Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
61.1.1
Περὶ τοῦ τεθεῶσθαι τὴν φύσιν τῆς τοῦ κυρίου σαρκὸς καὶ τὸ θέλημα Χρὴ εἰδέναι, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ σύγχυσιν ἡ σὰρξ τοῦ κυρίου τεθεῶσθαι λέγεται καὶ ὁμόθεος καὶ θεὸς γενέσθαι, ὥς φησιν ὁ θεολόγος Γρηγόριος· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη», καὶ «θαρρῶ λέγειν ὁμόθεον», καὶ «ἄνθρωπον γενέσθαι τὸ χρῖσαν καὶ θεὸν τὸ χριόμενον». Ταῦτα γὰρ οὐ κατὰ μεταβολὴν φύσεως, ἀλλὰ κατὰ τὴν οἰκονομικὴν ἕνωσιν, τὴν καθ' ὑπόστασιν λέγω, καθ' ἣν ἀδιασπάστως τῷ θεῷ λόγῳ ἥνωται, καὶ τὴν ἐν ἀλλήλαις τῶν φύσεων περιχώρησιν, ὥς φαμεν καὶ τὴν τοῦ σιδήρου πύρωσιν· ὥσπερ γὰρ τὴν ἐνανθρώπησιν χωρὶς μεταβολῆς καὶ τροπῆς ὁμολογοῦμεν, οὕτω καὶ τὴν θέωσιν γενέσθαι τῆς σαρκὸς δοξάζομεν. Οὔτε γὰρ διότι ὁ λόγος σὰρξ ἐγένετο, τῶν ὅρων ἐξέστη τῆς οἰκείας θεότητος οὔτε τῶν προσόντων αὐτῇ θεοπρεπῶν αὐχημάτων, οὔτε μὴν ἡ σὰρξ θεωθεῖσα τῆς οἰκείας ἐτράπη φύσεως ἢ τῶν αὐτῆς φυσικῶν ἰδιωμάτων. Μεμενήκασι γὰρ καὶ μετὰ τὴν ἕνωσιν αἱ φύσεις ἀσύμφυρτοι καὶ αἱ τούτων ἰδιότητες ἀλώβητοι. Ἡ δὲ τοῦ κυρίου σὰρξ τὰς θείας ἐνεργείας ἐπλούτησε διὰ τὴν πρὸς τὸν λόγον ἀκραιφνεστάτην ἕνωσιν ἤτοι τὴν καθ' ὑπόστασιν οὐδαμῶς τῶν κατὰ φύσιν ἰδίων ὑποστᾶσα ἔκπτωσιν· οὐ γὰρ κατ' οἰκείαν ἐνέργειαν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ λόγον τὰ θεῖα ἐνήργει τοῦ λόγου δι' αὐτῆς τὴν οἰκείαν ἐνδεικνυμένου ἐνέργειαν. Καίει μὲν γὰρ ὁ πεπυρακτωμένος σίδηρος, οὐ φυσικῷ δὲ λόγῳ τὴν καυστικὴν κεκτημένος ἐνέργειαν, ἀλλ' ἐκ τῆς πρὸς τὸ πῦρ ἑνώσεως τοῦτο κτησάμενος. Ἡ αὐτὴ τοιγαροῦν θνητή τε ἦν δι' ἑαυτὴν καὶ ζωοποιὸς διὰ τὴν πρὸς τὸν λόγον καθ' ὑπόστασιν ἕνωσιν. Ὁμοίως καὶ τὴν τοῦ θελήματος θέωσιν οὐχ ὡς μεταβληθείσης τῆς φυσικῆς κινήσεως λέγομεν, ἀλλ' ὡς ἡνωμένης τῷ θείῳ αὐτοῦ καὶ παντοδυνάμῳ θελήματι, καὶ γεγονότος θεοῦ ἐνανθρωπήσαντος θέλημα· ὅθεν θέλων μὲν λαθεῖν οὐκ ἠδυνήθη δι' ἑαυτοῦ εὐδοκήσαντος τοῦ θεοῦ λόγου δειχθῆναι ἐν αὐτῷ ἀληθῶς ὑπάρχον τὸ ἀσθενὲς τοῦ ἀνθρωπίνου θελήματος, θέλων δὲ τὴν τοῦ λεπροῦ ἐνήργησε κάθαρσιν διὰ τὴν πρὸς τὸ θεῖον θέλημα ἕνωσιν. Ἰστέον δέ, ὡς ἡ θέωσις τῆς φύσεως καὶ τοῦ θελήματος ἐμφαντικώτατον καὶ δεικτικώτατόν ἐστι τῶν τε δύο φύσεων καὶ τῶν δύο θελημάτων· ὥσπερ γὰρ ἡ πύρωσις οὐ μεταβάλλει τὴν τοῦ πυρωθέντος φύσιν εἰς τὴν τοῦ πυρός, ἀλλὰ δηλοῖ τό τε πυρωθὲν καὶ τὸ πυρῶσαν, καὶ οὐχ ἑνός, ἀλλὰ δύο ἐστὶ δηλωτικόν, οὕτω καὶ ἡ θέωσις οὐ μίαν φύσιν ἀποτελεῖ σύνθετον, ἀλλὰ τὰς δύο καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν. Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη·» «ὧν» γὰρ εἰπὼν καὶ «τὸ μὲν» καὶ «τὸ δὲ» δύο ἔδειξεν. 