Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
81.1.1
Πῶς πρωτότοκος λέγεται ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ Πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθεὶς εἴτε μονογενής, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. Εἰ μὲν οὖν ἐλέγετο ὁ υἱὸς τοῦ θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἂν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον ὡς κτίσμα ὑπάρχοντα. Ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἀμφότερα τηρῆσαι ἐπ' αὐτοῦ. «Πρωτότοκον» μὲν αὐτόν φαμεν «πάσης κτίσεως», ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ θεοῦ καὶ ἡ κτίσις ἐκ τοῦ θεοῦ, ἀλλ' αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρὸς μόνος ἀχρόνως γεγεννημένος εἰκότως υἱὸς μονογενὴς πρωτότοκος καὶ οὐ πρωτόκτιστος λεχθήσεται· ἡ γὰρ κτίσις οὐκ ἐκ τῆς οὐσίας τοῦ πατρός, ἀλλὰ θελήματι αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. «Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς»· μονογενὴς γὰρ ὢν καὶ ἐκ μητρὸς ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν καὶ ἄνθρωπος γέγονε. Γεγόναμεν δὲ καὶ ἡμεῖς δι' αὐτοῦ υἱοὶ θεοῦ υἱοθετηθέντες διὰ τοῦ βαπτίσματος· αὐτὸς ὁ φύσει υἱὸς τοῦ θεοῦ πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς θεοῦ γενομένοις καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. Ὅθεν ἔλεγεν· «Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν.» Οὐκ εἶπε· πατέρα ἡμῶν, ἀλλὰ «πατέρα μου», φύσει δῆλον, καὶ «πατέρα ὑμῶν» χάριτι, καὶ «θεόν μου καὶ θεὸν ὑμῶν». Καὶ οὐκ εἶπε θεὸν ἡμῶν, ἀλλὰ «θεόν μου», ἂν διέλῃς λεπταῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου, καὶ «θεὸν ὑμῶν» ὡς δημιουργὸν καὶ κύριον. εχποσιτιο ιν μν, σεδ αδδ. Ἡελιονίκης (Ἡέλιον νίκης ν) ἐτεὸς (ἐτέος ν) νόος (νοὸς ν) ἡδὺ φαεινὸν αἰὲν ἀπαστράπτων βροτοφεγγέα (φ/ εγμ; φαγν) πάνσοφον αἴγλην ἡδυφαῆ χαρίεσσαν ἀπαστράπτουσαν ἀδύτως μν; ξοντινυατ Ἀρξάμενος πόθῳ καὶ πίστει ἀδιστάκτῳ θεοῦ πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος πίστει ὁ ταπεινὸς Ἰωάννης τῆν φιλόσωφον ταῦτην καὶ ψυχώφεγγον δέλτον διμήνεον ταύτην οὖν Ἰουλίῳ τὲ καὶ Ἰουνίῳ γράψας καὶ κυρίῳ δόξις γὰρ τῷ δυναμώσαντι με τὴν ἐπάξιον εὐχαριστίαν ἄγ̣ ω̣. Κύριε Ἰησοῦ Χριστὲ ἡμῶν, ὁ θεός, σῶσον σὺν τῷ γράψαντι καὶ τοῖς ἀναγινώσκουσι ποθο̣ υ̣ μ̣ α̣ ι̣ ν Πρὸς τοὺς ἐρωτῶντας, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται ἢ ὑπὸ τὸ διωρισμένον αἱ δύο φύσεισ Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν, οὔτε ἐπιφάνεια οὔτε γραμμή, οὐ τόπος, οὐ χρόνος, ἵνα ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναχθῶσι· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα. Ἥνωνται δὲ αἱ τοῦ κυρίου φύσεις ἀσυγχύτως καθ' ὑπόστασιν καὶ διῄρηνται ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται (οὐ γὰρ λέγομεν δύο ὑποστάσεις εἶναι τὰς φύσεις τοῦ Χριστοῦ ἢ δύο κατὰ τὴν ὑπόστασιν), ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται (δύο γάρ εἰσι φύσεις λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς)· ἡνωμέναι γὰρ καθ' ὑπόστασιν καὶ ἐν ἀλλήλαις περιχωροῦσαι ἀσυγχύτως ἥνωνται τὴν εἰς ἀλλήλας μεταβολὴν οὐ δεξάμεναι, τὴν οἰκείαν ἑκάστῃ φυσικὴν διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν διασῴζουσα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστόν, καὶ τὸ ἄκτιστον ἄκτιστον. Τῷ τρόπῳ τοίνυν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Ἀδύνατον γὰρ τὰ κατὰ μηδὲν διαφέροντα ἀριθμεῖσθαι· καθὸ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται, οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθὸ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται (τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐδὲ εἰσὶν οὐδὲ λέγονται), καθ' ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ἡ διαφορὰ αἰτία τοῦ ἀριθμοῦ.

Intertext edge

Open linked passage

Note