Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 2 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
2.1
ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝΩι ΑΡΜΑΤΙοἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκωνἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι, ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους, ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας5 εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.[ 10] ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ᾽ ἦν οὐδ᾽ ἐργάτις: οὐδ᾽ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόραςἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. νῦν δ᾽ ἐφίητι τὸ τὠργείου φυλάξαι10 ῥῆμ᾽ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,‘ χρήματα, χρήματ᾽ ἀνήρ,’ ὃς φᾶ κτεάνων θ᾽ ἅμα λειφθεὶς καὶ φίλων. ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτ᾽ ἀείδω[ 20] Ἰσθμίαν ἵπποισι νίκαν, τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις, 15 Δωρίων αὐτῷ στεφάνωμα κόμᾳπέμπεν ἀναδεῖσθαι σελίνων, εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος. ἐν Κρίσᾳ δ᾽ εὐρυσθενὴς εἶδ᾽ Ἀπόλλων νιν πόρε τ᾽ ἀγλαΐανκαὶ τόθι: κλειναῖς δ᾽ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς20[ 30] ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθηῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός, τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμ᾽ ἁπάσαις ἁνίαις: ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι ΚρονίδαΖηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον: 25 ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷχρυσέας ἐν γούνασιν πίτνοντα Νίκας[ 40] γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸςἄλσος: ἵν᾽ ἀθανάτοις Αἰνησιδάμουπαῖδες ἐν τιμαῖς ἔμιχθεν. 30 καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοιοὔτε κώμων, ὦ Θρασύβουλ᾽, ἐρατῶν, οὔτε μελικόμπων ἀοιδᾶν. οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,[ 50] εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων. 35 μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ᾽, ὅσον ὀργὰνΞεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖανἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν, ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ: καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας: οὐδέ ποτε ξενίαν40[ 60] οὖρος ἐμπνεύσαις ὑπέστειλ᾽ ἱστίον ἀμφὶ τράπεζαν: ἀλλ᾽ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις, ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς. μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες, μήτ᾽ ἀρετάν ποτε σιγάτω πατρῴαν, 45 μηδὲ τούσδ᾽ ὕμνους: ἐπεί τοιοὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν. ταῦτα, Νικάσιππ᾽, ἀπόνειμον, ὅτανξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.

Intertext edge

Open linked passage

Note