Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
96.1.1
Κατὰ Ἰουδαίων περὶ τοῦ σαββάτου Σάββατον ἡ ἑβδόμη ἡμέρα κέκληται, δηλοῖ δὲ τὴν κατάπαυσιν· ἐν αὐτῇ γὰρ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥς φησιν ἡ γραφή. Διὸ καὶ μέχρις ἑπτὰ ὁ τῶν ἡμερῶν ἀριθμὸς προβαίνων πάλιν ἀνακυκλοῦται καὶ ἀπὸ τῆς πρώτης ἄρχεται. Οὗτος ὁ ἀριθμὸς τίμιος παρὰ Ἰουδαίοις τοῦ θεοῦ προστάξαντος τιμᾶσθαι αὐτὸν οὐχ ὡς ἔτυχεν, ἀλλὰ καὶ μετὰ βαρυτάτων τῶν ἐπὶ τῇ παραβάσει ἐπιτιμίων. Οὐχ ἁπλῶς δὲ τοῦτο προσέταξεν, ἀλλὰ διά τινας μυστικῶς τοῖς πνευματικοῖς τε καὶ διορατικοῖς κατανοουμένας αἰτίας. Ὡς ἐμὲ γοῦν γνῶναι τὸν ἀμαθῆ, ἵν' ἐκ τῶν κατωτέρων καὶ παχυτέρων ἄρξωμαι· Εἰδὼς ὁ θεὸς τὸ παχύ τε καὶ φιλόσαρκον καὶ πρὸς τὴν ὕλην ὅλως ἐπιρρεπὲς τοῦ Ἰσραηλίτου λαοῦ, ἅμα δὲ καὶ τὸ ἀδιάκριτον· πρῶτον μέν, ἵνα ὁ δοῦλος καὶ τὸ ὑποζύγιον ἀναπαύσηται, ὡς γέγραπται· ἐπειδὴ ἀνὴρ «δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ», ἅμα δὲ ἵνα καὶ σχολὴν ἄγοντες ἐκ τοῦ περὶ τὴν ὕλην περισπασμοῦ πρὸς θεὸν συνάγωνται «ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ μελέτῃ τῶν θείων γραφῶν ἅπασαν τὴν ἑβδόμην ἀναλίσκοντες καὶ ἐν τῷ θεῷ καταπαύοντες. Ὅτε μὲν γὰρ οὐκ ἦν νόμος, οὐ γραφὴ θεόπνευστος, οὐδὲ τὸ σάββατον θεῷ ἀφιέρωτο. Ὅτε δὲ ἡ θεόπνευστος γραφὴ διὰ Μωσέως ἐδόθη, ἀφιερώθη τῷ θεῷ τὸ σάββατον, ὡς ἂν περὶ τὴν ταύτης μελέτην ἐν αὐτῷ ἀδολεσχήσωσιν οἱ μὴ πάντα τὸν βίον τῷ θεῷ ἀφιεροῦντες, οἱ μὴ πόθῳ τῷ δεσπότῃ ὡς πατρὶ δουλεύοντες, ἀλλ' ὡς δοῦλοι ἀγνώμονες κἂν μικρὸν καὶ ἐλάχιστον μέρος τῆς ἑαυτῶν ζωῆς τῷ θεῷ ἀποτέμωνται, καὶ τοῦτο φόβῳ τῶν ἐπὶ τῇ παραβάσει εὐθυνῶν καὶ ἐπιτιμήσεων· «δικαίῳ γὰρ νόμος οὐ κεῖται», ἀλλ' ἀδίκοις. Ἐπεὶ πρῶτος Μωσῆς τεσσαράκοντα ἡμερῶν καὶ αὖθις ἑτέρων τεσσαράκοντα νηστείᾳ προσεδρεύσας τῷ θεῷ, πάντως καὶ τοῖς σάββασι διὰ τῆς νηστείας ἐκάκου ἑαυτὸν τοῦ νόμου μὴ κακοῦν ἑαυτοὺς ἐν τῇ τοῦ σαββάτου ἡμέρᾳ προστάσσοντος. Εἰ δὲ φαῖεν, ὅτι πρὸ τοῦ νόμου τοῦτο, τί φήσουσι περὶ τοῦ Θεσβίτου Ἡλιοῦ τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀνύσαντος ἐν βρώσει μιᾷ; Οὗτος γὰρ οὐ μόνον διὰ τῆς νηστείας, ἀλλὰ καὶ διὰ τῆς ὁδοιπορίας ἐν τοῖς σάββασι τῶν τεσσαράκοντα ἡμερῶν ἑαυτὸν κακώσας ἔλυσε τὸ σάββατον, καὶ οὐκ ὠργίσθη τούτῳ ὁ τὸν νόμον δεδωκώς, ἀλλὰ καὶ ὡς ἀρετῆς ἔπαθλον ἐν Χωρὴβ ἑαυτὸν ἐνεφάνισε. Τί δὲ περὶ Δανιὴλ φήσουσιν; Οὐχὶ τρεῖς ἑβδομάδας διετέλεσεν ἄσιτος; Τί δὲ πᾶς Ἰσραήλ; Οὐ περιτέμνει τὸ παιδίον ἐν σαββάτῳ, εἰ τύχοι, ὀκταήμερον; Οὐχὶ δὲ καὶ τὴν μεγάλην νηστείαν, ἣν νενομοθέτηνται, εἰ ἐν σαββάτῳ καταντήσοι, νηστεύουσι; Οὐχὶ δὲ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν τοῖς τῆς σκηνῆς ἔργοις βεβηλοῦσι τὸ σάββατον καὶ ἀναίτιοί εἰσιν; Ἀλλὰ καὶ κτῆνος, ἂν εἰς βόθρον ἐμπέσοι ἐν σαββάτῳ, ὁ μὲν ἀνασπάσας ἀναίτιος, ὁ δὲ παριδὼν κατάκριτος. Τί δὲ πᾶς Ἰσραήλ; οὐχὶ ἑπτὰ ἡμέρας τὴν τοῦ θεοῦ κιβωτὸν περιφέροντες τὰ Ἱεριχούντια τείχη περιῄεσαν, ἐν αἷς πάντως ἦν καὶ τὸ σάββατον; Ὡς οὖν ἔφην, σχολῆς ἕνεκα τῆς πρὸς θεόν, ἵνα κἂν σμικροτάτην ἀπόμοιραν αὐτῷ ἀπονέμωσι καὶ ἀναπαύσωνται ὅ τε δοῦλος καὶ τὸ ὑποζύγιον, ἡ τοῦ σαββάτου τήρησις ἐπινενόητο τοῖς νηπίοις ἔτι καὶ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου δεδουλωμένοις, τοῖς σαρκικοῖς καὶ μηδὲν ὑπὲρ τὸ σῶμα καὶ τὸ γράμμα ἐννοῆσαι δυναμένοις. