Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
74.1.1
Περὶ τῶν μετὰ τὴν ἀνάστασιν Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν πάντα μὲν τὰ πάθη ἀπέθετο, φθορὰν λέγω πεῖνάν τε καὶ δίψαν, ὕπνον καὶ κάματον καὶ τὰ τοιαῦτα. Εἰ γὰρ καὶ ἐγεύσατο βρώσεως μετὰ τὴν ἀνάστασιν, ἀλλ' οὐ νόμῳ φύσεως (οὐ γὰρ ἐπείνασεν), οἰκονομίας δὲ τρόπῳ τὸ ἀληθὲς πιστούμενος τῆς ἀναστάσεως, ὡς αὐτή ἐστιν ἡ σὰρξ ἡ παθοῦσα καὶ ἀναστᾶσα· οὐδὲν δὲ τῶν τῆς φύσεως μερῶν ἀπέθετο, οὐ σῶμα, οὐ ψυχήν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν λογικήν τε καὶ νοεράν, θελητικήν τε καὶ ἐνεργητικὴν κέκτηται, καὶ οὕτως εἰς οὐρανοὺς ἀνεφοίτησεν καὶ οὕτως ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, θέλων θεϊκῶς τε καὶ ἀνθρωπίνως τὴν ἡμῶν σωτηρίαν καὶ ἐνεργῶν, θεϊκῶς μὲν τὴν τῶν ὅλων πρόνοιάν τε καὶ συντήρησιν καὶ κυβέρνησιν, ἀνθρωπίνως δὲ μεμνημένος τῶν ἐπὶ γῆς διατριβῶν, ὁρῶν τε καὶ γινώσκων, ὡς ὑπὸ πάσης προσκυνεῖται τῆς λογικῆς κτίσεως. Γινώσκει γὰρ ἡ ἁγία αὐτοῦ ψυχή, ὅτι τε καθ' ὑπόστασιν ἥνωται τῷ θεῷ λόγῳ, καὶ συμπροσκυνεῖται ὡς θεοῦ ψυχὴ καὶ οὐχ ὡς ἁπλῶς ψυχή. Καὶ τὸ ἀναβῆναι δὲ ἐκ γῆς εἰς οὐρανοὺς καὶ τὸ καταβῆναι πάλιν ἐνέργειαί εἰσι περιγραφομένου σώματος· «Οὕτως» γὰρ πάλιν «ἐλεύσεται», φησί, πρὸς ὑμᾶς, «ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». 75 Περὶ τῆς ἐκ δεξιῶν τοῦ πατρὸς καθέδρασ Ἐκ δεξιῶν δὲ τοῦ θεοῦ καὶ πατρὸς κεκαθικέναι φαμὲν τὸν Χριστὸν σωματικῶς, οὐ τοπικὴν δὲ δεξιὰν τοῦ πατρὸς λέγομεν. Πῶς γὰρ ὁ ἀπερίγραπτος τοπικὴν σχοίη δεξιάν; Δεξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων εἰσί. Δεξιὰν δὲ τοῦ πατρὸς λέγομεν τὴν δόξαν καὶ τιμὴν τῆς θεότητος, ἐν ᾗ ὁ τοῦ θεοῦ υἱὸς πρὸ αἰώνων ὑπάρχων, ὡς θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος, ἐπ' ἐσχάτων σαρκωθεὶς καὶ σωματικῶς κάθηται συνδοξασθείσης τῆς σαρκὸς αὐτοῦ· προσκυνεῖται γὰρ μιᾷ προσκυνήσει μετὰ τῆς σαρκὸς αὐτοῦ ὑπὸ πάσης τῆς κτίσεως. 76 Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεις ὁ Χριστός, ἢ καὶ τῇ κτίσει λατρεύετε φύσιν κτιστὴν προσκυνοῦντες ἢ μίαν φύσιν προσκυνητὴν λέγετε καὶ μίαν ἀπροσκύνητον Τὸν υἱὸν τοῦ θεοῦ σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι προσκυνοῦμεν, ἀσώματον μὲν πρὸ τῆς ἐνανθρωπήσεως καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρωπον μετὰ τοῦ εἶναι θεόν. Ἡ τοίνυν σὰρξ αὐτοῦ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν, ἂν διέλῃς ἰσχναῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου, ἀπροσκύνητός ἐστιν ὡς κτιστή, ἑνωθεῖσα δὲ τῷ θεῷ λόγῳ δι' αὐτὸν καὶ ἐν αὐτῷ προσκυνεῖται. Ὅνπερ γὰρ τρόπον ὁ βασιλεὺς καὶ γυμνὸς προσκυνεῖται καὶ ἐνδεδυμένος, καὶ ἡ ἁλουργὶς ὡς μὲν ψιλὴ ἁλουργὶς πατεῖται καὶ περιρρίπτεται, βασιλικὸν δὲ γενομένη ἔνδυμα τιμᾶται καὶ δοξάζεται καί, εἴ τις αὐτὴν παροικτρώσειε, θανάτῳ ὡς τὰ πολλὰ κατακρίνεται, ὡς δὲ καὶ ξύλον ψιλὸν οὐκ ἔστι τῇ ἁφῇ ἀπρόσιτον, πυρὶ δὲ προσομιλῆσαν καὶ ἄνθραξ γενόμενον οὐ δι' ἑαυτό, διὰ δὲ τὸ συνημμένον πῦρ ἀπρόσιτον γίνεται καὶ οὐχ ἡ τοῦ ξύλου φύσις ὑπάρχει ἀπρόσιτος, ἀλλ' ὁ ἄνθραξ ἤτοι τὸ πεπυρωμένον ξύλον, οὕτως ἡ σὰρξ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν οὐκ ἔστι προσκυνητή, προσκυνεῖται δὲ ἐν τῷ σεσαρκωμένῳ θεῷ λόγῳ οὐ δι' ἑαυτήν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ καθ' ὑπόστασιν θεὸν λόγον, καὶ οὔ φαμεν, ὅτι σάρκα προσκυνοῦμεν ψιλήν, ἀλλὰ σάρκα θεοῦ ἤτοι σεσαρκωμένον θεόν.