Dialogi deorum
Lucian of Samosata (lucian-of-samosata)Dialogdeor 12 · perseus-grc3More by Lucian of Samosata (lucian-of-samosata)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/lucian-of-samosata" aria-label="More works by Lucian of Samosata (lucian-of-samosata)">
—
⋯
Original / primary: Perseus Grc3
12.1
ΠΟΣΕΙΔΩΝἜστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί; ΕΡΜΗΣΟὐδαμῶς, ὦ Πόσειδον. ΠΟΣΕΙΔΩΝὍμως προσάγγειλον αὐτῷ. ΕΡΜΗΣΜὴ ἐνόχλει, φημί· ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι. ΠΟΣΕΙΔΩΝΜῶν τῇ Ἥρᾳ σύνεστιν; ΕΡΜΗΣΟὔκ, ἀλλ’ ἑτεροῖόν τί ἐστιν. ΠΟΣΕΙΔΩΝΣυνίημι· ὁ Γανυμήδης ἔνδον. ΕΡΜΗΣΟὐδὲ τοῦτο· ἀλλὰ μαλακῶς ἔχει αὐτός. ΠΟΣΕΙΔΩΝΠόθεν, ὦ Ἑρμῆ; δεινὸν γὰρ τοῦτο φῄς. ΕΡΜΗΣΑἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν. ΠΟΣΕΙΔΩΝἈλλὰ οὐ χρὴ οὐ χρὴ β: οὐχὶ γ. πρὸς ἐμὲ θεῖόν γε ὄντα. ΕΡΜΗΣΤέτοκεν ἀρτίως, ὦ Πόσειδον. ΠΟΣΕΙΔΩΝ Ἄπαγε, τέτοκεν ἐκεῖνος; ἐκ τίνος; οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν; ἀλλὰ οὐδὲ ἐπεσήμανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά. ΕΡΜΗΣΕὖ λέγεις· οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον. ΠΟΣΕΙΔΩΝΟἶδα· ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν· τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει. ΕΡΜΗΣΟὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει ἐκύει β: κατεῖχε Ω: κατέχει Γ. τὸ τῆς Σεμέλης βρέφος. ΠΟΣΕΙΔΩΝΕὖ γε ὁ γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος. ἀλλὰ τίς ἡ Σεμέλη ἐστί;
12.2
ΕΡΜΗΣΘηβαία, τῶν Κάδμου θυγατέρων μία. ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν. ΠΟΣΕΙΔΩΝΕἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντ' ἐκείνης; ΕΡΜΗΣΚαὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ· τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσαι ἡ Ἥρα—οἶσθα ὡς ζηλότυπός ἐστι—πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρ' αὐτήν· ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ἀνεφλέχθη β. ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον· καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει. ΠΟΣΕΙΔΩΝΝῦν οὖν ποῦ τὸ βρέφος ἐστίν; ΕΡΜΗΣ Ἐς τὴν Νῦσαν ἀποκομίσας παρέδωκα ταῖς Νύμφαις ἀνατρέφειν Διόνυσον αὐτὸν αὐτὸν om. β. ἐπονομασθέντα. ΠΟΣΕΙΔΩΝΟὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ μήτηρ καὶ πατὴρ ὁ ἀδελφός ἐστιν; ΕΡΜΗΣἜοικεν. ἄπειμι δ’ οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων ἃ νομίζεται ὥσπερ λεχοῖ.