Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
91.1.1
Περὶ τῶν ἐπὶ Χριστοῦ λεγομένων Τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες· Αʹ τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ, Βʹ τὰ δὲ ἐν τῇ ἑνώσει, Γʹ τὰ δὲ μετὰ τὴν ἕνωσιν, Δʹ τὰ δὲ μετὰ τὴν ἀνάστασιν. Αʹ Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν τρόποι εἰσὶν ἕξ.– αʹ Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως καὶ τὸ πρὸς τὸν πατέρα ὁμοούσιον δηλοῖ ὡς τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ τὸ «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων» καὶ τὰ τοιαῦτα.– βʹ Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως ὡς τὸ «υἱὸς τοῦ θεοῦ» καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» καὶ τὸ «μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος» καὶ τὰ ὅμοια.– γʹ Τὰ δὲ τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν ὡς τὸ «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν ὡς «λόγος», «σοφία καὶ δύναμις» καὶ «ἀπαύγασμα». Ὅ τε γὰρ λόγος ἐν τῷ νῷ (λόγον δέ φημι τὸν οὐσιώδη), καὶ ἡ σοφία ὁμοίως, καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται, ἐξ αὐτῶν πηγαζόμενα.– δʹ Τὰ δὲ ὡς ἐξ αἰτίου τοῦ πατρὸς ὡς τὸ «ὁ πατήρ μου μείζων μού ἐστιν»· ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα, ὅσα ἔχει, τὸ μὲν εἶναι γεννητῶς καὶ οὐ δημιουργητικῶς ὡς τὸ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον», «κἀγὼ ζῶ διὰ τὸν πατέρα», πάντα δέ, ὅσα ἔχει, οὐ μεταδοτικῶς οὔτε διδακτικῶς, ἀλλ' ὡς ἐξ αἰτίου ὡς τὸ «οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα». Εἰ μὴ γὰρ ὁ πατήρ ἐστιν, οὐδὲ ὁ υἱός· ἐκ τοῦ πατρὸς γὰρ ὁ υἱὸς καὶ ἐν τῷ πατρὶ καὶ οὐ μετὰ τὸν πατέρα. Ὁμοίως καί, ἃ ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ· μία γὰρ καὶ ἡ αὐτή, οὐχ ὁμοία, ἀλλ' ἡ αὐτὴ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος θέλησις ἐνέργειά τε καὶ δύναμις.– εʹ Τὰ δὲ ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης οὐχ ὡς δι' ὀργάνου ἢ δούλου, ἀλλ' ὡς δι' οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ λόγου καὶ σοφίας καὶ δυνάμεως διὰ τὸ μίαν ἐν πατρὶ καὶ υἱῷ θεωρεῖσθαι κίνησιν, ὡς τὸ «πάντα δι' αὐτοῦ ἐγένετο», καὶ τὸ «ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς», καὶ τὸ «ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας».– ϛʹ Τὰ δὲ προφητικῶς, καὶ τούτων τὰ μὲν ὡς μέλλοντα οἷον «ἐμφανῶς ἥξει», καὶ τὸ τοῦ Ζαχαρίου «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι», καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον «ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς»· τὰ δὲ μέλλοντα ὡς παρῳχηκότα· «Οὗτος ὁ θεὸς ἡμῶν μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», καὶ τὸ «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», καὶ «διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου» καὶ τὰ τοιαῦτα.– Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως καὶ μετὰ τὴν ἕνωσιν ἐπ' αὐτῷ λεχθήσεται, τὰ δὲ μετὰ τὴν ἕνωσιν πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτιγε προφητικῶς, ὡς ἔφημεν. Βʹ Τῶν δὲ ἐν τῇ ἑνώσει τρόποι εἰσὶ τρεῖς.– αʹ Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν καὶ τὰ τοιαῦτα, τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦτον ἐκ τῆς πρὸς τὸν ὕψιστον θεὸν λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες.– βʹ Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττονος, σάρκωσιν τοῦ λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέγεται τῷ λόγῳ τε καὶ θεῷ.– γʹ Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν καὶ τὰ τοιαῦτα φάσκομεν. Διὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. Διὰ γὰρ τῆς ἑνώσεως δηλοῦται, τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως· διὰ γὰρ τὴν καθ' ὑπόστασιν ἕνωσιν ἡ σὰρξ τεθεῶσθαι λέγεται καὶ θεὸς γενέσθαι καὶ ὁμόθεος τῷ λόγῳ καὶ ὁ θεὸς λόγος σαρκωθῆναι καὶ ἄνθρωπος γενέσθαι καὶ κτίσμα λέγεσθαι καὶ ἔσχατος καλεῖσθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον (ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι), ἀλλ' ὡς τῶν δύο φύσεων καθ' ὑπόστασιν ἑνωθεισῶν καὶ τὴν εἰς ἀλλήλας περιχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν. Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκός, ἀλλ' ἐκ τῆς θεότητος γέγονεν· ἀμήχανον γὰρ τὴν σάρκα περιχωρῆσαι διὰ τῆς θεότητος, ἀλλ' ἡ θεία φύσις ἅπαξ περιχωροῦσα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν πρὸς αὐτὴν ἄρρητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέγομεν.– Ἰστέον δέ, ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τῶν ἐν τῇ ἑνώσει τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν καὶ ὑπερύψωσιν καὶ χρίσιν φαμέν (ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται)· ὅτε δὲ περὶ τοῦ λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν καὶ τὰ τοιαῦτα, ἅτινα, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς ἐπιλέγεται τῷ λόγῳ τε καὶ θεῷ· αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν ἑκών. Γʹ Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς.– Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς ὡς τὸ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ πάντα, ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται πλὴν τοῦ μὴ εἰληφέναι σάρκα καὶ τὰ ταύτης φυσικά.– Δεύτερος ὁ τῆς ἀνθρωπίνης ὡς τὸ «τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ τὸ «οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου» καὶ τὰ τοιαῦτα. Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ τοῦ σωτῆρος Χριστοῦ γεγραμμένων εἴτε ἐν ῥήμασιν εἴτε ἐν πράγμασιν τρόποι εἰσὶ ἕξ.