Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
80.1.1
Πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ ἁγία θεοτόκος, εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέμαντο Φύσεως μέν ἐστι τὸ ἀγένητον καὶ τὸ γενητὸν δι' ἑνὸς τοῦ ˉν γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν· τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως, ἀλλ' ὑποστάσεως ἤτοι τὸ γεννηθῆναι καὶ τὸ μὴ γεννηθῆναι, ὅπερ διὰ τῶν δύο ˉνˉν ἐκφέρεται. Ἔστι οὖν ἡ μὲν θεία φύσις ἀγένητος ἤτοι ἄκτιστος, πάντα δὲ τὰ μετὰ τὴν θείαν φύσιν γενητὰ ἤτοι κτιστά. Θεωρεῖται τοίνυν ἐν μὲν τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει τὸ μὲν ἀγέννητον ἐν τῷ πατρί (οὐ γὰρ ἐγεννήθη), τὸ δὲ γεννητὸν ἐν τῷ υἱῷ (ἐκ πατρὸς γὰρ ἀιδίως γεγέννηται), τὸ δὲ ἐκπορευτὸν ἐν τῷ ἁγίῳ πνεύματι. Ἑκάστου δὲ εἴδους ζῴων τὰ μὲν πρῶτα ἀγέννητα, ἀλλ' οὐκ ἀγένητα· γεγόνασι μὲν γὰρ ὑπὸ τοῦ δημιουργοῦ, οὐκ ἐγεννήθησαν δὲ ἐξ ὁμοίων. Γένεσις μὲν κτιστή ἐστι, γέννησις δὲ ἐπὶ μὲν θεοῦ ἐκ μόνου πατρὸς ὁμοουσίου υἱοῦ πρόοδος, ἐπὶ δὲ τῶν κτισμάτων ἡ ἐκ συναφείας ἄρρενός τε καὶ θηλείας ὁμοουσίου ὑποστάσεως πρόοδος. Ὅθεν γινώσκομεν, ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι, ἀλλ' ὑποστάσεως. Εἰ γὰρ φύσεως ἦν, οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει τὸ γεννητὸν ἐθεωρεῖτο καὶ τὸ ἀγέννητον. Ὑπόστασιν τοίνυν ἐγέννησεν ἡ ἁγία θεοτόκος ἐν δυσὶ γνωριζομένην ταῖς φύσεσι, θεότητι μὲν ἐκ πατρὸς γεννηθεῖσαν ἀχρόνως, ἐπ' ἐσχάτων δὲ ἐν χρόνῳ ἐξ αὐτῆς σαρκωθεῖσαν καὶ σαρκὶ τικτομένην. Εἰ δὲ οἱ ἐρωτῶντες αἰνίττοιντο, ὅτι ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας θεοτόκου δύο φύσεις ἐστί, φαμέν· Ναί, δύο φύσεις ἐστί· «θεὸς γάρ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος». Ὁμοίως καὶ περὶ τῆς σταυρώσεως ἀναστάσεώς τε καὶ ἀναλήψεως· οὐ φύσεως ταῦτά ἐστιν, ἀλλ' ὑποστάσεως. Ἔπαθεν οὖν ὁ Χριστὸς ὁ ἐν δύο φύσεσιν ὢν τῇ παθητῇ φύσει ἐσταυρώθη τε· σαρκὶ γὰρ ἐπὶ σταυροῦ ἐκρέματο καὶ οὐ θεότητι. Ἐπεὶ εἴπωσιν, ἡμῖν ἐρωτῶσιν· Δύο φύσεις ἀπέθανον; Οὐχί, ἐροῦσιν. Οὐκοῦν οὐδὲ δύο φύσεις ἐσταυρώθησαν, ἀλλ' ἐγεννήθη ὁ Χριστὸς ἤτοι ὁ θεὸς λόγος ἐνανθρωπήσας, ἐγεννήθη σαρκί, ἐσταυρώθη σαρκί, ἔπαθε σαρκί, ἀπέθανε σαρκί, ἀπαθοῦς μεινάσης αὐτοῦ τῆς θεότητος.