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς ἄνθρωπον, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». Ὅσοι γὰρ ἐλάβομεν αὐτόν, ἔδωκεν ἡμῖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς αὐτόν. Ὥστε οὐκέτι ἐσμὲν δοῦλοι ἀλλ' υἱοί, οὐκέτι ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν· οὐκέτι μερικῶς τῷ κυρίῳ δουλεύοντες ἐκ φόβου, ἀλλὰ πάντα τὸν τῆς ζωῆς χρόνον αὐτῷ ἀνατιθέναι ὀφείλοντες καὶ ἀεὶ τὸν δοῦλον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν, ἀπὸ τῆς ἁμαρτίας καταπαύοντες καὶ τῷ θεῷ σχολάζειν ἐπιτρέποντες· τὴν μὲν ἐπιθυμίαν ἅπασαν ἀεὶ πρὸς θεὸν ἀνατείνοντες, τὸν δὲ θυμὸν κατὰ τῶν τοῦ θεοῦ δυσμενῶν καθοπλίζοντες· καὶ τὸ ὑποζύγιον ἤτοι τὸ σῶμα ὁμοίως τῆς μὲν δουλείας τῆς ἁμαρτίας ἀναπαύοντες, ταῖς δὲ θείαις ἐντολαῖς ἐξυπηρετεῖσθαι προτρέποντες. Ταῦτα ὁ πνευματικὸς ἡμῖν ἐντέλλεται τοῦ κυρίου νόμος, καὶ οἱ τοῦτον φυλάσσοντες ὑπέρτεροι τοῦ Μωσαϊκοῦ νόμου γεγόνασιν· ἐλθόντος γὰρ τοῦ τελείου τὸ ἐκ μέρους κατήργηται, καὶ τοῦ καλύμματος τοῦ νόμου ἤτοι τοῦ καταπετάσματος διὰ τῆς τοῦ σωτῆρος διαρραγέντος σταυρώσεως καὶ τοῦ πνεύματος πυρίναις γλώσσαις ἐκλάμψαντος τὸ γράμμα κατήργηται, τὰ σωματικὰ πέπαυται καὶ ὁ τῆς δουλείας νόμος πεπλήρωται καὶ νόμος ἐλευθερίας ἡμῖν δεδώρηται. Καὶ ἑορτάζομεν τὴν τελείαν τῆς ἀνθρωπίνης φύσεως κατάπαυσιν, φημὶ δὴ τὴν τῆς ἀναστάσεως ἡμέραν, ἐν ᾗ ἡμᾶς ὁ κύριος Ἰησοῦς, ὁ τῆς ζωῆς ἀρχηγὸς καὶ σωτήρ, εἰς τὴν ἐπηγγελμένην τοῖς πνευματικῶς τῷ θεῷ λατρεύουσι κληρουχίαν εἰσήγαγεν, εἰς ἣν αὐτὸς πρόδρομος ἡμῶν εἰσῆλθεν, ἀναστὰς ἐκ νεκρῶν καὶ ἀνοιγέντων αὐτῷ τῶν οὐρανίων πυλῶν ἐν δεξιᾷ τοῦ πατρὸς κεκάθικε σωματικῶς, ἔνθα καὶ οἱ τὸν πνευματικὸν τηροῦντες νόμον εἰσελεύσονται. Ἡμῖν τοίνυν τοῖς τῷ πνεύματι στοιχοῦσι καὶ οὐ τῷ γράμματι πᾶσα ἡ τῶν σαρκικῶν ἐστιν ἀπόθεσις καὶ ἡ πνευματικὴ λατρεία καὶ πρὸς θεὸν συνάφεια. Περιτομὴ μὲν γάρ ἐστιν ἡ τῆς σωματικῆς ἡδονῆς καὶ τῶν περιττῶν καὶ οὐκ ἀναγκαίων ἀπόθεσις· ἀκροβυστία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ δέρμα, ἡδονικοῦ μορίου περίττωμα. Πᾶσα δὲ ἡδονὴ μὴ ἐκ θεοῦ καὶ ἐν θεῷ γινομένη περίττωμα ἡδονῆς ἐστιν· ἧς τύπος ἡ ἀκροβυστία. Σάββατον δὲ ἡ ἐκ τῆς ἁμαρτίας κατάπαυσις. Ὥστε ἀμφότερα ἓν τυγχάνουσι καὶ οὕτως ἀμφότερα ἅμα ὑπὸ τῶν πνευματικῶν τελούμενα, οὐδὲ τὴν τυχοῦσαν παρανομίαν ἐργάζονται. Ἔτι δὲ ἰστέον, ὅτι ὁ ἑπτὰ ἀριθμὸς πάντα τὸν παρόντα χρόνον δηλοῖ, ὥς φησιν ὁ σοφώτατος Σολομῶν· «Δοῦναι μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ». Καὶ ὁ θεηγόρος Δαυὶδ περὶ τῆς ὀγδόης ψάλλων περὶ τῆς μελλούσης μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καταστάσεως ἔψαλλε. Τὴν ἑβδόμην οὖν ἡμέραν ἀργίαν ἄγειν ἐκ τῶν σωματικῶν, τοῖς δὲ πνευματικοῖς ἐνασχολεῖσθαι προστάσσων ὁ νόμος μυστικῶς πάντα τὸν χρόνον τῷ ἀληθινῷ Ἰσραὴλ καὶ νοῦν ὁρῶντα θεὸν ἔχοντι ὑπέφηνε τῷ θεῷ ἑαυτὸν προσάγειν καὶ ὑπεράνω τῶν σωματικῶν γίνεσθαι. 97 Περὶ παρθενίασ Κακίζουσιν οἱ σαρκικοὶ τὴν παρθενίαν, καὶ εἰς μαρτυρίαν προβάλλονται οἱ φιλήδονοι τὸ «ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐγείρει σπέρμα ἐν τῷ Ἰσραήλ». Ἡμεῖς δέ φαμεν τῷ ἐκ παρθένου σαρκωθέντι θεῷ λόγῳ θαρρήσαντες, ὡς ἡ παρθενία ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐφυτεύθη τῇ φύσει τῶν ἀνθρώπων· ἐκ παρθένου γὰρ γῆς ὁ ἄνθρωπος πεπλαστούργηται, ἐκ μόνου Ἀδὰμ ἡ Εὔα ἔκτισται, ἐν παραδείσῳ παρθενία ἐπολιτεύετο. Φησὶ γοῦν ἡ θεία γραφή, ὅτι «γυμνοὶ ἦσαν, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο». Ἡνίκα δὲ παρέβησαν, «ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν», καὶ αἰσχυνθέντες ἔρραψαν ἑαυτοῖς περιζώματα. Καὶ μετὰ τὴν παράβασιν, «ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», ὅτε διὰ τῆς παραβάσεως θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, τότε «ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβε καὶ ἐγέννησεν». Ὥστε διὰ τὸ μὴ ἐκτριβῆναι καὶ ἀναλωθῆναι τὸ γένος ὑπὸ τοῦ θανάτου ὁ γάμος ἐπινενόηται, ὡς ἂν διὰ τῆς παιδοποιίας τὸ γένος τῶν ἀνθρώπων διασῴζηται. Ἀλλ' ἐροῦσι τυχόν· Τί οὖν τὸ «ἄρρεν καὶ θῆλυ» βούλεται καὶ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε»; Πρὸς ὃ λέξομεν, ὅτι τὸ μὲν «αὐξάνεσθε καὶ πληθύνεσθε» οὐ πάντως τὸν διὰ γαμικῆς συναφείας πληθυσμὸν δηλοῖ. Ἐδύνατο γὰρ ὁ θεὸς καὶ ἑτέρῳ τρόπῳ τὸ γένος πληθῦναι, εἰ τὴν ἐντολὴν μέχρι τέλους ἐτήρησαν ἀπαραχάρακτον. Ἀλλ' εἰδὼς ὁ θεὸς τῇ προγνώσει αὐτοῦ, «ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν», ὡς μέλλουσιν ἐν παραβάσει γίνεσθαι καὶ θανάτῳ κατακρίνεσθαι, προλαβὼν ἐποίησε τὸ ἄρρεν καὶ θῆλυ καὶ αὐξάνεσθαι καὶ πληθύνεσθαι προσέταξεν. Ὁδῷ τοίνυν κατέλθωμεν καὶ ἴδωμεν τὰ τῆς παρθενίας αὐχήματα· ταὐτὸν δὲ καὶ ἁγνείας εἰπεῖν. Νῶε εἰς τὴν κιβωτὸν εἰσελθεῖν προστασσόμενος καὶ κόσμου σπέρμα φυλάττειν ἐγχειριζόμενος οὕτω προστάττεται· «Εἴσελθε σύ», φησί, «καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου». Διεῖλεν αὐτοὺς ἐκ τῶν γυναικῶν, ὡς ἂν μετὰ τῆς ἁγνείας τὸ πέλαγος καὶ τὸ παγκόσμιον ἐκεῖνο ναυάγιον διαδράσαιεν. Μετὰ μέντοι τὴν τοῦ κατακλυσμοῦ κατάπαυσιν· «Ἔξελθε σύ», φησί, «καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου». Ἰδοὺ πάλιν διὰ τὸν πληθυσμὸν ὁ γάμος συγκεχώρηται. Εἶτα Ἡλίας, ὁ πυρίπνους ἁμαρτηλάτης καὶ οὐρανοφοίτης, οὐκ ἀγαμίαν ἠσπάζετο καὶ τῷ ὑπὲρ ἀνθρώπους ἐμαρτυρήθη μετεωρίσματι; Τίς οὐρανοὺς ἔκλεισε; Τίς νεκροὺς ἤγειρε; Τίς Ἰορδάνην ἔτεμεν; Οὐχ ὁ παρθένος Ἡλίας; Ἐλισσαῖος δέ, ὁ τούτου φοιτητής, οὐ τὴν ἴσην ἀρετὴν ἐπιδειξάμενος ἐν διπλασίῳ τὴν χάριν τοῦ πνεύματος αἰτήσας ἐκληρονόμησε; Τί δὲ οἱ τρεῖς παῖδες; Οὐ παρθενίαν ἀσκήσαντες πυρὸς κρείττους γεγόνασι διὰ τῆς παρθενίας τῶν σωμάτων ἀναλώτων τῷ πυρὶ γεγονότων; Οὐ Δανιήλ, οὗ τῷ σώματι παρθενίᾳ στομωθέντι θηρῶν ὀδόντες ἐμπαρεῖναι οὐκ ἴσχυσαν; Οὐ μέλλων τοῖς Ἰσραηλίταις ὁ θεὸς ὀπτάνεσθαι ἁγνίζειν τὸ σῶμα προσέταττεν; Οὐχὶ οἱ ἱερεῖς ἑαυτοὺς ἁγνίζοντες οὕτω τῶν ἀδύτων ἐπέβαινον καὶ τὰς θυσίας προσῆγον; Οὐχ ὁ νόμος μεγάλην εὐχὴν τὴν ἁγνείαν ἀνηγόρευσε; Χρὴ τοιγαροῦν ἐπὶ τὸ πνευματικώτερον λαμβάνειν τὸ νομικὸν πρόσταγμα. Ἔστι γὰρ σπέρμα πνευματικὸν δι' ἀγάπης καὶ φόβου θεοῦ συλλαμβανόμενον ἐν τῇ ψυχικῇ γαστρὶ ὠδινούσῃ καὶ τικτούσῃ πνεῦμα σωτηρίας. Οὕτω δὲ ἐκληπτέον καὶ τὸ «μακάριος, ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ». Τί γάρ, κἂν πόρνος ᾖ, κἂν μέθυσος καὶ εἰδωλολάτρης, μακάριός ἐστιν, εἰ μόνον ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ; Οὐδεὶς εὖ φρονῶν τοῦτο ἐρεῖ. Παρθενία τὸ τῶν ἀγγέλων πολίτευμα, τὸ πάσης ἀσωμάτου φύσεως ἰδίωμα. Ταῦτα λέγομεν οὐ τὸν γάμον κακίζοντες– μὴ γένοιτο– (οἴδαμεν γὰρ τὸν κύριον ἐν τῇ παρουσίᾳ αὐτοῦ τὸν γάμον εὐλογήσαντα καὶ τὸν εἰπόντα· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος»), ἀλλὰ καλοῦ κρείττονα τὴν παρθενίαν γινώσκοντες. Ἔν τε γὰρ ταῖς ἀρεταῖς εἰσιν ἐπιτάσεις καὶ ὑφέσεις, ὁμοίως καὶ ἐν ταῖς κακίαις. Γινώσκομεν, ὅτι γάμου ἔκγονοι πάντες βροτοὶ μετὰ τοὺς τοῦ γένους ἀρχηγέτας. Ἐκεῖνοι γὰρ παρθενίας εἰσὶ καὶ οὐ γάμου πλαστούργημα. Ὅσῳ τοιγαροῦν ἄγγελος ἀνθρώπου ὑπέρτερος, τοσούτῳ παρθενία γάμου τιμιωτέρα. Τί δὲ λέγω ἄγγελος; Αὐτὸς ὁ Χριστὸς τῆς παρθενίας τὸ κλέος, οὐ μόνον ἐκ πατρὸς ἀνάρχως καὶ ἀσυνδυάστως γεγεννημένος, ἀλλ' ὅτι καὶ ἄνθρωπος καθ' ἡμᾶς γενόμενος ὑπὲρ ἡμᾶς ἐκ παρθένου συναφείας ἄνευ σεσαρκωμένος καὶ αὐτὸς παρθενίαν τὴν ἀληθῆ καὶ παντελῆ δεικνὺς ἐν ἑαυτῷ. Ὅθεν καὶ ταύτην ἡμῖν οὐκ ἐνομοθέτησε μέν («οὐ γὰρ πάντες χωροῦσι τὸν λόγον», ὡς αὐτὸς ἔφησεν), ἔργῳ δὲ ἡμᾶς ἐξεπαίδευσεν καὶ πρὸς ταύτην ἡμᾶς ἐνεδυνάμωσε. Τίνι γὰρ οὐκ ἔστι σαφές, ὅτι παρθενία ἐν ἀνθρώποις νῦν πολιτεύεται; Καλὴ μὲν ἡ τεκνογονία, ἣν ὁ γάμος συνέστησε, καὶ καλὸς ὁ γάμος διὰ τὰς πορνείας, ταύτας περικόπτων καὶ τὸ λυσσῶδες τῆς ἐπιθυμίας διὰ τῆς ἐννόμου μίξεως οὐκ ἐῶν πρὸς ἀνόμους ἐκμαίνεσθαι πράξεις. Καλὸς ὁ γάμος, οἷς οὐ πάρεστιν ἐγκράτεια· κρείττων δὲ ἡ παρθενία ψυχῆς τεκνογονίαν αὔξουσα καὶ θεῷ καρπὸν ὥριμον, τὴν προσευχήν, προσάγουσα. «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός». 98 Περὶ τῆς περιτομῆσ Ἡ περιτομὴ πρὸ νόμου ἐδόθη τῷ Ἀβραὰμ μετὰ τὰς εὐλογίας, μετὰ τὴν ἐπαγγελίαν, σημεῖον ἀποδιαστέλλον αὐτὸν καὶ τοὺς αὐτοῦ οἰκογενεῖς ἐκ τῶν ἐθνῶν, μεθ' ὧν συνανεστρέφετο. Καὶ δῆλον· Ὅτε γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ὁ Ἰσραὴλ μόνος καθ' ἑαυτὸν διέτριψεν οὐ συναναμεμιγμένος ἑτέρῳ ἔθνει, ὅσοι ἐν τῇ ἐρήμῳ ἐγεννήθησαν, οὐ περιετμήθησαν· ἡνίκα δὲ Ἰησοῦς διεβίβαζεν αὐτοὺς τὸν Ἰορδάνην, περιετμήθησαν, καὶ γέγονε δεύτερος νόμος περιτομῆς. Ἐπὶ Ἀβραὰμ γὰρ ἐδόθη νόμος περιτομῆς, εἶτα ἐπαύσατο ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη. Καὶ πάλιν ἐκ δευτέρου ἔδωκεν ὁ θεὸς τῷ Ἰησοῦ νόμον περιτομῆς μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην, καθὼς ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ γέγραπται· «Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν κύριος τῷ Ἰησοῦ· Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρου», καὶ μετ' ὀλίγα· «Ἐπὶ τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ τῇ Βατταρίτιδι, καὶ διὰ τοῦτο ἀπερίτμητοι αὐτῶν ἦσαν οἱ πλεῖστοι τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου, οἱ ἀπειθήσαντες ταῖς ἐντολαῖς τοῦ θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι. Ἀντὶ δὲ τούτων ἀντεκατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμε, διὰ τὸ γεγενῆσθαι αὐτοὺς ἀπεριτμήτους κατὰ τὴν ὁδόν». Ὥστε σημεῖον ἦν ἡ περιτομὴ ἀφορίζον τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οἷς συνανεστρέφετο. Τύπος δὲ ἦν τοῦ βαπτίσματος. Καθάπερ γὰρ ἡ περιτομὴ οὐ χρειῶδες μέλος ἀποτέμνει τοῦ σώματος, ἀλλὰ περίττωμα ἄχρηστον, οὕτω διὰ τοῦ ἁγίου βαπτίσματος τὴν ἁμαρτίαν περιτεμνόμεθα· ἡ δὲ ἁμαρτία δῆλον ὡς περίττωμα ἐπιθυμίας ἐστὶ καὶ οὐ χρειώδης ἐπιθυμία (ἀδύνατον γάρ τινα μηδ' ὅλως ἐπιθυμεῖν ἢ τέλεον ἄγευστον ἡδονῆς εἶναι), ἀλλὰ τὸ ἄχρηστον τῆς ἡδονῆς ἤτοι ἡ ἄχρηστος ἐπιθυμία τε καὶ ἡδονή, τουτέστιν ἡ ἁμαρτία, ἣν περιτέμνει τὸ ἅγιον βάπτισμα παρέχον ἡμῖν σημεῖον τὸν τίμιον σταυρὸν ἐπὶ τοῦ μετώπου, οὐκ ἐξ ἐθνῶν ἀφορίζον ἡμᾶς (πάντα γὰρ τὰ ἔθνη τοῦ βαπτίσματος ἔτυχον καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἐσφραγίσθησαν), ἀλλ' ἐν ἑκάστῳ ἔθνει τὸν πιστὸν ἀποδιαστέλλον τοῦ ἀπίστου. Τῆς τοίνυν ἀληθείας ἐμφανισθείσης ἀνόνητος ὁ τύπος καὶ ἡ σκιά. Ὥστε περιττὸν νῦν τὸ περιτέμνεσθαι καὶ ἐναντίον τοῦ ἁγίου βαπτίσματος. Ὁ γὰρ περιτεμνόμενος χρεωστεῖ ὅλον τὸν νόμον τηρῆσαι· ὁ δὲ κύριος, ἵνα πληρώσῃ τὸν νόμον, περιετμήθη, καὶ πάντα δὲ τὸν νόμον καὶ τὸ σάββατον ἐτήρησεν, ἵνα πληρώσῃ καὶ στήσῃ τὸν νόμον. Ἀφ' οὗ δὲ ἐβαπτίσθη καὶ τὸ ἅγιον πνεῦμα τοῖς ἀνθρώποις ἐνεφανίσθη ἐν εἴδει περιστερᾶς καταβαῖνον ἐπ' αὐτόν, ἔκτοτε ἡ πνευματικὴ λατρεία καὶ πολιτεία καὶ ἡ τῶν οὐρανῶν βασιλεία κεκήρυκται. 99 Περὶ τοῦ ἀντιχρίστου Χρὴ γινώσκειν, ὅτι δεῖ τὸν ἀντίχριστον ἐλθεῖν. Πᾶς μὲν οὖν ὁ μὴ ὁμολογῶν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ εἶναι θεὸν τέλειον καὶ γενέσθαι ἄνθρωπον τέλειον μετὰ τοῦ μεῖναι θεὸν ἀντίχριστός ἐστιν. Ὅμως ἰδιοτρόπως καὶ ἐξαιρέτως ἀντίχριστος λέγεται ὁ ἐπὶ τῇ συντελείᾳ τοῦ αἰῶνος ἐρχόμενος. Χρὴ τοιγαροῦν πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι, καθὼς ἔφη ὁ κύριος, καὶ τότε ἐλεύσεται εἰς ἔλεγχον τῶν ἀντιθέων Ἰουδαίων. Ἔφη γὰρ αὐτοῖς ὁ κύριος· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἔρχεται ἄλλος ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, κἀκεῖνον λήψεσθε». Καὶ ὁ ἀπόστολος· «Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ». Οἱ οὖν Ἰουδαῖοι υἱὸν θεοῦ ὄντα τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ θεὸν οὐκ ἐδέξαντο, τὸν δὲ πλάνον θεὸν ἑαυτὸν λέγοντα δέξονται. Ὅτι γὰρ θεὸν ἑαυτὸν ἀποκαλέσει, ὁ ἄγγελος τῷ Δανιὴλ διδάσκων οὕτω φησίν· «Ἐπὶ θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει», καὶ ὁ ἀπόστολος· «Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ ὡς θεὸν καθίσαι ἀποδεικνύντα ἑαυτόν, ὅτι ἔστι θεός». Εἰς τὸν ναὸν δὲ τοῦ θεοῦ οὐ τὸν ἡμέτερον, ἀλλὰ τὸν παλαιόν, τὸν Ἰουδαϊκόν. Οὐ γὰρ ἡμῖν, ἀλλὰ τοῖς Ἰουδαίοις εἰσελεύσεται· οὐχ ὑπὲρ Χριστοῦ ἀλλὰ κατὰ Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ, διὸ καὶ ἀντίχριστος λέγεται. Δεῖ τοίνυν πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι. «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ὃν ὁ κύριος ἀνελεῖ τῷ ῥήματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ παρουσίᾳ τῆς ἐπιφανείας