– αʹ Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακταί τε καὶ λέλεκται οἷον ὁ ἐκ παρθένου τόκος, ἡ καθ' ἡλικίαν αὔξησίς τε καὶ προκοπή, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος καὶ τὰ τοιαῦτα, ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν· ἐν τούτοις γὰρ ἅπασι μίξις μέν ἐστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος ἀληθῶς εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι' αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν.– βʹ Τὰ δὲ κατὰ προσποίησιν τὸ ἐρωτᾶν «ποῦ τεθείκατε Λάζαρον;», ὁ ὑπὸ τὴν συκῆν δρόμος, τὸ ὑποδύεσθαι ἤγουν ὑπαναχωρεῖν, ἡ προσευχή, τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι». Τούτων γὰρ καὶ τῶν παραπλησίων οὔτε ὡς θεὸς οὔτε ὡς ἄνθρωπος ἔχρῃζε, πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει, οἷον τὴν μὲν προσευχὴν διὰ τὸ δεῖξαι, ὡς οὐκ ἔστιν ἀντίθεος καὶ ὡς αἰτίαν αὐτοῦ τιμῶν τὸν πατέρα, τὸ ἐρωτᾶν οὐκ ἀγνοῶν, ἀλλ' ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος μετὰ τοῦ εἶναι θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι μηδ' ἑαυτοὺς προδιδόναι.– γʹ Τὰ δὲ κατ' οἰκείωσιν καὶ ἀναφορὰν ὡς τὸ «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες»; καὶ τὸ «μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», καὶ τὸ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τὸ «αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». Οὔτε γὰρ ὡς θεὸς οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ πατρὸς οὔτε ἁμαρτία οὔτε κατάρα γέγονεν οὔτε ὑποταγῆναι χρῄζει τῷ πατρί· καθὸ μὲν γὰρ θεὸς ἴσος ἐστὶ τῷ πατρὶ καὶ οὐδὲ ἐναντίος οὐδὲ ὑποτεταγμένος, καθὸ δὲ ἄνθρωπος οὐδέπω ἀνήκοος γέγονε τοῦ γεννήτορος, ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον καὶ μεθ' ἡμῶν τάσσων ἑαυτὸν ταῦτα ἔλεγεν· ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι ὡς ἀπειθεῖς καὶ παρήκοοι καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι.– δʹ Τὰ δὲ διὰ τὴν κατ' ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα ἤτοι τὴν σάρκα ἐκ τοῦ λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν· καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν καί, εἰ μὴ ἥνωτο τῷ θεῷ λόγῳ ἡ σάρξ, δούλη ἦν καὶ ἀγνοοῦσα, ἀλλὰ διὰ τὴν πρὸς θεὸν λόγον καθ' ὑπόστασιν ἕνωσιν οὔτε δούλη ἦν οὔτε ἠγνόει. Οὕτω καὶ θεὸν ἑαυτοῦ τὸν πατέρα ἐκάλεσεν.– εʹ Τὰ δὲ διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν ὡς τὸ «πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί» (αὐτὸς μὲν γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν, ἀλλ' ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ), καὶ τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον «τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν» (διὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως καὶ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι υἱός ἐστι τοῦ θεοῦ), καὶ τὸ «προέκοπτε σοφίᾳ καὶ χάριτι».