Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pythian
PindarIsthmian 3 · textus-receptusMore by Pindar
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pindar" aria-label="More works by Pindar"> —
⋯
More
Original / primary: Textus receptus
3.1
ΜΕΛΙΣΣΩι ΘΗΒΑΙΩι ΙΠΠΟΙΣεἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοιςἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον, ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι. Ζεῦ, μεγάλαι δ᾽ ἀρεταὶ θνατοῖς ἕπονται5 ἐκ σέθεν: ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν[ 10] οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ. εὐκλέων δ᾽ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν, χρὴ δὲ κωμάζοντ᾽ ἀγαναῖς χαρίτεσσιν βαστάσαι. ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ10 μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖανἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος[ 20] ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβανἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δ᾽ ἀρετὰνσύμφυτον οὐ κατελέγχει. 15 ἴστε μὰν Κλεωνύμουδόξαν παλαιὰν ἅρμασιν: καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.[ 30] αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ᾽ ἄλλοτ᾽ ἐξάλλαξεν: ἄτρωτοί γε μὰν παῖδες θεῶν.

Intertext edge

Open linked passage

Note