62 Ἔτι περὶ θελημάτων καὶ αὐτεξουσίων νοῶν τε καὶ γνώσεων καὶ σοφιῶν Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστὸν πάντως πάντα δώσομεν τά τε τοῦ πατρὸς φυσικὰ τά τε τῆς μητρός· γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικηθὲν νικήσῃ. Οὐκ ἀδύνατος γὰρ ἦν ὁ τὰ πάντα δυνάμενος καὶ τῇ παντοδυνάμῳ αὐτοῦ ἐξουσίᾳ καὶ δυνάμει ἐξελέσθαι τοῦ τυραννοῦντος τὸν ἄνθρωπον, ἀλλ' ἦν ἐγκλήματος τῷ τυραννοῦντι ὑπόθεσις ἄνθρωπον νικήσαντι καὶ ὑπὸ θεοῦ βιασθέντι. Αὐτὸν οὖν τὸν πεσόντα νικητὴν ἀναδεῖξαι βουληθεὶς ὁ συμπαθὴς θεὸς καὶ φιλάνθρωπος, ἄνθρωπος γίνεται τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαλούμενος. Ὅτι δὲ λογικὸν καὶ νοερὸν ζῷον ὁ ἄνθρωπος, οὐδεὶς ἀντερεῖ. Πῶς οὖν ἄνθρωπος γέγονεν, εἰ σάρκα ἄψυχον ἢ ψυχὴν ἄνουν ἀνέλαβεν; Οὐ τοῦτο γὰρ ἄνθρωπος. Τί δὲ καὶ τῆς ἐνανθρωπήσεως ἀπωνάμεθα τοῦ πρωτοπαθήσαντος μὴ σεσωσμένου μηδὲ τῇ συναφείᾳ τῆς θεότητος ἀνακεκαινισμένου τε καὶ νενευρωμένου; «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἀναλαμβάνει τοίνυν ὅλον τὸν ἄνθρωπον καὶ τὸ τούτου κάλλιστον ὑπὸ ἀρρωστίαν πεσόν, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται. Νοῦς δὲ ἄσοφος ἐστερημένος τε γνώσεως οὐκ ἂν εἴη ποτέ· εἰ γὰρ ἀνενέργητος καὶ ἀκίνητος, καὶ ἀνύπαρκτος πάντως. Τὸ κατ' εἰκόνα ἀνακαινίσαι βουλόμενος ὁ θεὸς λόγος γέγονεν ἄνθρωπος. Τί δὲ τὸ κατ' εἰκόνα εἰ μὴ ὁ νοῦς; Τὸ κρεῖττον οὖν παρεὶς τὸ χεῖρον ἀνέλαβε; Νοῦς γὰρ ἐν μεταιχμίῳ ἐστὶ θεοῦ καὶ σαρ κός, τῆς μὲν ὡς σύνοικος, τοῦ θεοῦ δὲ ὡς εἰκών. Νοῦς οὖν νοῒ μίγνυται, καὶ μεσιτεύει νοῦς θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι· εἰ γὰρ ψυχὴν ἄνουν ὁ κύριος ἀνέλαβεν, ἀλόγου ζῴου ψυχὴν ἀνέλαβεν. Εἰ δέ, ὅτι σάρκα γεγενῆσθαι τὸν λόγον, ἔφη ὁ εὐαγγελιστής, ἰστέον ὡς παρὰ τῇ ἁγίᾳ γραφῇ ποτὲ μὲν ψυχὴ λέγεται ὁ ἄνθρωπος ὡς τὸ «ἐν ἑβδομήκοντα πέντε ψυχαῖς εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον», ποτὲ δὲ σὰρξ ὡς τὸ» ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ». Οὐ σὰρξ τοίνυν ἄψυχος οὐδὲ ἄνους, ἀλλ' ἄνθρωπος γέγονεν ὁ κύριος. Φησὶ γοῦν αὐτός· «Τί με δέρεις ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Ἀνέλαβε τοίνυν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἡγεμονικῇ μὲν τῆς σαρκός, ἡγεμονευομένῃ δὲ ὑπὸ τῆς τοῦ λόγου θεότητος. Εἶχε μὲν οὖν φυσικῶς καὶ ὡς θεὸς καὶ ὡς ἄνθρωπος τὸ θέλειν, εἵπετο δὲ καὶ ὑπετάσσετο τῷ αὐτοῦ θελήματι μὴ κινούμενον γνώμῃ ἰδίᾳ, ἀλλὰ ταῦτα θέλον, ἃ τὸ θεῖον αὐτοῦ ἤθελε θέλημα. Παραχωρούσης γὰρ τῆς θείας θελήσεως ἔπασχε τὰ ἴδια φυσικῶς. Ὅτε μὲν γὰρ παρῃτεῖτο τὸν θάνατον, φυσικῶς τῆς θείας αὐτοῦ θελησάσης θελήσεως καὶ παραχωρησάσης παρῃτήσατο τὸν θάνατον, ἠγωνίασέ τε καὶ ἐδειλίασε. Καὶ ὅτε ἤθελεν ἡ θεία αὐτοῦ θέλησις αἱρεῖσθαι τὴν ἀνθρωπίνην αὐτοῦ θέλησιν τὸν θάνατον, ἑκούσιον αὐτῇ τὸ πάθος ἐγίνετο· οὐ γὰρ καθὸ θεὸς μόνον ἑκουσίως ἑαυτὸν παρέδωκεν εἰς θάνατον, ἀλλὰ καὶ καθὸ ἄνθρωπος. Ὅθεν τὴν κατὰ τοῦ θανάτου τόλμαν καὶ ἡμῖν ἐχαρίσατο. Οὕτω γοῦν πρὸ τοῦ σωτηρίου πάθους φησί· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο»· δηλονότι ὡς ἄνθρωπος τὸ ποτήριον πίνειν ἔμελλεν, οὐ γὰρ ὡς θεός. Ὡς ἄνθρωπος τοίνυν θέλει τὸ ποτήριον παρελθεῖν· ταῦτα τῆς φυσικῆς δειλίας τὰ ῥήματα. «Πλὴν μὴ τὸ ἐμὸν γινέσθω θέλημα» ἤτοι καθ' ὅ σου ἑτεροούσιός εἰμι, «ἀλλὰ τὸ σὸν» ἤτοι τὸ ἐμὸν καὶ σόν, καθ' ὅ σου πέφυκα ὁμοούσιος· ταῦτα τῆς εὐτολμίας τὰ ῥήματα. Πρότερον γὰρ τῆς φυσικῆς ἀσθενείας πειραθεῖσα κατ' αἴσθησιν τὴν ἐπὶ τῷ χωρισμῷ τοῦ σώματος καὶ φυσικὴν συμπάθειαν παθοῦσα ἡ τοῦ κυρίου ψυχὴ ὡς ἀληθῶς ἀνθρώπου γενομένου κατ' εὐδοκίαν αὐτοῦ, αὖθις τῷ θείῳ νευρωθεῖσα θελήματι τοῦ θανάτου καταθαρρύνεται. Ἐπειδὴ γὰρ ὁ αὐτὸς ὅλος ἦν θεὸς μετὰ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ θεότητος, αὐτὸς ὡς ἄνθρωπος ἐν ἑαυτῷ καὶ δι' ἑαυτοῦ ὑπέταξε τὸ ἀνθρώπινον τῷ θεῷ καὶ πατρὶ τύπον ἡμῖν ἑαυτὸν ἄριστον καὶ ὑπογραμμὸν διδοὺς καὶ ὑπήκοος τῷ πατρὶ γέγονεν. Αὐτεξουσίως δὲ ἤθελε τῷ τε θείῳ καὶ τῷ ἀνθρωπίνῳ θελήματι· πάσῃ γὰρ λογικῇ φύσει πάντως ἐμπέφυκε τὸ αὐτεξούσιον θέλημα. Εἰς τί γὰρ ἕξει τὸ λογικὸν μὴ αὐτεξουσίως λογιζομένη; Τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζῴοις δημιουργὸς ἐνέσπειρε πρὸς σύστασιν τῆς οἰκείας φύσεως αὐτὰ ἄγουσαν· λόγου γὰρ ἀμοιροῦντα οὐ δύναται ἄγειν, ἀλλ' ἄγεται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Ὅθεν ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή· οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηται. Ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινεῖται καὶ μακαρίζεται οὔτε ὡς κακίαν πράττοντα κολάζεται. Ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυσικὴν ὄρεξιν κινουμένην, ὑπὸ δὲ τοῦ λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην ἐπὶ τῶν φυλασσόντων τὸ κατὰ φύσιν· τοῦ γὰρ λόγου τὸ προτέρημα τοῦτό ἐστιν, ἡ αὐτεξούσιος θέλησις, ἥντινα φυσικὴν ἐν τῷ λογικῷ φαμεν κίνησιν. Διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται καὶ ὡς κακίαν μετιοῦσα κολάζεται. Ὥστε ἤθελε μὲν αὐτεξουσίως κινουμένη ἡ τοῦ κυρίου ψυχή, ἀλλ' ἐκεῖνα αὐτεξουσίως ἤθελεν, ἃ ἡ θεία αὐτοῦ θέλησις ἤθελε θέλειν αὐτήν· οὐ γὰρ νεύματι τοῦ λόγου ἡ σὰρξ ἐκινεῖτο (καὶ Μωσῆς γὰρ καὶ πάντες οἱ ἅγιοι νεύματι θείῳ ἐκινοῦντο), ἀλλ' ὁ αὐτὸς εἷς ὢν θεός τε καὶ ἄνθρωπος κατά τε τὴν θείαν καὶ τὴν ἀνθρωπίνην ἤθελε θέλησιν. Διὸ οὐ γνώμῃ, φυσικῇ δὲ μᾶλλον δυνάμει αἱ δύο τοῦ κυρίου θελήσεις διέφερον ἀλλήλων. Ἡ μὲν γὰρ θεία αὐτοῦ θέλησις ἄναρχός τε ἦν καὶ παντουργός, ἑπομένην ἔχουσα τὴν δύναμιν καὶ ἀπαθής, ἡ δὲ ἀνθρωπίνη αὐτοῦ θέλησις ἀπὸ χρόνου τε ἤρξατο καὶ αὐτὴ τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπέμεινε καὶ φυσικῶς οὐ παντοδύναμος ἦν, ὡς δὲ τοῦ θεοῦ λόγου ἀληθῶς καὶ κατὰ φύσιν γενομένη καὶ παντοδύναμος. 63 Περὶ τῆς θεανδρικῆς ἐνεργείασ Ὁ μακάριος Διονύσιος «καινήν τινα θεανδρικὴν ἐνέργειαν» φήσας τὸν Χριστὸν «ἡμῖν πεπολιτευμένον», οὐκ ἀναιρῶν τὰς φυσικὰς ἐνεργείας μίαν ἐνέργειαν ἔκ τε τῆς ἀνθρωπίνης καὶ τῆς θείας γεγενημένην φησίν– οὕτω γὰρ ἂν καὶ μίαν φύσιν εἴποιμεν καινήν, ἐκ θείας τε καὶ ἀνθρωπίνης φύσεως γεγενημένην· «ὧν γὰρ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία» κατὰ τοὺς ἁγίους πατέρας–, ἀλλὰ θέλων δεῖξαι τὸν καινὸν καὶ ἀπόρρητον τρόπον τῆς τῶν φυσικῶν τοῦ Χριστοῦ ἐνεργειῶν ἐκφάνσεως τῷ ἀπορρήτῳ τρόπῳ τῆς εἰς ἄλληλα τῶν Χριστοῦ φύσεων περιχωρήσεως προσφόρως καὶ τὴν κατὰ ἄνθρωπον αὐτοῦ πολιτείαν ξένην καὶ παράδοξον καὶ τῇ φύσει τῶν ὄντων ἄγνωστον καὶ τὸν τρόπον τῆς κατὰ τὴν ἀπόρρητον ἕνωσιν ἀντιδόσεως· οὐ διῃρημένας γάρ φαμεν τὰς ἐνεργείας οὐδὲ διῃρημένως ἐνεργούσας τὰς φύσεις, ἀλλ' ἡνωμένας, ἑκάστην μετὰ τῆς θατέρου κοινωνίας ἐνεργοῦσαν τοῦθ', ὅπερ ἴδιον ἔσχηκεν. Οὔτε γὰρ τὰ ἀνθρώπινα ἀνθρωπίνως ἐνήργησεν (οὐ γὰρ ψιλὸς ἦν ἄνθρωπος) οὐδὲ τὰ θεῖα κατὰ θεὸν μόνον (οὐ γὰρ ἦν γυμνὸς θεός), ἀλλὰ θεὸς ὁμοῦ ὑπάρχων καὶ ἄνθρωπος. Ὥσπερ γὰρ τῶν φύσεων τὴν ἕνωσιν καὶ τὴν φυσικὴν διαφορὰν ἐπιστάμεθα, οὕτω καὶ τῶν φυσικῶν θελημάτων τε καὶ ἐνεργειῶν. Ἰστέον τοιγαροῦν, ὡς ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποτὲ μὲν ὡς ἐπὶ δύο φύσεων τὸν λόγον ποιούμεθα, ποτὲ δὲ ὡς ἐφ' ἑνὸς προσώπου, καὶ τοῦτο δὲ κἀκεῖνο εἰς μίαν ἀναφέρεται ἔννοιαν· αἱ γὰρ δύο φύσεις εἷς ἐστι Χριστός, καὶ ὁ εἷς Χριστὸς δύο φύσεις ἐστί. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν· Ἐνεργεῖ ὁ Χριστὸς καθ' ἑκατέραν τῶν αὐτοῦ δύο φύσεων, καὶ «ἐνεργεῖ ἑκατέρα φύσις ἐν τῷ Χριστῷ μετὰ τῆς θατέρου κοινωνίας». Κοινωνεῖ τοίνυν ἡ μὲν θεία φύσις τῇ σαρκὶ ἐνεργούσῃ διὰ τὸ εὐδοκίᾳ τῆς θείας θελήσεως παραχωρεῖσθαι πάσχειν καὶ πράττειν τὰ ἴδια καὶ διὰ τὸ τὴν ἐνέργειαν τῆς σαρκὸς πάντως εἶναι σωτήριον, ὅπερ οὐ τῆς ἀνθρωπίνης ἐνεργείας ἐστίν, ἀλλὰ τῆς θείας. Ἡ δὲ σὰρξ τῇ θεότητι τοῦ λόγου ἐνεργούσῃ διά τε τὸ ὡς δι' ὀργάνου τοῦ σώματος τὰς θείας ἐκτελεῖσθαι ἐνεργείας καὶ διὰ τὸ ἕνα εἶναι τὸν ἐνεργοῦντα θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως. Εἰδέναι γὰρ χρή, ὡς ὁ ἅγιος αὐτοῦ νοῦς καὶ τὰς φυσικὰς αὐτοῦ ἐνεργεῖ ἐνεργείας, νοῶν καὶ γινώσκων, ὅτι ἐστὶ θεοῦ νοῦς καὶ ὅτι ὑπὸ πάσης προσκυνεῖται τῆς κτίσεως, καὶ μεμνημένος τῶν ἐπὶ τῆς γῆς αὐτοῦ διατριβῶν τε καὶ παθῶν, κοινωνεῖ δὲ ἐνεργούσῃ τῇ τοῦ λόγου θεότητι καὶ διεπούσῃ καὶ κυβερνώσῃ τὸ πᾶν, νοῶν καὶ γινώσκων καὶ διέπων οὐχ ὡς ψιλὸς ἀνθρώπου νοῦς, ἀλλ' ὡς θεῷ καθ' ὑπόστασιν ἡνωμένος καὶ θεοῦ νοῦς χρηματίσας. Τοῦτο οὖν δηλοῖ ἡ θεανδρικὴ ἐνέργεια, ὅτι ἀνδρωθέντος θεοῦ ἤγουν ἐνανθρωπήσαντος καὶ ἡ ἀνθρωπίνη αὐτοῦ ἐνέργεια θεία ἦν ἤγουν τεθεωμένη καὶ οὐκ ἄμοιρος τῆς θείας αὐτοῦ ἐνεργείας καὶ ἡ θεία αὐτοῦ ἐνέργεια οὐκ ἄμοιρος τῆς ἀνθρωπίνης αὐτοῦ ἐνεργείας, ἀλλ' ἑκατέρα σὺν τῇ ἑτέρᾳ θεωρουμένη. Λέγεται δὲ ὁ τρόπος οὗτος περίφρασις, ὅταν τις δύο τινὰ διὰ μιᾶς περιλάβῃ λέξεως. Ὥσπερ γὰρ μίαν τὴν τετμημένην καῦσιν λέγομεν καὶ τὴν κεκαυμένην τομὴν τῆς πεπυρακτωμένης μαχαίρας, ἄλλην δὲ ἐνέργειάν φαμεν τὴν τομὴν καὶ ἄλλην τὴν καῦσιν καὶ ἄλλης καὶ ἄλλης φύσεως, τοῦ μὲν πυρὸς τὴν καῦσιν, τοῦ δὲ σιδήρου τὴν τομήν, οὕτω μίαν τοῦ Χριστοῦ θεανδρικὴν ἐνέργειαν λέγοντες δύο τὰς ἐνεργείας νοοῦμεν τῶν δύο φύσεων αὐτοῦ, τῆς μὲν θεότητος αὐτοῦ τὴν θείαν καὶ τῆς ἀνθρωπότητος αὐτοῦ τὴν ἀνθρωπίνην ἐνέργειαν. 