– ϛʹ Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαίων προσώπου οἰκείωσιν μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτόν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· «Ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν».– Τρίτος τρόπος ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς καὶ τοῦ συναμφοτέρου παραστατικός, οἷον τὸ «ἐγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ», καὶ τὸ «ὑπάγω πρὸς τὸν πατέρα, καὶ οὐκέτι θεωρεῖτέ με», καὶ τὸ «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν», καὶ τὸ «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ» καὶ τὰ τοιαῦτα. Δʹ Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μέν εἰσι θεοπρεπῆ ὡς τὸ «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ (ὡς θεοῦ δηλονότι) καὶ τοῦ ἁγίου πνεύματος», καὶ τὸ «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος» καὶ τὰ τοιαῦτα (ὡς γὰρ θεός ἐστι μεθ' ἡμῶν), τὰ δὲ ἀνθρωποπρεπῆ ὡς τὸ «ἐκράτησαν αὐτοῦ τοὺς πόδας», καὶ τὸ «κἀκεῖ με ὄψονται» καὶ τὰ τοιαῦτα.
91.2.1
Τῶν δὲ μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν γὰρ ἀληθῶς, ἀλλ' οὐ κατὰ φύσιν, ἀλλὰ κατ' οἰκονομίαν πρὸς τὸ πιστώσασθαι, ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν, τὰ δὲ ἀληθῶς κατὰ φύσιν ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσελθεῖν, τὰ δὲ κατὰ προσποίησιν ὡς τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι», τὰ δὲ τοῦ συναμφοτέρου ὡς τὸ «ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν», καὶ τὸ «εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», καὶ τὸ «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς», τὰ δὲ ὡς μεθ' ἡμῶν ἑαυτὸν τάττοντος τῷ τρόπῳ τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως ὡς τὸ «θεόν μου καὶ θεὸν ὑμῶν». Δεῖ οὖν τὰ μὲν ὑψηλὰ προσνέμειν τῇ θείᾳ καὶ κρείττονι φύσει παθῶν καὶ σώματος, τὰ δὲ ταπεινὰ τῇ ἀνθρωπίνῃ, τὰ δὲ κοινὰ τῷ συνθέτῳ ἤγουν τῷ ἑνὶ Χριστῷ, ὅς ἐστι θεὸς καὶ ἄνθρωπος, καὶ εἰδέναι ἀμφότερα ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες ὀρθῶς πιστεύομεν καὶ οὐ πλανηθησόμεθα. Ἐξ ὧν ἁπάντων τῶν μὲν ἑνωθεισῶν φύσεων ἡ διαφορὰ γινώσκεται καὶ «ὅτι μὴ ταὐτόν», ὥς φησιν ὁ θειότατος Κύριλλος, «ἐν ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης». Εἷς γε μὴν υἱὸς καὶ Χριστὸς καὶ κύριος, καὶ ὡς ἑνὸς ὄντος ἓν αὐτοῦ καὶ τὸ πρόσωπον κατ' οὐδένα τρόπον διὰ τὴν ἐπίγνωσιν τῆς φυσικῆς διαφορᾶς μεριζομένης τῆς καθ' ὑπόστασιν ἑνώσεως. 