμένην μιᾷ προσκυνήσει πιστευομένην τε καὶ λατρευομένην ὑπὸ πάσης λογικῆς κτίσεως ἀσυγχύτως ἡνωμέναις καὶ ἀδιαστάτως διαιρουμέναις, ὃ καὶ παράδοξον. Εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, εἰς ἃ καὶ βεβαπτίσμεθα· οὕτω γὰρ ὁ κύριος τοῖς ἀποστόλοις βαπτίζειν ἐνετείλατο· «Βαπτίζοντες αὐτούς», φάσκων, «εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». Εἰς ἕνα πατέρα, τὴν πάντων ἀρχὴν καὶ αἰτίαν, οὐκ ἔκ τινος γεννηθέντα, ἀναίτιον δὲ καὶ ἀγέννητον μόνον ὑπάρχοντα, πάντων μὲν ποιητήν, ἑνὸς δὲ μόνου πατέρα φύσει τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, κυρίου δὲ καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ παναγίου πνεύματος. Καὶ εἰς ἕνα υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. «Πρὸ πάντων τῶν αἰώνων» λέγοντες δείκνυμεν, ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις· οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ υἱὸς τοῦ θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου θεοῦ, ἀλλ' ἀεὶ ἦν σὺν τῷ πατρὶ καὶ ἐν αὐτῷ ἀιδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγεννημένος· οὐ γὰρ ἦν ποτε ὁ πατήρ, ὅτε οὐκ ἦν ὁ υἱός, ἀλλ' ἅμα πατήρ, ἅμα υἱὸς ἐξ αὐτοῦ γεγεννημένος· πατὴρ γὰρ ἐκτὸς υἱοῦ οὐκ ἂν κληθείη. Εἰ δὲ ἦν μὴ ἔχων υἱόν, οὐκ ἦν πατήρ, καὶ εἰ μετὰ ταῦτα ἔσχεν υἱόν, μετὰ ταῦτα ἐγένετο πατὴρ μὴ ὢν πρὸ τούτου πατὴρ καὶ ἐτράπη ἐκ τοῦ μὴ εἶναι πατὴρ εἰς τὸ γενέσθαι πατήρ, ὅπερ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς γονιμότητος· ἡ δὲ γονιμότης τὸ ἐξ αὐτοῦ ἤγουν ἐκ τῆς ἰδίας οὐσίας ὅμοιον κατὰ φύσιν γεννᾶν. Ἐπὶ μὲν οὖν τῆς τοῦ υἱοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι ἢ μετὰ τὸν πατέρα τὴν τοῦ υἱοῦ γενέσθαι ὕπαρξιν· ἐξ αὐτοῦ γὰρ ἤγουν τῆς τοῦ πατρὸς φύσεώς φαμεν τὴν τοῦ υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς δῶμεν τὸν υἱὸν συνυπάρχειν τῷ πατρὶ ἐξ αὐτοῦ γεγεννημένον, τροπὴν τῆς τοῦ πατρὸς ὑποστάσεως παρεισάγομεν, ὅτι μὴ ὢν πατὴρ ὕστερον ἐγένετο πατήρ· ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ' οὐκ ἐκ τῆς τοῦ θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι βουλήσει καὶ δυνάμει αὐτοῦ παρήχθη, καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ θεοῦ φύσεως. Γέννησις μὲν γάρ ἐστι τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προάγεσθαι τὸ γεννώμενον ὅμοιον κατ' οὐσίαν, κτίσις δὲ καὶ ποίησις τὸ ἔξωθεν καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον ἀνόμοιον παντελῶς. Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος θεοῦ καὶ τὸ γεννᾶν καὶ τὸ κτίζειν ἀπαθές· φύσει γὰρ ὢν ἀπαθὴς καὶ ἄρρευστος ὡς ἁπλοῦς καὶ ἀσύνθετος οὐ πέφυκεν ὑπομένειν πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾶν οὔτε ἐν τῷ κτίζειν οὐδέ τινος συνεργίας δεῖται, ἀλλ' ἡ μὲν γέννησις ἄναρχος καὶ ἀίδιος φύσεως ἔργον οὖσα καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ καὶ ἵνα μὴ θεὸς πρῶτος καὶ θεὸς ὕστερος εἴη καὶ προσθήκην δέξηται. Ἡ δὲ κτίσις ἐπὶ θεοῦ θελήσεως ἔργον οὖσα οὐ συναΐδιός ἐστι τῷ θεῷ, ἐπειδὴ οὐ πέφυκε τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι. Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ θεός– ὁ μὲν γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, ἀλλ' ὅπερ ποιεῖ ἐκ προϋποκειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον ἀλλὰ καὶ προεπινοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενησόμενον, εἶτα καὶ χερσὶν ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχήσας μὴ ἀποβάντος, καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ θεὸς θελήσας μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν–, οὕτως οὐδὲ ὁμοίως γεννᾷ θεὸς καὶ ἄνθρωπος. Ὁ μὲν γὰρ θεὸς ἄχρονος ὢν καὶ ἄναρχος καὶ ἀπαθὴς καὶ ἄρρευστος καὶ ἀσώματος καὶ μόνος καὶ ἀτελεύτητος ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀρρεύστως γεννᾷ καὶ ἐκτὸς συν δυασμοῦ, καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις οὔτε τέλος. Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον, ἀρρεύστως δὲ διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον, ἐκτὸς δὲ συνδυασμοῦ διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα μόνον εἶναι θεὸν ἀπροσδεῆ ἑτέρου, ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως διά τε τὸ ἄναρχον καὶ ἄχρονον καὶ ἀτελεύτητον καὶ ἀεὶ ὡσαύτως ἔχειν· τὸ γὰρ ἄναρχον ἀτελεύτητον, τὸ δὲ χάριτι ἀτελεύτητον οὐ πάντως ἄναρχον ὥσπερ οἱ ἄγγελοι. Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν θεὸς τὸν ἑαυτοῦ λόγον τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ θεὸς ὁ χρόνου ἀνωτέραν ἔχων τήν τε φύσιν καὶ τὴν ὕπαρξιν. Ὁ δὲ ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν καὶ σῶμα περικείμενος καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος· ἐνδεὲς γὰρ τὸ ἄρρεν τῆς τοῦ θήλεος βοηθείας.– Ἀλλ' ἵλεως εἴη ὁ πάντων ἐπέκεινα καὶ πᾶσαν νόησιν καὶ κατάληψιν ὑπερκείμενος. Διδάσκει οὖν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ἅμα πατέρα καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀπαθῶς καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε θεός. Ὥσπερ ἅμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς, καὶ οὐ πρῶτον τὸ πῦρ καὶ μετὰ ταῦτα τὸ φῶς ἀλλ' ἅμα, καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς ἀεὶ γεννώμενον ἀεὶ ἐν αὐτῷ ἐστι μηδαμῶς αὐτοῦ χωριζόμενον, οὕτω καὶ ὁ υἱὸς ἐκ τοῦ πατρὸς γεννᾶται μηδαμῶς αὐτοῦ χωριζόμενος, ἀλλ' ἀεὶ ἐν αὐτῷ ἐστιν. Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώμενον ἀχωρίστως, καὶ ἐν αὐτῷ ἀεὶ μένον οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ, ποιότης γάρ ἐστι φυσικὴ τοῦ πυρός, ὁ δὲ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς ἐκ πατρὸς γεν νηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὴν τοῦ πατρός. Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀχωρίστως γεγεννῆσθαι ἐκ τοῦ πατρός, υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως διὰ τὸ τέλειον καὶ ἐνυπόστατον καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ εἶναι πλὴν τῆς ἀγεννησίας, μονογενὴς δέ, ὅτι μόνος ἐκ μόνου τοῦ πατρὸς μόνως ἐγεννήθη. Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ υἱοῦ τοῦ θεοῦ γεννήσει, οὐδὲ γάρ ἐστιν ἄλλος υἱὸς τοῦ θεοῦ· εἰ γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς ἐκπορεύεται, ἀλλ' οὐ γεννητῶς ἀλλ' ἐκπορευτῶς. Ἄλλος τρόπος ὑπάρξεως οὗτος ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ υἱοῦ γέννησις. Διὸ καὶ πάντα, ὅσα ἔχει ὁ πατήρ, αὐτοῦ εἰσι πλὴν τῆς ἀγεννησίας, ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως, ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὤν (πλάσμα γάρ ἐστι θεοῦ) καὶ ὁ Σὴθ γεννητός (υἱὸς γάρ ἐστιν τοῦ Ἀδάμ) καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς ἐκπορευθεῖσα (οὐ γὰρ ἐγεννήθη αὕτη) οὐ φύσει διαφέρουσιν ἀλλήλων (ἄνθρωποι γάρ εἰσιν), ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ. Χρὴ γὰρ εἰδέναι, ὅτι τὸ ἀγένητον διὰ τοῦ ἑνὸς Νῦ γραφόμενον τὸ ἄκτιστον ἤτοι τὸ μὴ γενόμενον σημαίνει, τὸ δὲ ἀγέννητον διὰ τῶν δύο Νῦ γραφόμενον δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον διαφέρει οὐσία οὐσίας· ἄλλη γὰρ οὐσία ἡ ἄκτιστος ἤτοι ἀγένητος (διὰ τοῦ ἑνὸς Νῦ), καὶ ἄλλη ἡ γενητὴ ἤτοι κτιστή. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐ διαφέρει οὐσία οὐσίας· παντὸς γὰρ εἴδους ζῴων ἡ πρώτη ὑπόστασις ἀγέννητός ἐστιν, ἀλλ' οὐκ ἀγένητος· ἐκτίσθησαν μὲν γὰρ ὑπὸ τοῦ δημιουργοῦ τῷ λόγῳ αὐτοῦ παραχθέντα εἰς γένεσιν, οὐ μὴν ἐγεννήθησαν μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς, ἐξ οὗ γεννηθῶσι. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας θεότητος ὑπέρθεοι ὑποστάσεις (ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι ὑπάρχουσι), κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδαμῶς (μόνος γὰρ ὁ πατὴρ ἀγέννητος· οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι) καὶ μόνος ὁ υἱὸς γεννητός (ἐκ τῆς τοῦ πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται) καὶ μόνον τὸ πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ πατρός, οὐ γεννώμενον ἀλλ' ἐκπορευόμενον. Οὕτω μὲν τῆς θείας διδασκούσης γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως ἀκαταλήπτου ὑπάρχοντος. Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα, τοὐναντίον δὲ ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Διὰ τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς». Εἰ δὲ λέγομεν τὸν πατέρα ἀρχὴν εἶναι τοῦ υἱοῦ καὶ μείζονα, οὐ προτερεύειν αὐτὸν τοῦ υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαίνομεν, «δι' αὐτοῦ γὰρ τοὺς αἰῶνας ἐποίησεν», οὐδὲ καθ' ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτέστιν ὅτι ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐγεννήθη καὶ οὐχ ὁ πατὴρ ἐκ τοῦ υἱοῦ καὶ ὅτι ὁ πατὴρ αἴτιός ἐστι τοῦ υἱοῦ φυσικῶς, ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς τὸ πῦρ φαμεν προέρχεσθαι, ἀλλὰ τὸ φῶς μᾶλλον ἐκ τοῦ πυρός. Ὅτε οὖν ἀκούσωμεν ἀρχὴν καὶ μείζονα τοῦ υἱοῦ τὸν πατέρα, τῷ αἰτίῳ νοήσωμεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας οὐσίας τὸ πῦρ καὶ ἑτέρας τὸ φῶς, οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν πατέρα καὶ τὸν υἱὸν ἑτέρας, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς. Καὶ καθάπερ φαμὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχομένου φωτὸς φαίνειν τὸ πῦρ καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι τοῦ πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν, οὕτω λέγομεν τὸν πατέρα πάντα, ὅσα ποιεῖ, διὰ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ ποιεῖν οὐχ ὡς δι' ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνάμεως. Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν καὶ πάλιν φαμὲν τὸ φῶς τοῦ πυρὸς φωτίζειν, οὕτω πάντα, ὅσα ποιεῖ ὁ πατήρ, ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ. Ἀλλὰ τὸ μὲν φῶς οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται, ὁ δὲ υἱὸς τελεία ὑπόστασίς ἐστι τῆς πατρικῆς ἀχώριστος ὑποστάσεως, ὡς ἀνωτέρω παρεστήσαμεν. Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῇ κτίσει εἰκόνα ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς ἁγίας τριάδος παραδεικνύουσαν. Τὸ γὰρ κτιστὸν καὶ σύνθετον καὶ ῥευστὸν καὶ τρεπτὸν καὶ περιγραπτὸν καὶ σχῆμα ἔχον καὶ φθαρτόν, πῶς σαφῶς δηλώσει τὴν πάντων τούτων ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; Πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς τοῖς πλείοσι τούτων ἐνέχεται καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ φθορᾷ ὑπόκειται. Ὁμοίως πιστεύομεν καὶ εἰς ἓν πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐν υἱῷ ἀναπαυόμενον, τὸ τῷ πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον ὡς ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ τοῦ θεοῦ πνεῦμα, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, θεὸν σὺν πατρὶ καὶ υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργόν, παντοκρατορικόν, παντουργόν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως οὐ δεσποζόμενον, πληροῦν οὐ πληρούμενον, μετεχόμενον οὐ μετέχον, ἁγιάζον οὐχ ἁγιαζόμενον, παράκλητον ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον, κατὰ πάντα ὅμοιον τῷ πατρὶ καὶ τῷ υἱῷ, ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ δι' υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως καὶ δι' ἑαυτοῦ κτίζον καὶ οὐσιοῦν τὰ σύμπαντα καὶ ἁγιάζον καὶ συνέχον, ἐνυπόστατον ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον πατρὸς καὶ υἱοῦ καὶ πάντα ἔχον, ὅσα ἔχει ὁ πατὴρ καὶ ὁ υἱός, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ὁ μὲν γὰρ πατὴρ ἀναίτιος καὶ ἀγέννητος (οὐ γὰρ ἔκ τινος· οὐδὲ ἐξ αὐτοῦ τὸ εἶναι ἔχει οὐδέ τι τῶν ὅσα ἔχει), αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πῶς εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ υἱὸς ἐκ τοῦ πατρὸς γεννητῶς· τὸ δὲ πνεῦμα τὸ ἅγιον καὶ αὐτὸ μὲν ἐκ τοῦ πατρός, ἀλλ' οὐ γεννητῶς ἀλλ' ἐκπορευτῶς. Καὶ ὅτι μὲν ἔστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ υἱοῦ ἐκ τοῦ πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου πνεύματος ἐκπόρευσις. Πάντα οὖν, ὅσα ἔχει ὁ υἱός, καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἔχει καὶ αὐτὸ τὸ εἶναι. Καὶ εἰ μὴ ὁ πατήρ ἐστιν, οὐδὲ ὁ υἱός ἐστιν οὐδὲ τὸ πνεῦμα. Καὶ εἰ μὴ ὁ πατὴρ ἔχει τι, οὐδὲ ὁ υἱὸς ἔχει, οὐδὲ τὸ πνεῦμα. Καὶ διὰ τὸν πατέρα, τουτέστιν διὰ τὸ εἶναι τὸν πατέρα, ἔστιν ὁ υἱὸς καὶ τὸ πνεῦμα. Καὶ διὰ τὸν πατέρα ἔχει ὁ υἱὸς καὶ τὸ πνεῦμα πάντα, ἃ ἔχει, τουτέστι διὰ τὸ τὸν πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως· ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτηριστικῷ τῆς οἰκείας ὑποστάσεως ἀδιαιρέτως διαιρούμεναι. Φαμὲν δὲ ἕκαστον τῶν τριῶν τελείαν ἔχειν ὑπόστασιν, ἵνα μὴ ἐκ τριῶν ἀτελῶν μίαν σύνθετον φύσιν τελείαν γνωρίσωμεν, ἀλλ' ἐν τρισὶ τελείαις ὑποστάσεσι μίαν ἁπλῆν οὐσίαν, ὑπερτελῆ καὶ προτέλειον· πᾶν γὰρ ἐξ ἀτελῶν συγκείμενον σύνθετον πάντως ἐστίν, ἐκ δὲ τελείων ὑποστάσεων, ἀδύνατον σύνθεσιν γενέσθαι. Ὅθεν οὐδὲ λέγομεν τὸ εἶδος ἐξ ὑποστάσεων, ἀλλ' ἐν ὑποστάσεσιν. Ἀτελῶν δὲ εἴπομεν τῶν μὴ σῳζόντων τὸ εἶδος τοῦ ἐξ αὐτῶν ἀποτελουμένου πράγματος. Λίθος μὲν γὰρ καὶ ξύλον καὶ σίδηρος, ἕκαστον καθ' ἑαυτὸ τέλειόν ἐστι κατὰ τὴν ἰδίαν φύσιν, πρὸς δὲ τὸ ἐξ αὐτῶν ἀποτελούμενον οἴκημα ἀτελὲς ἕκαστον αὐτῶν ὑπάρχει· οὐδὲ γάρ ἐστιν ἕκαστον αὐτῶν καθ' ἑαυτὸ οἶκος. Τελείας μὲν οὖν τὰς ὑποστάσεις φαμέν, ἵνα μὴ σύνθεσιν ἐπὶ τῆς θείας νοήσωμεν φύσεως· «σύνθεσις γὰρ ἀρχὴ διαστάσεως». Καὶ πάλιν ἐν ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις λέγομεν, ἵνα μὴ πλῆθος καὶ δῆμον θεῶν εἰσαγάγωμεν. Διὰ μὲν τῶν τριῶν ὑποστάσεων τὸ ἀσύνθετον καὶ ἀσύγχυτον, διὰ δὲ τοῦ ὁμοουσίου καὶ ἐν ἀλλήλαις εἶναι τὰς ὑποστάσεις καὶ τῆς ταυτότητος τοῦ θελήματός τε καὶ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως καὶ τῆς ἐξουσίας καὶ τῆς κινήσεως, ἵν' οὕτως εἴπω, τὸ ἀδιαίρετον καὶ τὸ εἶναι ἕνα θεὸν γνωρίζομεν. Εἷς γὰρ ὄντως θεὸς ὁ θεὸς καὶ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ. Χρὴ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι τὸ πράγματι θεωρεῖσθαι καὶ ἄλλο τὸ λόγῳ καὶ ἐπινοίᾳ. Ἐπὶ μὲν οὖν πάντων τῶν κτισμάτων ἡ μὲν τῶν ὑποστάσεων διαίρεσις πράγματι θεωρεῖται· πράγματι γὰρ ὁ Πέτρος τοῦ Παύλου κεχωρισμένος θεωρεῖται. Ἡ δὲ κοινότης καὶ ἡ συνάφεια καὶ τὸ ἓν λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται. Νοοῦμεν γὰρ τῷ νῷ, ὅτι ὁ Πέτρος καὶ ὁ Παῦλος τῆς αὐτῆς εἰσι φύσεως καὶ κοινὴν μίαν ἔχουσι φύσιν· ἕκαστος γὰρ αὐτῶν ζῷόν ἐστι λογικὸν θνητόν, καὶ ἕκαστος σάρξ ἐστιν ἐμψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Αὕτη οὖν ἡ κοινὴ φύσις τῷ λόγῳ ἐστὶ θεωρητή. Οὐδὲ γὰρ αἱ ὑποστάσεις ἐν ἀλλήλαις εἰσίν· ἰδίᾳ δὲ ἑκάστη καὶ ἀναμέρος ἤγουν καθ' ἑαυτὴν κεχώρισται πλεῖστα τὰ διαιροῦντα αὐτὴν ἐκ τῆς ἑτέρας ἔχουσα· καὶ γὰρ καὶ τόπῳ διεστήκασι καὶ χρόνῳ διαφέρουσι καὶ γνώμῃ μερίζονται καὶ ἰσχύι καὶ μορφῇ εἴτουν σχήματι καὶ ἕξει καὶ κράσει καὶ ἀξίᾳ καὶ ἐπιτηδεύματι καὶ πᾶσι τοῖς χαρακτηριστικοῖς ἰδιώμασι, πλέον δὲ πάντων τῷ μὴ ἐν ἀλλήλαις ἀλλὰ κεχωρισμένως εἶναι. Ὅθεν καὶ δύο καὶ τρεῖς ἄνθρωποι λέγονται καὶ πολλοί. Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἔστιν ἰδεῖν τῆς κτίσεως. Ἐπὶ δὲ τῆς ἁγίας καὶ ὑπερουσίου καὶ πάντων ἐπέκεινα καὶ ἀλήπτου τριάδος τὸ ἀνάπαλιν. Ἐκεῖ γὰρ τὸ μὲν κοινὸν καὶ ἓν πράγματι θεωρεῖται διά τε τὸ συναΐδιον καὶ τὸ ταυτὸν τῆς οὐσίας καὶ τῆς ἐνεργείας καὶ τοῦ θελήματος καὶ τὴν τῆς γνώμης σύμπνοιαν τήν τε τῆς ἐξουσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἀγαθότητος ταυτότητα– οὐκ εἶπον ὁμοιότητα, ἀλλὰ ταυτότητα– καὶ τὸ ἓν ἔξαλμα τῆς κινήσεως· μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, μία ἐξουσία, μία καὶ ἡ αὐτὴ οὐ τρεῖς ὅμοιαι ἀλλή λαις, ἀλλὰ μία καὶ ἡ αὐτὴ κίνησις τῶν τριῶν ὑποστάσεων. «Ἓν γὰρ ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ ἕτερον οὐχ ἧττον ἢ πρὸς ἑαυτό», τουτέστιν ὅτι κατὰ πάντα ἕν εἰσιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως· ἐπινοίᾳ δὲ τὸ διῃρημένον. Ἕνα γὰρ θεὸν γινώσκομεν, ἐν μόναις δὲ ταῖς ἰδιότησι τῆς τε πατρότητος καὶ τῆς υἱότητος καὶ τῆς ἐκπορεύσεως κατά τε τὸ αἴτιον καὶ αἰτιατὸν καὶ τὸ τέλειον τῆς ὑποστάσεως ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον τὴν διαφορὰν ἐννοοῦμεν. Οὔτε γὰρ τοπικὴν διάστασιν ὡς ἐφ' ἡμῶν δυνάμεθα ἐπὶ τῆς ἀπεριγράπτου λέγειν θεότητος– ἐν ἀλλήλαις γὰρ αἱ ὑποστάσεις εἰσίν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ' ὥστε ἔχεσθαι κατὰ τὸν τοῦ κυρίου λόγον· «Ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί», φήσαντος– οὔτε θελήματος διαφορὰν ἢ γνώμης ἢ ἐνεργείας ἢ δυνάμεως ἤ τινος ἑτέρου, ἅτινα τὴν πραγματικὴν καὶ δι' ὅλου ἐν ἡμῖν γεννῶσι διαίρεσιν. Διὸ οὐδὲ τρεῖς θεοὺς λέγομεν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, ἕνα δὲ μᾶλλον θεόν, τὴν ἁγίαν τριάδα, εἰς ἓν αἴτιον υἱοῦ καὶ πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων οὐδὲ συναλειφομένων κατὰ τὴν Σαβελλίου συναίρεσιν– ἑνοῦνται γάρ, ὡς ἔφημεν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ' ὥστε ἔχεσθαι ἀλλήλων· καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσι δίχα πάσης συναλοιφῆς καὶ συμφύρσεως– οὐδὲ ἐξισταμένων ἢ κατ' οὐσίαν τεμνομένων κατὰ τὴν Ἀρείου διαίρεσιν. Ἀμέριστος γὰρ ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων καὶ ἀδιαστάτοις οὖσι μία τοῦ φωτὸς σύγκρασίς τε καὶ συνάφεια. Ὅταν μὲν οὖν πρὸς τὴν θεότητα βλέψωμεν καὶ τὴν πρώτην αἰτίαν καὶ τὴν μοναρχίαν καὶ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵν' οὕτως εἴπω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας καὶ κυριότητος ταυτότητα, ἓν ἡμῖν τὸ φανταζόμενον. Ὅταν δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης ἤ, τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως καὶ ἀδιαστάτως, τουτέστι τὰς ὑποστάσεις τρία τὰ προσκυνούμενα. Εἷς πατὴρ ὁ πατὴρ καὶ ἄναρχος, τουτέστιν ἀναίτιος· οὐ γὰρ ἔκ τινος. Εἷς υἱὸς ὁ υἱὸς καὶ οὐκ ἄναρχος, τουτέστιν οὐκ ἀναίτιος· ἐκ τοῦ πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λάβοις ἀρχήν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων οὐχ ὑπὸ χρόνον. Ἓν πνεῦμα ἅγιον τὸ πνεῦμα, προϊὸν μὲν ἐκ τοῦ πατρός, οὐχ υἱϊκῶς δὲ ἀλλ' ἐκπορευτῶς, οὔτε τοῦ πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν, οὔτε τοῦ υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου (πῶς γάρ;), οὔτε τοῦ πνεύματος ἢ εἰς πατέρα μεταπίπτοντος ἢ εἰς υἱόν, ὅτι ἐκπεπόρευται καὶ ὅτι θεός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μένοι, κινουμένη καὶ μεταπίπτουσα; εἰ γὰρ υἱὸς ὁ πατήρ, οὐ πατὴρ κυρίως· εἷς γὰρ κυρίως πατήρ. Καὶ εἰ πατὴρ ὁ υἱός, οὐ κυρίως υἱός· εἷς γὰρ κυρίως υἱὸς καὶ ἓν πνεῦμα ἅγιον. Χρὴ γινώσκειν, ὅτι τὸν πατέρα οὐ λέγομεν ἔκ τινος· λέγομεν δὲ αὐτὸν τοῦ υἱοῦ πατέρα. Τὸν δὲ υἱὸν οὐ λέγομεν αἴτιον οὐδὲ πατέρα· λέγομεν δὲ αὐτὸν καὶ ἐκ τοῦ πατρὸς καὶ υἱὸν τοῦ πατρός. Τὸ δὲ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ πατρὸς λέγομεν καὶ πνεῦμα πατρὸς ὀνομάζομεν, ἐκ τοῦ υἱοῦ δὲ τὸ πνεῦμα οὐ λέγομεν, πνεῦμα δὲ υἱοῦ ὀνομάζομεν («εἴ τις γὰρ πνεῦμα Χριστοῦ οὐκ ἔχει», φησὶν ὁ θεῖος ἀπόστολος) καὶ δι' υἱοῦ πεφανερῶσθαι καὶ μεταδεδόσθαι ἡμῖν ὁμολογοῦμεν («ἐνεφύσησε» γὰρ καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· «Λάβετε πνεῦμα ἅγιον»), ὥσπερ ἐκ τοῦ ἡλίου μὲν ἥ τε ἀκτὶς καὶ ἡ ἔκλαμψις (αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς τε ἀκτῖνος καὶ τῆς ἐκλάμψεως), διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔκλαμψις ἡμῖν μεταδίδοται καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς καὶ μετεχομένη ὑφ' ἡμῶν. Τὸν δὲ υἱὸν οὔτε τοῦ πνεύματος λέγομεν οὔτε μὴν ἐκ τοῦ πνεύματος.

Intertext edge

Open linked passage

Note