Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
79.1.1
Περὶ τοῦ πότε ἐκλήθη Χριστόσ Οὐχ, ὥς τινες ψευδηγοροῦσι, πρὸ τῆς ἐκ παρθένου σαρκώσεως ὁ νοῦς ἡνώθη τῷ θεῷ λόγῳ καὶ ἐκ τότε ἐκλήθη Χριστός· τοῦτο τῶν Ὠριγένους ληρημάτων τὸ ἀπότημα προΰπαρξιν τῶν ψυχῶν δογματίσαντος. Ἡμεῖς δὲ Χριστὸν γεγενῆσθαί τε καὶ κεκλῆσθαί φαμεν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, ἀφ' οὗ ἐν τῇ γαστρὶ τῆς ἁγίας ἀειπαρθένου ἐσκήνωσε καὶ σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐχρίσθη ἡ σὰρξ τῇ θεότητι· «χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος», ὥς φησιν ὁ θεολόγος Γρηγόριος. Καὶ ὁ ἱερώτατος δὲ τῆς Ἀλεξανδρέων Κύριλλος πρὸς τὸν βασιλέα Θεοδόσιον γράφων τάδε φησίν· «Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ θεοῦ λόγον ἀνθρωπότητος δίχα μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν οὐχ ἑνωθέντα τῷ λόγῳ Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι· ἀνθρωπότητι γὰρ καθ' ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ θεοῦ λόγος νοεῖται Χριστός». Καὶ πρὸς τὰς βασιλίδας οὕτως· «Τινές φασιν, ὅτι τὸ Χριστὸς ὄνομα πρέπει καὶ μόνῳ καὶ ἰδίᾳ καθ' αὑτὸν νοουμένῳ καὶ ὑπάρχοντι, τῷ ἐκ θεοῦ πατρὸς γεννηθέντι λόγῳ. Ἡμεῖς δὲ οὐχ οὕτως δεδιδάγμεθα φρονεῖν ἢ λέγειν· ὅτε γὰρ γέγονε σὰρξ ὁ λόγος, τότε καὶ ὠνομάσθαι λέγομεν Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ἤτοι τῷ ἁγίῳ πνεύματι παρὰ τοῦ θεοῦ καὶ πατρός, ταύτῃ τοι Χριστὸς ὀνομάζεται. Ὅτι δὲ περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, οὐκ ἂν ἐνδυάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων». Καὶ Ἀθανάσιος δὲ ὁ παναοίδιμος ἐν τῷ περὶ τῆς σωτηριώδους ἐπιφανείας ὧδέ πῃ λέγει· «Ὁ προϋπάρχων θεὸς πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ θεὸς ἦν πρὸς τὸν θεὸν ἀόρατος καὶ ἀπαθὴς ὤν· οὔτε οὖν τὸ Χριστὸς ὄνομα δίχα τῆς σαρκὸς προσάγεται, ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος». Εἰ δὲ ἡ θεία γραφή φησι· «Διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου», ἰστέον ὡς πολλάκις ἡ θεία γραφὴ κέχρηται τῷ παρῳχηκότι χρόνῳ ἀντὶ τοῦ μέλλοντος, ὡς τὸ «μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» (οὔπω γὰρ ὤφθη οὐδὲ συνανεστράφη θεὸς ἀνθρώποις, ὅτε ταῦτα ἐλέγετο) καὶ τὸ «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν» (οὔπω δὲ ταῦτα ἐγεγόνει).

Intertext edge

Open linked passage

Note