Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 1 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
1.1
ΗΡΟΔΟΤΩι ΘΗΒΑΙΩι ΑΡΜΑΤΙμᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα, πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερονθήσομαι. μή μοι κραναὰ νεμεσάσαιΔᾶλος, ἐν ᾇ κέχυμαι. 5 τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς; εἶξον, Ὠπολλωνιάς: ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος, καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύωνἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις[ 10] ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ10 δειράδ᾽: ἐπεὶ στεφάνουςἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων, καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκενπαῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες. ἀλλ᾽ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας, 15[ 20] ἁνία τ᾽ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ᾽ ἐθέλωἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ. κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι: ἔν τ᾽ ἀέθλοισι θίγον πλείστων ἀγώνων, καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον20 καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ, γευόμενοι στεφάνων[ 30] νικαφόρων: λάμπει δὲ σαφὴς ἀρετὰἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ᾽ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις, οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς, 25 καὶ λιθίνοις ὁπότ᾽ ἐν δίσκοις ἵεν. οὐ γὰρ ἦν πεντάθλιον, ἀλλ᾽ ἐφ᾽ ἑκάστῳἔργματι κεῖτο τέλος. τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκιςἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρ᾽ Εὐρώτᾳ πέλας, 30[ 40] Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει, Τυνδαρίδας δ᾽ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος. χαίρετ᾽. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳὈγχηστίαισίν τ᾽ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν[ 50] γαρύσομαι τοῦδ᾽ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν35 Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν, ἅ νιν ἐρειδόμενον ναυαγίαιςἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳδέξατο συντυχίᾳ: νῦν δ᾽ αὖτις ἀρχαίας ἐπέβασε πότμος40 συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει: εἰ δ᾽ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν, ἀμφότερον δαπάναις τε καὶ πόνοις,[ 60] χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπονμὴ φθονεραῖσι φέρειν45 γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ᾽ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν. μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφ᾽ ἔργμασιν ἀνθρώποις γλυκύς, μηλοβότᾳ τ᾽ ἀρότᾳ τ᾽ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει:[ 70] γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται: 50 ὃς δ᾽ ἀμφ᾽ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον. ἄμμι δ᾽ ἔοικε Κρόνου σεισίχθον᾽ υἱὸνγείτον᾽ ἀμειβομένοις εὐεργέτανἁρμάτων ἱπποδρόμιον κελαδῆσαι, 55 καὶ σέθεν, Ἀμφιτρύων,[ 80] παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸνκαὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις: Πρωτεσίλα, τὸ τεὸν δ᾽ ἀνδρῶν Ἀχαιῶνἐν Φυλάκᾳ τέμενος συμβάλλομαι. 60 πάντα δ᾽ ἐξειπεῖν, ὅσ᾽ ἀγώνιος ἙρμᾶςἩροδότῳ ἔπορενἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχωνὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.[ 90] εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ᾽ ἀγλααῖς65 Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τ᾽ ἐξαιρέτοιςἈλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοιςΘήβαισι τεύχοντ᾽. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,[ 100] ἄλλοισι δ᾽ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.

Intertext edge

Open linked passage

Note