Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
71.1.1
Περὶ τοῦ ἀχώριστον διαμεῖναι τὴν τοῦ λόγου θεότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν τῷ θανάτῳ τοῦ κυρίου καὶ μίαν διαμεῖναι ὑπόστασιν Ἀναμάρτητος ὢν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός–» ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν» «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» «οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»– οὐχ ὑπέκειτο θανάτῳ, εἴπερ διὰ τῆς ἁμαρτίας εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος. Θνῄσκει τοίνυν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεχόμενος καὶ ἑαυτὸν τῷ πατρὶ προσφέρει θυσίαν ὑπὲρ ἡμῶν· αὐτῷ γὰρ πεπλημμελήκαμεν, καὶ αὐτὸν ἔδει τὸ ὑπὲρ ἡμῶν λύτρον δέξασθαι καὶ οὕτως ἡμᾶς λυθῆναι τῆς κατακρίσεως· μὴ γὰρ γένοιτο τῷ τυράννῳ τὸ τοῦ δεσπότου προσενεχθῆναι αἷμα. Πρόσεισι τοίνυν ὁ θάνατος καὶ καταπιὼν τὸ τοῦ σώματος δέλεαρ τῷ τῆς θεότητος ἀγκίστρῳ περιπείρεται, καὶ ἀναμαρτήτου καὶ ζωοποιοῦ γευσάμενος σώματος διαφθείρεται καὶ πάντας ἀνάγει, οὓς πάλαι κατέπιεν. Ὥσπερ γὰρ τὸ σκότος τῇ τοῦ φωτὸς ἐπεισαγωγῇ ἐξαφανίζεται, οὕτως ἡ φθορὰ τῇ τῆς ζωῆς προσβολῇ ἀπελαύνεται, καὶ γίνεται πᾶσι ζωή, φθορὰ δὲ τῷ φθείροντι. Εἰ καὶ τέθνηκε τοιγαροῦν ὡς ἄνθρωπος καὶ ἡ ἁγία αὐτοῦ ψυχὴ τοῦ ἀχράντου διῃρέθη σώματος, ἀλλ' ἡ θεότης ἀχώριστος ἀμφοτέρων διέμεινε, τῆς τε ψυχῆς φημι καὶ τοῦ σώματος, καὶ οὐδὲ οὕτως ἡ μία ὑπόστασις εἰς δύο ὑποστάσεις διῃρέθη· τό τε γὰρ σῶμα καὶ ἡ ψυχὴ κατὰ ταὐτὸν ἐξ ἀρχῆς ἐν τῇ τοῦ λόγου ὑποστάσει ἔσχον τὴν ὕπαρξιν καὶ ἐν τῷ θανάτῳ ἀλλήλων διαιρεθέντα ἕκαστον αὐτῶν ἔμεινε τὴν μίαν ὑπόστασιν τοῦ λόγου ἔχοντα. Ὥστε ἡ μία τοῦ λόγου ὑπόστασις τοῦ τε λόγου καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπῆρχεν ὑπόστασις· οὐδέποτε γὰρ οὔτε ἡ ψυχή, οὐδὲ τὸ σῶμα ἰδίαν ἔσχον ὑπόστασιν παρὰ τὴν τοῦ λόγου ὑπόστασιν· μία δὲ ἀεὶ ἡ τοῦ λόγου ὑπόστασις καὶ οὐδέποτε δύο. Ὥστε μία ἀεὶ τοῦ Χριστοῦ ἡ ὑπόστασις. Ὥστε, εἰ καὶ τοπικῶς ἡ ψυχὴ τοῦ σώματος κεχώριστο, ἀλλ' ὑποστατικῶς διὰ τοῦ λόγου ἥνωτο. 72 Περὶ φθορᾶς καὶ διαφθορᾶσ Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει. Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη· πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον ἤτοι χωρισμὸν τῆς ψυχῆς ἐκ τοῦ σώματος καὶ τὰ τοιαῦτα. Κατὰ τοῦτο τὸ σημαινόμενον φθαρτὸν τὸ τοῦ κυρίου σῶμά φαμεν· πάντα γὰρ ταῦτα ἑκουσίως ἀνέλαβε. Σημαίνει δὲ ἡ φθορὰ καὶ τὴν τελείαν τοῦ σώματος εἰς τά, ἐξ ὧν συνετέθη, στοιχεῖα διάλυσιν καὶ ἀφανισμόν· ἥτις μᾶλλον ὑπὸ πολλῶν διαφθορὰ λέγεταί τε καὶ ὀνομάζεται. Ταύτης πεῖραν τὸ τοῦ κυρίου σῶμα οὐκ ἔσχεν, ὥς φησιν ὁ προφήτης Δαυίδ· «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». Ἄφθαρτον μὲν οὖν κατὰ τὸν ἄφρονα Ἰουλιανὸν καὶ Γαϊανὸν τὸ σῶμα τοῦ Χριστοῦ λέγειν κατὰ τὸ πρῶτον τῆς φθορᾶς σημαινόμενον πρὸ τῆς ἀναστάσεως ἀσεβές. Εἰ γὰρ ἄφθαρτον, οὐχ ὁμοούσιον ἡμῖν, ἀλλὰ καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν, ἃ γεγονέναι φησὶ τὸ εὐαγγέλιον, τὴν πεῖναν, τὴν δίψαν, τοὺς ἥλους, τὴν τῆς πλευρᾶς νύξιν, τὸν θάνατον. Εἰ δὲ δοκήσει γέγονε, φενακισμὸς καὶ σκηνὴ τὸ τῆς οἰκονομίας μυστήριον, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν ἄνθρωπος, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ σεσώσμεθα. Ἀλλ' ἄπαγε, καὶ οἱ ταῦτα λέγοντες τῆς σωτηρίας ἀμοιρείτωσαν. Ἡμεῖς δὲ τῆς ἀληθοῦς σωτηρίας ἐτύχομεν καὶ τευξόμεθα. Κατὰ δὲ τὸ δεύτερον τῆς φθορᾶς σημαινόμενον ἄφθαρτον ἤτοι ἀδιάφθορον ὁμολογοῦμεν τὸ τοῦ κυρίου σῶμα, καθὼς ἡμῖν οἱ θεοφόροι πατέρες παραδεδώκασι. Μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ σωτῆρος καὶ κατὰ τὸ πρῶτον σημαινόμενον ἄφθαρτον τὸ τοῦ κυρίου σῶμά φαμεν· καὶ τῷ ἡμετέρῳ γὰρ σώματι τήν τε ἀνάστασιν καὶ τὴν μετὰ ταῦτα ἀφθαρσίαν ὁ κύριος διὰ τοῦ ἰδίου ἐδωρήσατο σώματος, αὐτὸς ἀπαρχὴ τῆς τε ἀναστάσεως καὶ τῆς ἀφθαρσίας καὶ τῆς ἀπαθείας ἡμῖν γενόμενος. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν», φησὶν ὁ θεῖος ἀπόστολος.