92 Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ θεόσ Χρὴ εἰδέναι, ὅτι ἔθος τῇ θείᾳ γραφῇ τὴν παραχώρησιν τοῦ θεοῦ ἐνέργειαν αὐτοῦ καλεῖν, ὡς ὅταν λέγῃ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ· «Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Ὅτι μὲν γὰρ αὐτὸς ποιεῖ καὶ ταῦτα κἀκεῖνα· μόνος γὰρ αὐτός ἐστι τῶν ἁπάντων δημιουργός, ἀλλ' οὐκ αὐτὸς τίμια κατασκευάζει ἢ ἄτιμα, ἀλλ' ἡ οἰκεία ἑκάστου προαίρεσις. Καὶ τοῦτο δῆλον, ἐξ ὧν ὁ αὐτὸς ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ φησιν· «Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον». Δῆλον δέ, ὡς ἑκουσίως ἡ κάθαρσις γίνεται· «Ἐὰν γάρ τις», φησίν, «ἐκκαθάρῃ ἑαυτόν», ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ· Ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ δεσπότῃ, συντριβῆς ἄξιον. Τὸ οὖν προκείμενον ῥητὸν καὶ τὸ «συνέκλεισεν ὁ θεὸς πάντας εἰς ἀπείθειαν», καὶ τὸ «ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν», ταῦτα πάντα οὐχ ὡς τοῦ θεοῦ ἐνεργήσαντος ἐκληπτέον, ἀλλ' ὡς τοῦ θεοῦ παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀβίαστον εἶναι τὸ καλόν. Τὴν οὖν παραχώρησιν αὐτοῦ ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ λέγειν σύνηθες τῇ θείᾳ γραφῇ. Ἀλλὰ μὴν καὶ ὅτε φησὶ τὸν θεὸν κτίζειν κακὰ καὶ μὴ εἶναι «ἐν πόλει κακίαν, ἣν ὁ κύριος οὐκ ἐποίησεν», οὐ κακῶν αἴτιον τὸν θεὸν δείκνυσιν, ἀλλ', ἐπειδὴ δισέμφατον τὸ τῆς κακίας ὄνομα, δύο σημαῖνον· ποτὲ μὲν γὰρ τὸ τῇ φύσει κακὸν δηλοῖ, ὅπερ ἐναντίον ἐστὶ τῇ ἀρετῇ καὶ τῇ τοῦ θεοῦ θελήσει, ποτὲ δὲ τὸ πρὸς τὴν ἡμετέραν αἴσθησιν κακὸν καὶ ἐπίπονον ἤγουν τὰς θλίψεις καὶ ἐπαγωγάς. Αὗται δὲ τῷ μὲν δοκεῖν κακαί εἰσιν ἀλγειναὶ τυγχάνουσαι, τῇ δὲ ἀληθείᾳ ἀγαθαί· ἐπιστροφῆς γὰρ καὶ σωτηρίας γίνονται τοῖς συνιοῦσι πρόξενοι· ταύτας διὰ θεοῦ γίνεσθαί φησιν ἡ γραφή. Ἰστέον δέ, ὡς καὶ τούτων ἡμεῖς ἐσμεν αἴτιοι. Τῶν γὰρ ἑκουσίων κακῶν τὰ ἀκούσιά εἰσιν ἔκγονα.– Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἔθος τῇ γραφῇ τινα ἐκβατικῶς ὀφείλοντα λέγεσθαι αἰτιολογικῶς λέγειν ὡς τὸ «σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε». Οὐ γὰρ ὁ ἁμαρτήσας, ἵνα νικήσῃ ὁ θεός, ἥμαρτεν, οὔτε δὲ ὁ θεὸς ἐδεῖτο τῆς ἡμῶν ἁμαρτίας, ἵνα ἐκ ταύτης νικητὴς ἀναφανῇ (φέρει γὰρ ἀσυγκρίτως κατὰ πάντων καὶ μὴ ἁμαρτανόντων τὰ νικητήρια δημιουργὸς ὢν καὶ ἀκατάληπτος καὶ ἄκτιστος καὶ φυσικὴν ἔχων τὴν δόξαν καὶ οὐκ ἐπίκτητον), ἀλλ' ὅτι ἡμῶν ἁμαρτανόντων οὐκ ἄδικός ἐστιν ἐπιφέρων τὴν ὀργὴν καὶ μετανοοῦσι συγχωρῶν νικητὴς τῆς ἡμετέρας κακίας ἀναδείκνυται. Οὐκ ἐπὶ τούτῳ δὲ ἡμεῖς ἁμαρτάνομεν, ἀλλ' ὅτι οὕτως ἀποβαίνει τὸ πρᾶγμα, ὥσπερ, ἐὰν κάθηταί τις ἐργαζόμενος, φίλος δέ τις ἐπιστῇ, φησίν, ὅτι, ἵνα μηδὲ σήμερον ἐργάσωμαι, παρεγένετο ὁ φίλος. Ὁ μὲν οὖν φίλος οὐχ, ἵνα μὴ ἐργάσηται, παρεγένετο, οὕτω δὲ ἀπέβη· ἀσχολούμενος γὰρ περὶ τὴν τοῦ φίλου ὑποδοχὴν οὐκ ἐργάζεται. Λέγεται δὲ ταῦτα ἐκβατικά, ὅτι οὕτως ἀποβαίνουσι τὰ πράγματα. Οὐ θέλει δὲ ὁ θεὸς μόνος εἶναι δίκαιος, ἀλλὰ πάντας ὁμοιοῦσθαι αὐτῷ κατὰ δύναμιν. 