αὐτοῦ». Οὐκ αὐτὸς τοίνυν ὁ διάβολος γίνεται ἄνθρωπος κατὰ τὴν τοῦ κυρίου ἐνανθρώπησιν– μὴ γένοιτο–, ἀλλ' ἄνθρωπος ἐκ πορνείας τίκτεται καὶ ὑποδέχεται πᾶσαν τὴν ἐνέργειαν τοῦ σατανᾶ. Προειδὼς γὰρ ὁ θεὸς τὸ ἄτοπον τῆς μελλούσης αὐτοῦ προαιρέσεως παραχωρεῖ ἐνοικῆσαι ἐν αὐτῷ τὸν διάβολον. Τίκτεται τοίνυν ἐκ πορνείας, ὡς ἔφημεν, καὶ ἀνατρέφεται λεληθότως καὶ αἰφνίδιον ἐπανίσταται καὶ ἀνταίρει καὶ βασιλεύει. Καὶ ἐν τοῖς προοιμίοις μὲν τῆς βασιλείας αὐτοῦ, μᾶλλον δὲ τυραννίδος, ὑποκρίνεται δικαιοσύνην· ἡνίκα δὲ ἐπικρατὴς γένηται, διώκει τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐκφαίνει πᾶσαν τὴν πονηρίαν αὐτοῦ. Ἐλεύσεται δὲ «ἐν σημείοις καὶ τέρασι ψεύδους» πεπλασμένοις καὶ οὐκ ἀληθέσι καὶ τοὺς σαθρὰν καὶ ἀστήρικτον τὴν βάσιν τῆς διανοίας ἔχοντας ἀπατήσει καὶ ἀποστήσει ἀπὸ θεοῦ, ὥστε σκανδαλισθῆναι, «εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς». Ἀποσταλήσεται δὲ Ἑνὼχ καὶ Ἡλίας ὁ Θεσβίτης καὶ ἐπιστρέψουσι καρδίας πατέρων ἐπὶ τέκνα, τουτέστι τὴν συναγωγὴν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ τῶν ἀποστόλων κήρυγμα, καὶ ὑπ' αὐτοῦ ἀναιρεθήσονται. Καὶ ἐλεύσεται ὁ κύριος ἐξ οὐρανοῦ, ὃν τρόπον οἱ ἅγιοι ἀπόστολοι ἐθεάσαντο αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, μετὰ δόξης καὶ δυνάμεως καὶ ἀνελεῖ τὸν ἄνθρωπον τῆς ἀνομίας, τὸν υἱὸν τῆς ἀπωλείας, τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Μηδεὶς τοίνυν ἀπὸ γῆς ἐκδεχέσθω τὸν κύριον, ἀλλ' ἐξ οὐρανοῦ, ὡς αὐτὸς ἡμᾶς ἠσφαλίσατο. 100 Περὶ ἀναστάσεωσ Πιστεύομεν δὲ καὶ εἰς ἀνάστασιν νεκρῶν. Ἔσται γάρ, ὄντως ἔσται νεκρῶν ἀνάστασις. Ἀνάστασιν δὲ λέγοντες σωμάτων φαμὲν ἀνάστασιν. Ἀνάστασις γάρ ἐστι δευτέρα τοῦ πεπτωκότος στάσις· αἱ γὰρ ψυχαὶ ἀθάνατοι οὖσαι πῶς ἀναστήσονται; Εἰ γὰρ θάνατον ὁρίζονται χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀνάστασίς ἐστι πάντως συνάφεια πάλιν ψυχῆς καὶ σώματος καὶ δευτέρα τοῦ διαλυθέντος καὶ πεσόντος ζῴου στάσις. Αὐτὸ οὖν τὸ σῶμα τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον· οὐκ ἀδυνατεῖ γὰρ ὁ ἐν ἀρχῇ ἐκ τοῦ χοὸς τῆς γῆς αὐτὸ συστησάμενος πάλιν ἀναλυθὲν καὶ ἀποστραφὲν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη κατὰ τὴν τοῦ δημιουργοῦ ἀπόφασιν, πάλιν ἀναστῆσαι αὐτό. Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, «φάγωμεν καὶ πίωμεν», τὸν ἐνήδονον καὶ ἀπολαυστικὸν βίον μετέλθωμεν. Εἰ οὐκ ἔστιν ἀνάστασις, ἐν τίνι τῶν ἀλόγων διαφέρομεν; Εἰ οὐκ ἔστιν ἀνάστασις, μακαρίσωμεν τὰ θηρία τοῦ ἀγροῦ τὸν ἄλυπον ἔχοντα βίον. Εἰ οὐκ ἔστιν ἀνάστασις, οὐδὲ θεός ἐστιν οὐδὲ πρόνοια, αὐτομάτως δὲ πάντα ἄγονταί τε καὶ φέρονται. Ἰδοὺ γὰρ ὁρῶμεν πλείστους δικαίους μὲν πενομένους καὶ ἀδικουμένους καὶ μηδεμιᾶς ἐν τῷ παρόντι βίῳ τυγχάνοντας ἀντιλήψεως, ἁμαρτωλοὺς δὲ καὶ ἀδίκους ἐν πλούτῳ καὶ πάσῃ τρυφῇ εὐθηνοῦντας. Καὶ τίς ἂν τοῦτο δικαιοκρισίας ἢ σοφῆς προνοίας ἔργον εὖ φρονῶν ὑπολάβοι; Ἔσται οὖν, ἔσται ἀνάστα σις. Δίκαιος γὰρ ὁ θεὸς καὶ τοῖς ὑπομένουσιν αὐτὸν μισθαποδότης γίνεται. Εἰ μὲν οὖν ἡ ψυχὴ μόνη τοῖς τῆς ἀρετῆς ἀγῶσιν ἐνήθλησε, μόνη καὶ στεφανωθήσεται. Καὶ εἰ μόνη ταῖς ἡδοναῖς ἐνεκυλίσθη, μόνη δικαίως ἂν