Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Expositio fidei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
Περὶ τῶν ἐπὶ θεοῦ λεγομένων Τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. Τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον καὶ αἰώνιον καὶ ἀγαθὸν καὶ δημιουργικὸν καὶ τὰ τοιαῦτα οὐσιώδεις διαφορὰς εἴπομεν ἐπὶ θεοῦ ἐκ τοσούτων συγκείμενον, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον, ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν. Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ θεοῦ λεγομένων οὐ, τί κατ' οὐσίαν ἐστί, σημαίνειν οἴεσθαι, ἀλλ' ἤ, τί οὐκ ἔστι, δηλοῦν ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων ἤ τι τῶν παρεπομένων τῇ φύσει ἢ ἐνέργειαν. Δοκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ θεοῦ λεγομένων ὀνομάτων εἶναι ὁ ὤν, καθὼς αὐτὸς χρηματίζων τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους φησίν· «Εἶπον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με». Ὅλον γὰρ ἐν ἑαυτῷσυλλαβὼν ἔχει τὸ εἶναι οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον. Δεύτερον δὲ τὸ θεὸς ὄνομα, ὃ λέγεται ἢ ἐκ τοῦ θέειν καὶ περιέπειν τὰ σύμπαντα ἢ ἐκ τοῦ αἴθειν ὅ ἐστι καίειν («ὁ γὰρ θεὸς πῦρ καταναλίσκον» πᾶσαν κακίαν ἐστίν) ἢ ἀπὸ τοῦ θεᾶσθαι τὰ πάντα· ἀλάθητος γάρ ἐστι καὶ πάντων ἐπόπτης. Ἐθεάσατο γὰρ «τὰ πάντα πρὶν γενέσεως αὐτῶν» ἀχρόνως ἐννοήσας καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἄχρονον ἔννοιαν, ἥτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα, ἐν τῷ προορισθέντι, καιρῷ γίνεται. Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι καὶ οὐ τοῦ τί εἶναι, τὸ δὲ δεύτερον ἐνεργείας· τὸ δὲ ἄναρχον καὶ ἄφθαρτον καὶ ἀγένητον ἤτοι ἄκτιστον καὶ ἀσώματον καὶ ἀόρατον καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ, τουτέστιν ὅτι οὐκ ἤρξατο τοῦ εἶναι οὐδὲ φθείρεται οὐδὲ ἔκτισται οὐδέ ἐστι σῶμα οὐδὲ ὁρᾶται. Τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ φύσει, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῖ. Τὸ δὲ κύριος βασιλεύς τε καὶ τὰ τοιαῦτα σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῖ· τῶν γὰρ κυριευομένων λέγεται κύριος καὶ τῶν βασιλευομένων βασιλεύς, τῶν δημιουργουμένων δημιουργὸς καὶ τῶν ποιμαινομένων ποιμήν.

Intertext edge

Open linked passage

Note