Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/lucian-of-samosata" aria-label="More works by Lucian of Samosata (lucian-of-samosata)"> —
⋯
More
Original / primary: Perseus Grc3
17.1
ΕΡΜΗΣΤὸ δὲ καὶ χωλὸν αὐτὸν ὄντα καὶ τέχνην ἔχοντα βάναυσον, τέχνην ἔχοντα βάναυσον γ: χαλκέα τὴν τέχνην β. ὦ Ἄπολλον, τὰς καλλίστας γεγαμηκέναι, τὴν Ἀφροδίτην καὶ τὴν Χάριν. ΑΠΟΛΛΩΝΕὐποτμία τις, ὦ Ἑρμῆ· πλὴν ἐκεῖνό γε θαυμάζω, τὸ ἀνέχεσθαι συνούσας αὐτῷ, καὶ μάλιστα ὅταν ὁρῶσιν ἱδρῶτι ῥεόμενον, εἰς τὴν κάμινον ἐπικεκυφότα, πολλὴν αἰθάλην πολὺν αἴθαλον β. ἐπὶ τοῦ προσώπου ἔχοντα· καὶ ὅμως τοιοῦτον ὄντα περιβάλλουσί τε αὐτὸν καὶ φιλοῦσι καὶ ξυγκαθεύδουσι. ΕΡΜΗΣΤοῦτο καὶ αὐτὸς ἀγανακτῶ καὶ τῷ Ἡφαίστῳ φθονῶ· σὺ δὲ κόμα, ὦ Ἄπολλον, καὶ κιθάριζε καὶ μέγα ἐπὶ τῷ κάλλει φρόνει, κἀγὼ ἐπὶ τῇ εὐεξίᾳ, καὶ τῇ λύρᾳ· εἶτα, ἐπειδὰν κοιμᾶσθαι δέῃ, μόνοι καθευδήσομεν.
17.2
ΑΠΟΛΛΩΝἘγὼ μὲν καὶ ἄλλως ἀναφρόδιτός εἰμι εἰς τὰ ἐρωτικὰ καὶ δύο γοῦν, οὓς μάλιστα ὑπερηγάπησα, τὴν Δάφνην καὶ τὸν Ὑάκινθον· ἡ μὲν ἀποδιδράσκει με καὶ μισεῖ, ἀποδιδράσκει . . . μισεῖ γ: Δάφνη οὕτως ἐμίσησέ με β. ὥστε εἵλετο ξύλον γενέσθαι μᾶλλον ἢ ἐμοὶ ξυνεῖναι, ὁ δὲ ἀπώλετο ὑπὸ τοῦ δίσκου, ὁ . . . δίσκου γ: τὸν Ὑάκινθον δὲ ὑπὸ τοῦ δίσκου ἀπώλεσα β. καὶ νῦν ἀντ' ἐκείνων στεφάνους ἔχω. ΕΡΜΗΣἘγὼ δὲ ἤδη ποτὲ τὴν Ἀφροδίτην—ἀλλὰ οὐ χρὴ αὐχεῖν. ΑΠΟΛΛΩΝΟἶδα, καὶ τὸν Ἑρμαφρόδιτον ἐκ σοῦ λέγεται τετοκέναι. πλὴν ἐκεῖνό μοι εἰπέ, πλὴν . . . εἰπέ om. γ. εἴ τι οἶσθα, πῶς οὐ ζηλοτυπεῖ ἡ Ἀφροδίτη τὴν Χάριν ἢ ἡ Χάρις αὐτήν.
17.3
ΕΡΜΗΣὍτι, ὦ Ἄπολλον, ἐκείνη μὲν αὐτῷ ἐν τῇ Λήμνῳ σύνεστιν, ἡ δὲ Ἀφροδίτη ἐν τῷ οὐρανῷ· ἄλλως τε περὶ τὸν Ἄρη ἔχει τὰ πολλὰ κἀκείνου ἐρᾷ, ὥστε ὀλίγον αὐτῇ τοῦ χαλκέως τούτου μέλει. ΑΠΟΛΛΩΝΚαὶ ταῦτα οἴει τὸν Ἥφαιστον εἰδέναι; ΕΡΜΗΣ Οἶδεν· ἀλλὰ τί ἂν δρᾶσαι δύναιτο γενναῖον ὁρῶν νεανίαν καὶ στρατιώτην αὐτόν; ὥστε τὴν ἡσυχίαν ἄγει· πλὴν ἀπειλεῖ γε δεσμά τινα ἐπιμηχανήσεσθαι μηχανήσασθαι γ. αὐτοῖς καὶ συλλήψεσθαι σαγηνεύσας ἐπὶ τῆς εὐνῆς. ΑΠΟΛΛΩΝΟΣΟὐκ οἶδα· εὐξαίμην οὐκ οἶδα· εὐξαίμην β: εὐξάμην γ. δ’ ἂν αὐτὸς ὁ ξυλληφθησόμενος εἶναι.

Intertext edge

Open linked passage

Note