ἐκολάζετο· ἀλλ' ἐπεὶ μήτε τὴν ὕπαρξιν κεχωρισμένην ἔσχον μήτε τὴν ἀρετὴν μήτε τὴν κακίαν ἡ ψυχὴ μετῆλθε δίχα τοῦ σώματος, δικαίως ἄμφω ἅμα καὶ τῶν ἀμοιβῶν τεύξονται. Μαρτυρεῖ δὲ καὶ ἡ θεία γραφή, ὅτι ἔσται σωμάτων ἀνάστασις. Φησὶ γοῦν ὁ θεὸς πρὸς Νῶε μετὰ τὸν κατακλυσμόν· «Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς παντὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον». Πῶς ἐκζητήσει τὸ αἷμα τοῦ ἀνθρώπου ἐκ χειρὸς πάντων τῶν θηρίων, ἢ ὅτι ἀναστήσει τὰ σώματα τῶν ἀνθρώπων τῶν ἀποθνῃσκόντων; Οὐ γὰρ ἀντὶ τοῦ ἀνθρώπου ἀποθανεῖται τὰ θηρία.– καὶ πάλιν τῷ Μωσεῖ· «Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. Οὐκ ἔστιν ὁ θεὸς νεκρῶν θεὸς» τῶν ἀποθανόντων καὶ οὐκέτι ἐσομένων, ἀλλὰ ζώντων, ὧν αἱ ψυχαὶ μὲν ἐν χειρὶ αὐτοῦ ζῶσι, τὰ δὲ σώματα πάλιν διὰ τῆς ἀναστάσεως ζήσεται. Καὶ ὁ θεοπάτωρ Δαυίδ φησι πρὸς τὸν θεόν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν». Ἰδοὺ περὶ τῶν σωμάτων ὁ λόγος. Εἶτα ἐπάγει· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς».– καὶ Ἡσαΐας δέ· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις». Δῆλον δέ, ὡς οὐχ αἱ ψυχαὶ ἐν τοῖς μνημείοις τίθενται, ἀλλὰ τὰ σώματα. Καὶ ὁ μακάριος δὲ Ἰεζεκιήλ· «Καὶ ἐγένετο», φησίν, «ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ καὶ περιετάθη αὐτοῖς δέρματα ἐπάνωθεν». Εἶτα διδάσκει, πῶς κελευσθέντα ἐπανῆλθε τὰ πνεύματα. Καὶ ὁ θεῖος Δανιήλ· «Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις, οἵα οὐ γέγονεν, ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως τοῦ καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου, πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ. Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Καὶ οἱ συνιόντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι ἐκλάμψουσι».–» Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι», λέγων, «ἐξεγερθήσονται», δῆλον, ὡς ἀνάστασιν ἐμφαίνει σωμάτων· οὐ γὰρ δήπου τις φήσειε τὰς ψυχὰς ἐν γῆς χώματι καθεύδειν. Ἀλλὰ μὴν καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τὴν τῶν σωμάτων ἀριδήλως ἀνάστασιν παραδέδωκεν. «Ἀκούσονται» γάρ, φησίν, «οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». Ἐν τοῖς μνημείοις δὲ τὰς ψυχάς ποτε τῶν εὖ φρονούντων εἴποι τις ἄν; Οὐ λόγῳ δὲ μόνον, ἀλλὰ καὶ ἔργῳ τὴν τῶν σωμάτων ὁ κύριος ἀνάστασιν ἐφανέρωσε. Πρῶτον μὲν τεταρταῖον καὶ ἤδη φθαρέντα καὶ ὀδωδότα ἐγείρας τὸν Λάζαρον· οὐ ψυχὴν γὰρ ἐστερημένην σώματος, ἀλλὰ καὶ σῶμα σὺν τῇ ψυχῇ, καὶ οὐχ ἕτερον, ἀλλ' αὐτὸ τὸ φθαρὲν ἤγειρε. Πῶς γὰρ ἂν ἐγινώσκετο ἢ ἐπιστεύετο ἡ τοῦ τεθνεῶτος ἀνάστασις μὴ τῶν χαρακτηριστικῶν τῆς ὑποστάσεως ἰδιωμάτων ταύτην συνιστώντων; Ἀλλὰ Λάζαρον μὲν πρὸς ἔνδειξιν τῆς οἰκείας θεότητος καὶ πίστωσιν τῆς αὐτοῦ τε καὶ ἡμῶν ἀναστάσεως ἤγειρε, πάλιν ὑποστρέφειν μέλλοντα εἰς θάνατον. Αὐτὸς δὲ ὁ κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε. Διὸ δὴ καὶ ὁ θεῖος ἀπόστολος Παῦλος ἔλεγεν· «Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Ἄρα οὖν ματαία ἡ πίστις ἡμῶν· ἄρα ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν», καὶ ὅτι «Χριστὸς ἐγήγερται, ἀπαρχὴ τῶν