Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
77.1.1
Διὰ τί ὁ υἱὸς ἐνηνθρώπησε καὶ οὐχ ὁ πατὴρ οὐδὲ τὸ πνεῦμα καὶ τί ἐνανθρωπήσας κατώρθωσεν Πατὴρ ὁ πατὴρ καὶ οὐχ υἱός, υἱὸς ὁ υἱὸς καὶ οὐ πατήρ, πνεῦμα ἅγιον τὸ πνεῦμα καὶ οὐ πατὴρ οὐδὲ υἱός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης εἴη κινουμένη καὶ μεταπίπτουσα; Διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γίνεται, ἵνα μείνῃ ἡ ἰδιότης ἀκίνητος· υἱὸς γὰρ ὢν τοῦ θεοῦ υἱὸς ἀνθρώπου γέγονεν σαρκωθεὶς ἐκ τῆς ἁγίας παρθένου, καὶ οὐκ ἐξέστη τῆς οἰκείας ἰδιότητος. Ἐνηνθρώπησε δὲ ὁ υἱὸς τοῦ θεοῦ, ἵνα, ἐφ' ὅπερ ἐποίησε τὸν ἄνθρωπον, πάλιν αὐτῷ χαρίσηται· ἐποίησε γὰρ αὐτὸν κατ' εἰκόνα ἑαυτοῦ νοερὸν καὶ αὐτεξούσιον καὶ καθ' ὁμοιότητα ἤτοι ἐν ἀρεταῖς τέλειον ὡς ἐφικτὸν ἀνθρώπου φύσει· αὗται γὰρ οἱονεὶ χαρακτῆρες τῆς θείας ὑπάρχουσι φύσεως· τὸ ἀμέριμνον καὶ ἀπερίσπαστον καὶ ἀκέραιον, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ πάσης κακίας ἐλεύθερον. Ἐν κοινωνίᾳ μὲν οὖν ἑαυτοῦ καταστήσας τὸν ἄνθρωπον («ἐπ' ἀφθαρσίᾳ γὰρ τοῦτον ἐποίησε»), διὰ δὲ τῆς ἑαυτοῦ κοινωνίας ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄφθαρτον. Ἐπειδὴ δὲ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς τοὺς τῆς θείας εἰκόνος χαρακτῆρας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν καὶ ἐν κακίᾳ γενόμενοι τῆς θείας κοινωνίας ἐγυμνώθημεν («τίς γὰρ μετουσία πρὸς σκότος φωτί;») καὶ ἔξω τῆς ζωῆς γενόμενοι τῇ τοῦ θανάτου φθορᾷ ὑπεπέσαμεν, ἐπειδὴ μετέδωκε τοῦ κρείττονος καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει τοῦ χείρονος, τῆς ἡμετέρας λέγω φύσεως, ἵνα δι' ἑαυτοῦ ἐν ἑαυτῷ ἀνακαινίσῃ μὲν τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, διδάξῃ δὲ ἡμᾶς τὴν ἐνάρετον πολιτείαν καὶ ταύτην δι' ἑαυτοῦ ποιήσῃ ἡμῖν εὐεπίβατον καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως καὶ τὸ ἀχρειωθὲν καὶ συντριβὲν σκεῦος ἀνακαινίσῃ, ἵνα τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται πρὸς θεογνωσίαν ἡμᾶς καλέσας καὶ νευρώσῃ καὶ παιδεύσῃ δι' ὑπομονῆς καὶ ταπεινώσεως καταπαλαίειν τὸν τύραννον. Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, τριὰς ἡ ὁμοούσιος, ἡ ἄκτιστος θεότης λατρεύεται, εἷς θεὸς ἀληθής, δημιουργὸς τῶν ἁπάντων καὶ κύριος· ἀρεταὶ πολιτεύονται, ἀναστάσεως ἐλπὶς διὰ τῆς Χριστοῦ δεδώρηται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες, καὶ τό γε θαυμαστόν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ καὶ παθῶν καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον τῆς θεογνωσίας κεκήρυκται οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ' ὀλίγοι πτωχοί, ἀγράμματοι, διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι σταυρωθέντα σαρκὶ καὶ θανόντα κηρύττοντες τῶν σοφῶν καὶ δυνατῶν κατεκράτησαν· εἵπετο γὰρ αὐτοῖς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ θάνατος ὁ πάλαι φοβερώτατος ἥττηται, καὶ τῆς ζωῆς νῦν ὁ στυγητὸς καὶ μισητὸς πάλαι προκρίνεται. Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ γνωρίσματα. Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς Φαραὼ δουλείας θάλασσαν διαστήσας διέσωσε, πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου, τῆς ἁμαρτίας, ἐρρύσατο, οὐ βίᾳ ἄγων πρὸς ἀρετήν, οὐ γῇ καταχωννὺς καὶ πυρὶ φλέγων καὶ λιθοβολεῖσθαι προστάττων τοὺς ἁμαρτάνοντας, ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ τοὺς ἀνθρώπους πείθων αἱρεῖσθαι τὴν ἀρετὴν καὶ τοῖς ὑπὲρ ταύτης ἐναμιλλᾶσθαι πόνοις καὶ ἐνηδύνεσθαι· πάλαι μὲν γὰρ ἁμαρτάνοντες ᾐκίζοντο καὶ ἔτι τῆς ἁμαρτίας ἀντείχοντο, καὶ θεὸς αὐτοῖς ἡ ἁμαρτία λελόγιστο· νῦν δὲ ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς αἰκισμοὺς αἱροῦνται καὶ στρεβλώσεις καὶ θάνατον. Εὖγε, ὦ Χριστέ, θεοῦ λόγε καὶ σοφία καὶ δύναμις καὶ θεὲ παντοκράτορ. Τί σοι τούτων ἁπάντων οἱ ἄποροι ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα, καὶ αἰτεῖς παρ' ἡμῶν οὐδὲν ἢ τὸ σῴζεσθαι, αὐτὸς καὶ τοῦτο διδοὺς καὶ λαμβάνουσι χάριν εἰδὼς δι' ἄφατον ἀγαθότητα– σοὶ χάρις τῷ τὸ εἶναι δεδωκότι καὶ τὸ εὖ εἶναι χαρισαμένῳ– κἀκ τούτου παραπεσόντας αὖθις ἐπαναγαγὼν πρὸς τοῦτο διὰ τῆς ἀφάτου συγκαταβάσεως.