64 Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτίας· αὕτη γὰρ οὐ φυσική ἐστιν οὐδὲ ὑπὸ τοῦ δημιουργοῦ ἡμῖν ἐνσπαρεῖσα, ἀλλ' ἐκ τῆς τοῦ διαβόλου ἐπισπορᾶς ἐν τῇ ἡμετέρᾳ αὐτεξουσίῳ προαιρέσει ἑκουσίως συνισταμένη, οὐ βίᾳ ἡμῶν κρατοῦσα. Φυσικὰ δὲ καὶ ἀδιάβλητα πάθη εἰσὶ τὰ οὐκ ἐφ' ἡμῖν, ὅσα ἐκ τῆς ἐπὶ τῇ παραβάσει κατακρίσεως εἰς τὸν ἀνθρώπινον εἰσῆλθε βίον· οἷον πεῖνα, δίψα, κόπος, πόνος, τὸ δάκρυον, ἡ φθορά, ἡ τοῦ θανάτου παραίτησις, ἡ δειλία, ἡ ἀγωνία (ἐξ ἧς οἱ ἱδρῶτες, οἱ θρόμβοι τοῦ αἵματος), ἡ διὰ τὸ ἀσθενὲς τῆς φύσεως ὑπὸ τῶν ἀγγέλων βοήθεια καὶ τὰ τοιαῦτα, ἅτινα πᾶσι τοῖς ἀνθρώποις φυσικῶς ἐνυπάρχουσι. Πάντα τοίνυν ἀνέλαβεν, ἵνα πάντα ἁγιάσῃ. Ἐπειράσθη καὶ ἐνίκησεν, ἵνα ἡμῖν τὴν νίκην πραγματεύσηται καὶ δῷ τῇ φύσει δύναμιν νικᾶν τὸν ἀντίπαλον, ἵνα ἡ φύσις ἡ πάλαι νικηθεῖσα, δι' ὧν προσβολῶν ἐνικήθη, διὰ τούτων νικήσῃ τὸν πάλαι νικήσαντα. Ὁ μὲν οὖν πονηρὸς ἔξωθεν προσέβαλεν οὐ διὰ λογισμῶν ὥσπερ καὶ τῷ Ἀδάμ· κἀκείνῳ γὰρ οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τοῦ ὄφεως. Ὁ δὲ κύριος τὴν προσβολὴν ἀπεκρούσατο καὶ ὡς καπνὸν διέλυσεν, ἵνα προσβαλόντα αὐτῷ τὰ πάθη καὶ νικηθέντα καὶ ἡμῖν εὐκαταγώνιστα γένηται καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται. Ἀμέλει τὰ φυσικὰ ἡμῶν πάθη κατὰ φύσιν καὶ ὑπὲρ φύσιν ἦσαν ἐν τῷ Χριστῷ. Κατὰ φύσιν μὲν γὰρ ἐκινεῖτο ἐν αὐτῷ, ὅτε παρεχώρει τῇ σαρκὶ πάσχειν τὰ ἴδια· ὑπὲρ φύσιν δέ, οὐ γὰρ προηγεῖτο ἐν τῷ κυρίῳ τῆς θελήσεως τὰ φυσικά· οὐδὲν γὰρ ἠναγκασμένον ἐπ' αὐτοῦ θεωρεῖται, ἀλλὰ πάντα ἑκούσια· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐδειλίασε, θέλων ἀπέθανεν. 65 Περὶ ἀγνοίας καὶ δουλείασ Δεῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβεν φύσιν· καὶ γὰρ δούλη ἐστὶν ἡ ἀνθρώπου φύσις τοῦ ποιήσαντος αὐτὴν θεοῦ καὶ οὐκ ἔχει τὴν τῶν μελλόντων γνῶσιν. «Ἐὰν οὖν» κατὰ τὸν θεολόγον Γρηγόριον «χωρίσῃς τὸ ὁρώμενον τοῦ νοουμένου», δούλη τε λέγεται καὶ ἀγνοοῦσα ἡ σάρξ, διὰ δὲ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν ἀδιάσπαστον ἕνωσιν κατεπλούτησεν ἡ τοῦ κυρίου ψυχὴ τὴν τῶν μελλόντων γνῶσιν ὡς καὶ τὰς λοιπὰς θεοσημίας. Ὥσπερ γὰρ ἡ σὰρξ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἔστι ζωοποιός (ἡ δὲ τοῦ κυρίου σὰρξ ἑνωθεῖσα καθ' ὑπόστασιν αὐτῷ τῷ θεῷ λόγῳ τῆς μὲν κατὰ φύσιν θνητότητος οὐκ ἀπέστη, ζωοποιὸς δὲ γέγονε διὰ τὴν πρὸς τὸν λόγον καθ' ὑπόστασιν ἕνωσιν) καὶ οὐ δυνάμεθα λέγειν, ὅτι οὐκ ἦν καὶ ἔστιν ἀεὶ ζωοποιός, οὕτως ἡ μὲν ἀνθρωπίνη φύσις οὐσιωδῶς οὐ κέκτηται τῶν μελλόντων τὴν γνῶσιν· ἡ δὲ τοῦ κυρίου ψυχὴ διὰ τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν καὶ τὴν ὑποστατικὴν ταυτότητα κατεπλούτησεν, ὡς ἔφην, μετὰ τῶν λοιπῶν θεοσημιῶν καὶ τὴν τῶν μελλόντων γνῶσιν. Ἰστέον δέ, ὅτι οὔτε δοῦλον αὐτὸν λέγειν δυνάμεθα· τὸ γὰρ τῆς δουλείας καὶ τῆς δεσποτείας ὄνομα οὐ φύσεώς εἰσι γνωρίσματα, ἀλλὰ τῶν πρός τι, ὥσπερ τὸ τῆς πατρότητος καὶ τῆς υἱότητος. Ταῦτα γὰρ οὐκ οὐσίας, ἀλλὰ σχέσεώς εἰσι δηλωτικά. Ὥσπερ οὖν ἐπὶ τῆς ἀγνοίας εἴπομεν, ὅτι, ἐὰν ἰσχναῖς ἐπινοίαις ἤτοι νοῦ λεπταῖς φαντασίαις διέλῃς τὸ κτιστὸν ἐκ τοῦ ἀκτίστου, δούλη ἐστὶν ἡ σάρξ, εἰ μὴ ἥνωτο τῷ θεῷ λόγῳ. Ἅπαξ δὲ ἑνωθεῖσα καθ' ὑπόστασιν πῶς ἔσται δούλη; Εἷς γὰρ ὢν ὁ Χριστὸς οὐ δύναται δοῦλος ἑαυτοῦ εἶναι κύριος ὤν· ταῦτα γὰρ οὐ τῶν ἁπλῶς λεγομένων εἰσίν, ἀλλὰ πρὸς ἕτερον. Τίνος οὖν ἔσται δοῦλος; Τοῦ πατρός; Οὐκοῦν οὐ πάντα, ὅσα ἔχει ὁ πατήρ, καὶ τοῦ υἱοῦ εἰσιν, εἴπερ τοῦ πατρός ἐστι δοῦλος, ἑαυτοῦ δὲ οὐδαμῶς. Πῶς δὲ περὶ ἡμῶν λέγει ὁ ἀπόστολος· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός», δι' αὐτοῦ υἱοθετηθέντων, εἴπερ αὐτὸς δοῦλός ἐστι; Προσηγορικῶς οὖν λέγεται δοῦλος οὐκ αὐτὸς ὢν τοῦτο, δι' ἡμᾶς δὲ δούλου μορφὴν εἰληφὼς καὶ δοῦλος μεθ' ἡμῶν κεκλημένος. Ἀπαθὴς γὰρ ὢν δι' ἡμᾶς ἐδούλευσε πάθεσι καὶ διάκονος τῆς ἡμῶν σωτηρίας γέγονεν. Οἱ δὲ λέγοντες αὐτὸν δοῦλον διιστῶσι τὸν ἕνα Χριστὸν εἰς δύο καθάπερ Νεστόριος. Ἡμεῖς δὲ δεσπότην αὐτόν φαμεν καὶ κύριον πάσης τῆς κτίσεως, τὸν ἕνα Χριστόν, τὸν αὐτὸν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, καὶ πάντα εἰδέναι· «ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι». 66 Περὶ προκοπῆσ Προκόπτειν δὲ λέγεται «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», τῇ μὲν ἡλικίᾳ αὔξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄγων, ἔτι δὲ τὴν τῶν ἀνθρώπων ἐν σοφίᾳ καὶ χάριτι προκοπὴν καὶ τὴν τελείωσιν τῆς τοῦ πατρὸς εὐδοκίας ἤγουν τὴν τῶν ἀνθρώπων θεογνωσίαν τε καὶ σωτηρίαν οἰκείαν προκοπὴν ποιούμενος καὶ οἰκειούμενος πανταχοῦ τὸ ἡμέτερον. Οἱ δὲ προκόπτειν αὐτὸν λέγοντες σοφίᾳ καὶ χάριτι ὡς προσθήκην τούτων δεχόμενον οὐκ ἐξ ἄκρας ὑπάρξεως τῆς σαρκὸς γεγενῆσθαι τὴν ἕνωσιν λέγουσιν οὐδὲ τὴν καθ' ὑπόστασιν ἕνωσιν πρεσβεύουσι, Νεστορίῳ δὲ τῷ ματαιόφρονι πειθόμενοι σχετικὴν ἕνωσιν καὶ ψιλὴν ἐνοίκησιν τερατεύονται, «μὴ γινώσκοντες, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται». Εἰ γὰρ ἀληθῶς ἡνώθη τῷ θεῷ λόγῳ ἡ σὰρξ ἐξ ἄκρας ὑπάρξεως, μᾶλλον δὲ ἐν αὐτῷ ὑπῆρξε καὶ τὴν ὑποστατικὴν πρὸς αὐτὸν ἔσχε ταυτότητα, πῶς οὐ τελείως κατεπλούτησε πᾶσαν σοφίαν καὶ χάριν, οὐκ αὐτὴ τῆς χάριτος μεταλαμβάνουσα οὐδὲ κατὰ χάριν τῶν τοῦ λόγου μετέχουσα, ἀλλὰ μᾶλλον διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν τῶν τε ἀνθρωπίνων τῶν τε θείων τοῦ ἑνὸς Χριστοῦ γεγονότων, ἐπειδὴ ὁ αὐτὸς ἦν θεός τε ὁμοῦ καὶ ἄνθρωπος τὴν χάριν καὶ τὴν σοφίαν καὶ πάντων τῶν ἀγαθῶν τὴν πληρότητα κόσμῳ πηγάζουσα; 67 Περὶ δειλίασ Τὸ τῆς δειλίας ὄνομα διπλῆν ἔχει τὴν ἔννοιαν. Ἔστι γὰρ δειλία φυσικὴ μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος διὰ τὴν ἐξ ἀρχῆς ὑπὸ τοῦ δημιουργοῦ ἐντεθεῖσαν αὐτῇ φυσικὴν συμπάθειάν τε καὶ οἰκειότητα, δι' ἣν φυσικῶς φοβεῖται καὶ ἀγωνιᾷ καὶ παραιτεῖται τὸν θάνατον. Ἧς ὅρος· «Κατὰ φύσιν δειλία ἐστὶ δύναμις κατὰ συστολὴν τοῦ ὄντος ἀνθεκτική». Εἰ γὰρ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὑπὸ τοῦ δημιουργοῦ τὰ πάντα, τοῦ εἶναι καὶ οὐ τοῦ μὴ εἶναι τὴν ἔφεσιν ἔχει φυσικῶς. Τούτων δὲ κατὰ φύσιν ἴδιον ἡ πρὸς τὰ συστατικὰ ὁρμή. Καὶ ὁ θεὸς λόγος τοίνυν ἄνθρωπος γενόμενος ἔσχε ταύτην τὴν ἔφεσιν ἐν μὲν τοῖς συστατικοῖς τῆς φύσεως τὴν ὁρμὴν ἐνδειξάμενος βρώσεώς τε καὶ πόσεως, ὕπνου τε ἐφιέ μενος καὶ φυσικῶς ἐν πείρᾳ τούτων γενόμενος, ἐν δὲ τοῖς φθαρτικοῖς τὴν ὁρμὴν ὡς τῷ καιρῷ τοῦ πάθους ἑκουσίως τὴν πρὸς τὸν θάνατον συστολὴν ποιήσασθαι. Εἰ γὰρ καὶ νόμῳ φύσεως ἐγίνετο τὰ γινόμενα, ἀλλ' οὐ καθ' ἡμᾶς ἠναγκασμένως· ἑκουσίως γὰρ τὰ φυσικὰ θέλων κατεδέξατο. Ὥστε αὕτη ἡ δειλία καὶ ὁ φόβος καὶ ἀγωνία τῶν φυσικῶν ἐστι καὶ ἀδιαβλήτων παθῶν καὶ μὴ ὑποκειμένων