κεκοιμημένων», καί· «Πρωτότοκος ἐκ νεκρῶν», καὶ πάλιν· «Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ». «Οὕτως» ἔφη, ὡς ὁ κύριος ἀνέστη. Ὅτι δὲ ἡ τοῦ κυρίου ἀνάστασις σώματος ἀφθαρτισθέντος καὶ ψυχῆς ἕνωσις ἦν (ταῦτα γὰρ τὰ διαιρεθέντα), δῆλον· ἔφη γάρ· «Λύσατε τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομήσω αὐτόν». Μάρτυς δὲ ἀξιόπιστος τὸ ἱερὸν εὐαγγέλιον, ὡς περὶ τοῦ ἰδίου ἔλεγε σώματος. «Ψηλαφήσατέ με καὶ ἴδετε», φησὶ τοῖς οἰκείοις μαθηταῖς ὁ κύριος πνεῦμα δοκοῦσιν ὁρᾶν, «ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». «Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν» καὶ τῷ Θωμᾷ προτείνει πρὸς ψηλάφησιν. Ἆρα οὐχ ἱκανὰ ταῦτα τὴν τῶν σωμάτων πιστώσασθαι ἀνάστασιν; Πάλιν φησὶν ὁ θεῖος ἀπόστολος· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», καὶ πάλιν· «Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν» ἤτοι παχύ τε καὶ θνητόν, «ἐγείρεται σῶμα πνευματικόν», ἄτρεπτον, ἀπαθές, λεπτόν· τοῦτο γὰρ σημαίνει τὸ «πνευματικόν», οἷον τὸ τοῦ κυρίου σῶμα μετὰ τὴν ἀνάστασιν κεκλεισμένων τῶν θυρῶν διερχόμενον, ἀκοπίατον, τροφῆς, ὕπνου καὶ πόσεως ἀνενδεές. Ἔσονται γάρ, φησὶν ὁ κύριος, «ὡς οἱ ἄγγελοι τοῦ θεοῦ», οὐ γάμος ἔτι, οὐ τεκνογονία. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς καὶ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ», οὐ τὴν εἰς ἑτέραν μορφὴν μεταποίησιν λέγων– ἄπαγε–, τὴν ἐκ φθορᾶς δὲ μᾶλλον εἰς ἀφθαρσίαν ἐναλλαγήν. «Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί;» Ὢ τῆς ἀπιστίας. Ὢ τῆς ἀφροσύνης. Ὁ χοῦν εἰς σῶμα βουλήσει μόνῃ μεταβαλών, ὁ μικρὰν ὕλης ῥανίδα τοῦ σπέρματος ἐν μήτρᾳ αὔξειν προστάξας καὶ τὸ πολυειδὲς τοῦτο καὶ πολύμορφον ἀποτελεῖν τοῦ σώματος ὄργανον, οὐχὶ μᾶλλον τὸ γεγονὸς καὶ διαρρυὲν ἀναστήσει πάλιν βουληθείς; «Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον»· εἰ τοῖς τοῦ θεοῦ λόγοις οὐ πιστεύειν ἡ πώρωσις συγχωρεῖ, κἂν τοῖς ἔργοις πίστευε. «Σὺ γάρ, ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν. Ὁ δὲ θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα». Θέασαι τοίνυν ὡς ἐν τάφοις ταῖς αὔλαξι τὰ σπέρματα καταχωννύμενα. Τίς ὁ τούτοις ῥίζας ἐντιθείς, καλάμην καὶ φύλλα, καὶ ἀστάχυας καὶ τοὺς λεπτοτάτους ἀνθέρικας; Οὐχ ὁ τῶν ὅλων δημιουργός; Οὐ τοῦ τὰ πάντα τεκτηναμένου τὸ πρόσταγμα; Οὕτω τοίνυν πίστευε καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν ἔσεσθαι θείᾳ βουλήσει καὶ νεύματι· σύνδρομον γὰρ ἔχει τῇ βουλήσει τὴν δύναμιν. Ἀναστησόμεθα τοιγαροῦν τῶν ψυχῶν πάλιν ἑνουμένων τοῖς σώμασιν ἀφθαρτιζομένοις καὶ ἀποδυομένοις τὴν φθορὰν καὶ παραστησόμεθα τῷ φοβερῷ τοῦ Χριστοῦ βήματι, καὶ παραδοθήσεται ὁ διάβολος καὶ οἱ δαίμονες αὐτοῦ καὶ ὁ ἄνθρωπος αὐτοῦ ἤγουν ὁ ἀντίχριστος καὶ οἱ ἀσεβεῖς καὶ οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ αἰώνιον, οὐχ ὑλικὸν οἷον τὸ παρ' ἡμῖν, ἀλλ' οἷον εἰδείη θεός. Οἱ δὲ τὰ ἀγαθὰ πράξαντες ἐκλάμψουσιν ὡς ὁ ἥλιος σὺν ἀγγέλοις εἰς ζωὴν αἰώνιον σὺν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὁρῶντες αὐτὸν καὶ ὁρώμενοι καὶ ἄληκτον τὴν ἀπ' αὐτοῦ εὐφροσύνην καρπούμενοι.

Intertext edge

Open linked passage

Note