93 Ὅτι οὐ δύο ἀρχαί Ὅτι οὐ δύο ἀρχαί, μία ἀγαθὴ καὶ μία πονηρά, ἐντεῦθεν εἰσόμεθα· ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺν ἀλλήλοις οὐχ ὑφιστάμενα. Ἐν μέρει τοίνυν τούτων ἕκαστον ἔσται τοῦ παντός. Καὶ πρῶτον μὲν περιγραφήσονται οὐχ ὑπὸ τοῦ παντὸς μόνον, ἀλλὰ καὶ ὑπὸ μέρους τοῦ παντὸς τούτων ἕκαστον. Ἔπειτα τίς ὁ τὴν χώραν ἑκάστῳ ἀποτεμόμενος; Οὐ γὰρ ἀλλήλοις συνενεχθῆναι καὶ συμβιβασθῆναι φήσουσιν, ἐπεὶ οὐ κακὸν τὸ κακὸν εἰρήνην ἄγον πρὸς τὸ ἀγαθόν τε συμβιβαζόμενον, οὐδ' ἀγαθὸν τὸ ἀγαθὸν πρὸς τὸ κακὸν φιλικῶς διακείμενον. Εἰ δὲ ἕτερος τούτων ἑκάστῳ τὴν οἰκείαν ἀφώρισε διατριβήν, ἐκεῖνος μᾶλλον ἔσται θεός. Ἀνάγκη δὲ καὶ δυοῖν θάτερον ἢ ἅπτεσθαι καὶ φθείρειν ἀλλήλους ἢ εἶναί τι μέσον, ἐν ᾧ οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κακὸν ἔσται, ὥσπερ τι διάφραγμα διεῖργον ἐξ ἀλλήλων ἀμφότερα. Καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς ἀρχαὶ ἔσονται. Ἀνάγκη δὲ καὶ τούτων τὸ ἕτερον ἢ εἰρηνεύειν, ὅπερ τὸ κακὸν οὐ δύναται (τὸ γὰρ εἰρηνεῦον οὐ κακόν), ἢ μάχεσθαι, ὅπερ τὸ ἀγαθὸν οὐ δύναται (τὸ γὰρ μαχόμενον οὐ τελέως ἀγαθόν), ἢ τὸ μὲν κακὸν μάχεσθαι, τὸ δὲ ἀγαθὸν μὴ ἀντιμάχεσθαι, ἀλλ' ὑπὸ τοῦ κακοῦ φθείρεσθαι, ἢ λυπεῖσθαι καὶ κακοῦσθαι, ὅπερ οὐ τοῦ ἀγαθοῦ γνώρισμα. Μία τοίνυν ἀρχὴ ἀγαθὴ πάσης κακίας ἀπηλλαγμένη. Ἀλλ' εἰ τοῦτο, φασί, πόθεν τὸ κακόν; Ἀμήχανον γὰρ ἐκ τοῦ ἀγαθοῦ τὸ κακὸν ἔχειν τὴν γένεσιν. Φαμὲν οὖν, ὅτι τὸ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν πα ρατροπή· οὐδὲν γὰρ κακὸν κατὰ φύσιν. Πάντα γάρ, ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν, καθὸ γέγονεν. Οὕτω τοίνυν μένοντα, καθὼς ἔκτισται, καλὰ λίαν εἰσίν, ἑκουσίως δὲ ἀποφοιτῶντα ἐκ τοῦ κατὰ φύσιν καὶ εἰς τὸ παρὰ φύσιν ἐρχόμενα, ἐν τῷ κακῷ γίνονται. Κατὰ φύσιν μὲν οὖν πάντα δοῦλα καὶ ὑπήκοα τοῦ δημιουργοῦ. Ὅταν οὖν ἑκουσίως τι τῶν κτισμάτων ἀφηνιάσῃ καὶ παρήκοον τοῦ ποιήσαντος αὐτὸ γένηται, ἐν ἑαυτῷ συνεστήσατο τὴν κακίαν· κακία γὰρ οὐκ οὐσία τίς ἐστιν οὐδὲ οὐσίας ἰδίωμα, ἀλλὰ συμβεβηκὸς ἤτοι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἑκούσιος παρατροπή, ὅπερ ἐστὶν ἡ ἁμαρτία. Πόθεν οὖν ἡ ἁμαρτία;– Τῆς αὐτεξουσίου γνώμης τοῦ διαβόλου εὕρημα.– Κακὸς οὖν ὁ διάβολος;– Καθὸ μὲν γέγονεν, οὐ κακός, ἀλλ' ἀγαθός· ἄγγελος γὰρ λαμπρὸς καὶ φωτεινὸς ὑπὸ τοῦ δημιουργοῦ ἔκτισται, αὐτεξούσιος ὡς λογικός, ἑκουσίως τε τῆς κατὰ φύσιν ἀρετῆς ἀπεφοίτησε καὶ ἐν τῷ ζόφῳ τῆς κακίας γέγονε, θεοῦ μακρυνθεὶς τοῦ μόνου ἀγαθοῦ καὶ φωτοποιοῦ· ἐξ αὐτοῦ γὰρ πᾶν ἀγαθὸν ἀγαθύνεται, καὶ καθόσον ἐξ αὐτοῦ μακρύνεται γνώμῃ (οὐ γὰρ τόπῳ), ἐν τῷ κακῷ γέγονεν.

Intertext edge

Open linked passage

Note