ἁμαρτίᾳ. Ἔστι πάλιν δειλία ἡ ἐκ προδοσίας λογισμῶν συνισταμένη ἢ καὶ ἀπιστίας καὶ τοῦ ἀγνοεῖν τὴν τοῦ θανάτου ὥραν, ὡς ὅταν νυκτὸς δειλιῶμεν ψόφου τινὸς γινομένου· ἥτις παρὰ φύσιν ἐστίν, ἣν καὶ ὁριζόμενοι λέγομεν· «Παρὰ φύσιν δειλία ἐστὶ παράλογος συστολή». Ταύτην ὁ κύριος οὐ προσήκατο· διὸ οὐδὲ ἐδειλίασέ ποτε εἰ μὴ ἐν τῷ τοῦ πάθους καιρῷ, εἰ καὶ οἰκονομικῶς ἑαυτὸν συνέστελλε πολλάκις· οὐ γὰρ ἠγνόει τὸν καιρόν. Ὅτι δὲ ἀληθῶς ἐδειλίασε, φησὶν ὁ ἱερὸς Ἀθανάσιος ἐν τῷ κατὰ Ἀπολιναρίου λόγῳ· «Διὰ τοῦτο ὁ κύριος ἔλεγεν· «Νῦν ἡ ψυχή μου τετάρακται». Τὸ δὲ «νῦν» τοῦτό ἐστιν, ὅτε ἠθέλησεν, ὅμως μέντοι τὸ ὂν ἐπιδείκνυται· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν ὡς δοκήσει γινομένων τῶν λεγομένων. Φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο». Καὶ μεθ' ἕτερα· «Οὐδαμῶς δὲ θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος οὐδὲ ταραχὴν καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταρασσομένης οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης, ἀλλὰ γὰρ κἂν μὴ ἡττήματι φύσεως συνέβαινε τὰ γινόμενα, ἀλλ' ἐπιδείξει ὑπάρξεως ἐγίνετο τὰ γινόμενα». Τὸ δὲ «ἡττήματι φύσεως μὴ συμβαίνειν τὰ γινόμενα» τὸ μὴ ἀκουσίως ταῦτα ὑπομένειν δηλοῖ. 68 Περὶ τῆς τοῦ κυρίου προσευχῆσ Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς θεὸν ἢ αἴτησις τῶν προσηκόντων παρὰ θεοῦ. Πῶς οὖν ὁ κύριος ἐπὶ Λαζάρου καὶ τῷ καιρῷ τοῦ πάθους προσηύχετο; Οὔτε γὰρ ἀναβάσεως τῆς πρὸς τὸν θεὸν ἐδεῖτο ὁ ἅγιος αὐτοῦ νοῦς ἅπαξ καθ' ὑπόστασιν τῷ θεῷ λόγῳ ἡνωμένος οὔτε τῆς παρὰ θεοῦ αἰτήσεως· εἷς γάρ ἐστιν ὁ Χριστός· ἀλλὰ τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον καὶ τυπῶν ἐν ἑαυτῷ τὸ ἡμέτερον καὶ ὑπογραμμὸς ἡμῖν γινόμενος καὶ διδάσκων ἡμᾶς παρὰ θεοῦ αἰτεῖν καὶ πρὸς αὐτὸν ἀνατείνεσθαι καὶ διὰ τοῦ ἁγίου αὐτοῦ νοῦ ὁδοποιῶν ἡμῖν τὴν πρὸς θεὸν ἀνάβασιν. Ὥσπερ γὰρ τὰ πάθη ὑπέμεινεν ἡμῖν τὴν κατ' αὐτῶν νίκην βραβεύων, οὕτω καὶ προσεύχεται ἡμῖν ὁδοποιῶν, ὡς ἔφην, τὴν πρὸς θεὸν ἀνάβασιν καὶ καταλλάττων ἡμῖν τὸν ἑαυτοῦ πατέρα καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τοῦτον τιμῶν καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος. Ὅτε μὲν γὰρ ἔλεγεν ἐπὶ Λαζάρου· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστηκότα ὄχλον εἶπον, ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας», οὐ πᾶσι σαφέστατον πέφυκεν, ὅτι ὡς ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν τιμῶν τὸν ἑαυτοῦ πατέρα καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος; Ὅτε δὲ ἔλεγε· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ», οὐ παντί που δῆλόν ἐστιν, ὡς διδάσκων ἡμᾶς ἐν τοῖς πειρασμοῖς παρὰ μόνου θεοῦ αἰτεῖν τὴν βοήθειαν καὶ τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος καὶ δεικνύς, ὡς ἀληθῶς τὰ τῆς ἡμετέρας ᾠκειώσατο φύσεως ὅτι τε κατὰ ἀλήθειαν δύο θελήματα φυσικὰ μὲν καὶ τῶν αὐτοῦ κατάλληλα φύσεων, ἀλλ' οὐχ ὑπεναντία κέκτηται; «Πάτερ», φησὶν ὡς ὁμοούσιος, «εἰ δυνατόν», οὐκ ἀγνοῶν– τί δὲ καὶ τῷ θεῷ ἀδύνατον;–, ἀλλὰ παιδαγωγῶν ἡμᾶς τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος· τοῦτο γὰρ μόνον ἀδύνατον, ὃ θεὸς οὐ βούλεται οὐδὲ παραχωρεῖ. «Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ», ὡς μὲν θεὸς ταυτοτελὴς ὢν τῷ πατρί, ὡς δὲ ἄνθρωπος τὸ τῆς ἀνθρωπότητος πεφυκὸς ἐνδείκνυται θέλημα· τοῦτο γὰρ φυσικῶς παραιτεῖται τὸν θάνατον. Τὸ δὲ «θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;» τὸ ἡμέτερον οἰκειούμενος ἔφησε πρόσωπον· οὔτε γὰρ θεὸς αὐτοῦ ὁ πατήρ, εἰ μή γε διαιρεθέντος ἰσχναῖς τοῦ νοῦ φαντασίαις τοῦ ὁρωμένου ἐκ τοῦ νοουμένου, τάσσοιτο μεθ' ἡμῶν, οὔτε κατελείφθη ὑπὸ τῆς οἰκείας θεότητος, ἀλλ' ἡμεῖς ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι. Ὥστε τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον ταῦτα προσηύξατο. 69 Περὶ οἰκειώσεωσ Χρὴ εἰδέναι, ὡς δύο οἰκειώσεις· μία φυσικὴ καὶ οὐσιώδης, καὶ μία προσωπικὴ καὶ σχετική. Φυσικὴ μὲν οὖν καὶ οὐσιώδης, καθ' ἣν διὰ φιλανθρωπίαν ὁ κύριος τήν τε φύσιν ἡμῶν καὶ τὰ φυσικὰ πάντα ἀνέλαβε φύσει καὶ ἀληθείᾳ γενόμενος ἄνθρωπος καὶ τῶν φυσικῶν ἐν πείρᾳ γενόμενος· προσωπικὴ δέ, ὅτε τις τὸ ἑτέρου ὑποδύεται πρόσωπον διὰ σχέσιν, οἶκτόν φημι ἢ ἀγάπην, καὶ ἀντ' αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιεῖται λόγους μηδὲν αὐτῷ προσήκοντας, καθ' ἣν τήν τε κατάραν καὶ τὴν ἐγκατάλειψιν ἡμῶν καὶ τὰ τοιαῦτα οὐκ ὄντα φυσικά, οὐκ αὐτὸς ταῦτα ὢν ἢ γενόμενος ᾠκειώσατο, ἀλλὰ τὸ ἡμέτερον ἀναδεχόμενος πρόσωπον καὶ μεθ' ἡμῶν τασσόμενος. 70 Περὶ τοῦ πάθους τοῦ σώματος τοῦ κυρίου καὶ τῆς ἀπαθείας τῆς αὐτοῦ θεότητοσ Αὐτὸς οὖν ὁ τοῦ θεοῦ λόγος πάντα ὑπέμεινε σαρκὶ τῆς θείας καὶ μόνης ἀπαθοῦς αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Τοῦ γὰρ ἑνὸς Χριστοῦ τοῦ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος συντεθειμένου, ἐν θεότητί τε καὶ ἀνθρωπότητι ὄντος, πάσχοντος τὸ μὲν παθητὸν ὡς πεφυκὸς πάσχειν ἔπασχεν, οὐ συνέπασχε δὲ τὸ ἀπαθές. Ἡ μὲν γὰρ ψυχὴ παθητὴ οὖσα, τοῦ σώματος τεμνομένου αὐτὴ μὴ τεμνομένη συναλγεῖ καὶ συμπάσχει τῷ σώματι· ἡ δὲ θεότης ἀπαθὴς οὖσα, οὐ συνέπασχε τῷ σώματι. Ἰστέον δέ, ὅτι θεὸν μὲν σαρκὶ παθόντα φαμέν, θεότητα δὲ σαρκὶ παθοῦσαν ἢ θεὸν διὰ σαρκὸς παθόντα οὐδαμῶς. Ὥσπερ γὰρ ἡλίου δένδρῳ ἐπιλάμποντος εἰ ἀξίνη τέμνοι τὸ δένδρον, ἄτμητος καὶ ἀπαθὴς διαμένει ὁ ἥλιος, πολλῷ μᾶλλον ἡ ἀπαθὴς τοῦ λόγου θεότης καθ' ὑπόστασιν ἡνωμένη τῇ σαρκὶ τῆς σαρκὸς πασχούσης διαμένει ἀπαθής. Καὶ ὥσπερ, εἴ τις πεπυρακτωμένῳ σιδήρῳ ἐπιχέοι ὕδωρ, τὸ μὲν πέφυκε πάσχειν ὑπὸ τοῦ ὕδατος (τὸ πῦρ λέγω, σβέννυται γάρ), ἀβλαβὴς δὲ διαμένει ὁ σίδηρος (οὐ πέφυκε γὰρ ὑπὸ τοῦ ὕδατος διαφθείρεσθαι), πολλῷ πλέον τῆς σαρκὸς πασχούσης ἡ μόνη ἀπαθὴς θεότης τὸ πάθος οὐ προσήκατο καὶ ἀχώριστος αὐτῆς διαμένουσα· οὐκ ἀνάγκη γὰρ παντελῶς καὶ ἀνελλιπῶς ἐοικέναι τὰ παραδείγματα. Ἀνάγκη γὰρ ἐν τοῖς παραδείγμασι καὶ τὸ ὅμοιον θεωρεῖσθαι καὶ τὸ παρηλλαγμένον, ἐπεὶ οὐ παράδειγμα· τὸ γὰρ ἐν πᾶσιν ὅμοιον ταὐτὸν ἂν εἴη καὶ οὐ παράδειγμα, καὶ μάλιστα ἐπὶ τῶν θείων. Ἀδύνατον γὰρ ἐν πᾶσιν ὅμοιον εὑρεῖν παράδειγμα, ἐπί τε τῆς θεολογίας, ἐπί τε τῆς οἰκονομίας.

Intertext edge

Open linked passage

Note