Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/lucian-of-samosata" aria-label="More works by Lucian of Samosata (lucian-of-samosata)"> —
⋯
More
Original / primary: Perseus Grc3
16.1
ΕΡΜΗΣΤί κατηφὴς εἶ, κατηφὴς εἶ γ: σκυθρωπός β. ὦ Ἄπολλον; ΑΠΟΛΛΩΝὍτι, ὦ Ἑρμῆ, δυστυχῶ ἐν τοῖς ἐρωτικοῖς. ΕΡΜΗΣἌξιον μὲν λύπης τὸ τοιοῦτο· σὺ δὲ τί δυστυχεῖς; ἢ τὸ κατὰ τὴν Δάφνην σε λυπεῖ ἔτι; ΑΠΟΛΛΩΝ Οὐδαμῶς· ἀλλὰ ἐρώμενον πενθῶ τὸν Λάκωνα τὸν Οἰβάλου. Οἰβάλου ἐκεῖνον. γ. ΕΡΜΗΣΤέθνηκε γάρ, εἰπέ μοι, ὁ Ὑάκινθος; ΑΠΟΛΛΩΝΚαὶ μάλα. ΕΡΜΗΣΠρὸς τίνος, ὦ Ἄπολλον; ἢ τίς οὕτως ἀνέραστος ἦν ὡς ἀποκτεῖναι τὸ καλὸν ἐκεῖνο μειράκιον; ΑΠΟΛΛΩΝΑὐτοῦ ἐμοῦ τὸ ἔργον. ΕΡΜΗΣΟὐκοῦν ἐμάνης, ὦ Ἄπολλον; ΑΠΟΛΛΩΝΟὔκ, ἀλλὰ δυστύχημά τι ἀκούσιον ἐγένετο. ΕΡΜΗΣΠῶς; ἐθέλω γὰρ ἀκοῦσαι τὸν τρόπον.
16.2
ΑΠΟΛΛΩΝΔισκεύειν ἐμάνθανε κἀγὼ συνεδίσκευον αὐτῷ, ὁ δὲ κάκιστα ἀνέμων ἀπολούμενος ὁ Ζέφυρος ἤρα μὲν ἐκ πολλοῦ καὶ αὐτός, ἀμελούμενος δὲ καὶ μὴ φέρων τὴν ὑπεροψίαν ταῦτα εἰργάσατο· ταῦτα εἰργάσατο om. β. ἐγὼ μὲν ἀνέρριψα, ὥσπερ εἰώθειμεν, τὸν δίσκον εἰς τὸ ἄνω, ὁ δὲ ἀπὸ τοῦ Ταϋγέτου καταπνεύσας ἐπὶ κεφαλὺν τῷ παιδὶ ἐνέσεισε φέρων ἐνέσεισε φέρων β: ἐνσείσας ἐφόνευσεν γ. αὐτόν, ὥστε ἀπὸ τῆς πληγῆς αἷμα ῥυῆναι πολὺ καὶ τὸν παῖδα εὐθὺς ἀποθανεῖν. ἀλλὰ ἐγὼ τὸν μὲν Ζέφυρον αὐτίκα ἠμυνάμην κατατοξεύσας, φεύγοντι ἐπισπόμενος ἄχρι τοῦ ὄρους, τῷ παιδὶ δὲ καὶ τὸν τάφον μὲν ἐχωσάμην ἐν Ἀμύκλαις, ὅπου ὁ δίσκος αὐτὸν κατέβαλε, καὶ ἀπὸ τοῦ αἵματος ἄνθος ἀναδοῦναι τὴν γῆν ἐποίησα ἥδιστον, ὦ Ἑρμῆ, καὶ εὐανθέστατον ἀνθῶν ἁπάντων, ἔτι καὶ γράμματα ἔχον ἐπαιάζοντα τῷ νεκρῷ. ἆρά σοι ἀλόγως λελυπῆσθαι δοκῶ; ΕΡΜΗΣΝαί, ὦ Ἄπολλον· ᾔδεις γὰρ θνητὸν πεποιημένος τὸν ἐρώμενον· τὸν ἐρώμενον om. γ. ὥστε μὴ ἄχθου ἀποθανόντος.

Intertext edge

Open linked passage

Note